Saturday, November 7, 2015

Ἐπίστασαι ἑλληνίζειν;

Skyphos Louvre K491
Χαῖρε, ὦ κόρη. Ἐπισταμαι ἑλληνίζειν ἔγωγε. Καὶ σύ; Διαλεχθῶμεν οὖν Ἑλληνιστί.
Τέλος εὑρήκατε τὴν κόρην. Δεῖ νῦν διαλέγεσθαι. Ἀλλὰ πῶς; Ἄρξασθε ἀκούοντες τὸ ἕβδομον δίδαγμα.

Ἀνάγνωσις τοῦ ζ’ διδάγματος


πότερον θέλεις ῥωμαϊστὶ λαλεῖν ἢ ἑλληνιστί;
ἐπίστασαι ἑλληνίζειν;
ὀλίγον τι.
εἰκότως γε!
μάλιστα!
ἔγωγε νὴ ∆ία!
ταύτῃ κράτιστός εἰμι.
καλῶς!
διαλεχθῶμεν οὖν ἑλληνικῶς!
οὐδὲν κωλύει.
ἀρξώμεθα!
τί λέγεις;
ξυνίης τὰ λεγόμενα;
ξυνῆκας, ὃ λέγω;
οὐ ξυνίημι μὰ ∆ία.
αὖθις ἐξ ἀρχῆς λέγε, ἀντιβολῶ.
βούλει σχολαίτερον λέγειν;

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.