Sunday, November 29, 2015

Mεῖνον!

The Master of the Judgement of Paris - Daphne pursued by Apollo (Barber Institute)
Ἐπίσχες, μεῖνον, στῆθι,  φησὶ ὁ Ἀπόλλω τῇ Δάφνῃ.
 Ἐν τῷ ἑξηκαιδεκάτῳ μαθήματι πυνθανόμεθα  ὅπως κελεύομεν μέν τινα μεῖναι. Ἐνίοτε δ'ἡ  κελευσθεῖσα οὐ μένει.

 Ἀνάγνωσις τοῦ ιϛ' διδάγματος


ἐπίσχες, οὗτος!
ἔχε νυν ἥσυχος!
μέν’ ἥσυχος! στῆθι!
κελεύει σε Κάρολος περιμεῖναι.
ἔχ’ ἀτρέμας αὐτοῦ!
οὐ μενεῖς;
ἐπανάμεινόν μ’ ὀλίγον χρόνον.
ἀλλ’ ἥξω ταχέως.
ποῦ ἀναμενῶ;
ἧκέ νυν ταχύ!
οὗτος ὄπισθεν προσέρχεται.
ἀλλὰ περιμενοῦμεν.
ἰδού, πάρειμι.
ἥκεις;
μῶν ἐπισχεῖν σοι δοκῶ;
ποῦ ποτ’ ἦσθα ἀπ’ ἐμοῦ (ἀφ' ἡμῶν) τὸν πολὺν τοῦτον χρόνον;

No comments:

Post a Comment

Γράψετε μόνον ἑλληνιστί, παρακαλῶ.