Friday, August 26, 2016

Μῦθοι Αἰσώπειοι· ξα', ξβ', ξγ'

Ἄνθρωπος καταθραύσας ἄγαλμα


Πένης τις ἄγαλμα δαίμονος ἔχων οὐδὲν ἐλάμβανε ὑπὲρ τῆς τιμῆς.  Διὰ τοῦτο τὸ εἴδωλον κλάσας εὗρε χρυσὸν ἐν τῇ κεφαλῇ. Ἆρα οὐ θαυμαστόν;

Ἀνάγνωσις τοῦ ξα' μύθου

Ἄνθρωπος λέοντα χρυσοῦν εὑρών





Ἄνθρωπός τις εὑρὼν χρυσοῦν λέοντα ἐπεθύμει μὲν αὐτὸν ἐχειν διὰ τὴν πλεονεξίαν. Διὰ δὲ τὴν δειλίαν πολὺ ἐφοβεῖτο. Τέλος δὲ ἐκέλευσε τοὺς δούλους λαβεῖν τὸν  λέοντα.

Ἀνάγνωσις τοῦ ξβ' μύθου


Ἄρκτος καὶ ἀλώπηξ


Ὁ μὲν ἄρκος ἑαυτὸν δοξάζει ἐπὶ τὸ μὴ νεκροὺς ἀνθρώπους ἐσθίειν. Ἡ δὲ ἄλώπηξ ἀποκρινομένη λέγει ὅτι ἄμεινον ἦν μηδὲ τοὺς ζῶντας ἐσθίειν.

Ἀνάγνωσις τοῦ ξγ' μύθου


Ἄνθρωπος καταθραύσας ἄγαλμα
Ἄνθρωπός τις ξύλινον θεὸν ἔχων πένης ὢν καθικέτευε τοῦ ἀγαθοποιῆσαι. Ὡς οὖν ταῦτ᾿ ἔπραττε καὶ μᾶλλον ἐν πενίᾳ διῆγε, θυμωθείς, ἐκ τοῦ σκέλους ἄρας αὐτὸν τῷ τοίχῳ προσέκρουσε. Τῆς δὲ κεφαλῆς αὐτοῦ παραχρῆμα κλασθείσης, ἔρρευσε χρυσὸς ἐξ αὐτῆς, ὃν συναγαγὼν ὁ ἄνθρωπος ἐβόα· « Στρεβλὸς τυγχάνεις, ὡς οἶμαι, καὶ ἀγνώμων· τιμῶντά σε γὰρ οὐδὲν ὠφέλησάς με· τυπτήσαντα δὲ πολλοῖς καλοῖς ἠμείψω. »
Ὁ μῦθος δηλοῖ ὅτι οὐδὲν ὠφελήσεις σαυτὸν πονηρὸν ἄνδρα τιμῶν, αὐτὸν δὲ τύπτων πλέον ὠφεληθήσῃ.
Ἄνθρωπος λέοντα χρυσοῦν εὑρών
Δειλὸς φιλάργυρος λέοντα χρυσοῦν εὑρὼν ἔλεγεν· « Οὐκ οἶδα τίς γενήσομαι ἐν τοῖς παροῦσιν· ἐγὼ ἐκβέβλημαι τῶν φρενῶν καὶ τί πράττειν οὐκ ἔχω· μερίζει με φιλοχρηματία καὶ τῆς φύσεως ἡ δειλία. Ποία γὰρ τύχη ἢ ποῖος δαίμων εἰργάσατο χρυσοῦν λέοντα; Ἡ μὲν γὰρ ἐμὴ ψυχὴ πρὸς τὰ παρόντα ἑαυτῇ πολεμεῖ· ἀγαπᾷ μὲν τὸν χρυσόν, δέδοικε δὲ τοῦ χρυσοῦ τὴν ἐργασίαν· ἅπτεσθαι μὲν ἐλαύνει ὁ πόθος, ἀπέχεσθαι δὲ ὁ τρόπος. Ὢ τύχης διδούσης καὶ μὴ λαμβάνεσθαι συγχωρούσης· ὢ θησαυρὸς ἡδονὴν οὐκ ἔχων· ὢ χάρις δαίμονος ἄχαρις γενομένη. Τί οὖν; ποίῳ τρόπῳ χρήσωμαι; ἐπὶ ποίαν ἔλθω μηχανήν; ἄπειμι τοὺς οἰκέτας δεῦρο κομίσων λαβεῖν ὀφείλοντας τῇ πολυπληθεῖ συμμαχίᾳ, κἀγὼ πόρρω ἔσομαι θεατής. »
Ὁ λόγος ἁρμόζει πρός τινα πλούσιον μὴ τολμῶντα προσψαῦσαι καὶ χρήσασθαι τῷ πλούτῳ.
Ἄρκτος καὶ ἀλώπηξ
Ἄρκος μεγάλως ἐκαυχᾶτο ὡς φιλάνθρωπος ὤν, ἐπεὶ νεκρὸν σῶμα οὐκ ἐσθίει· πρὸς ὃν ἡ ἀλώπηξ εἶπεν· « Εἴθε νεκροὺς εἷλκες, ἀλλὰ μὴ τοὺς ζῶντας. »
Οὗτος ὁ μῦθος πλεονέκτας τοὺς ἐν ὑποκρίσει καὶ κενοδοξίᾳ βιοῦντας ἐλέγχει.

Friday, August 19, 2016

Μῦθοι Αἰσώπειοι· νη', νθ', ξ'

Ἄνθρωπος καὶ ἀλώπηξ

Jean Pénicaud II - Samson Firing the Grain of the Philistines - Walters 44342 

Γεωργός τις οὕτω μισεῖ ἀλώπεκά τινα ὥστε πῦρ τῇ οὔρᾳ ἅψαι. Τὸ δὲ ζῷον τρέχον τὸν τοῦ ἀνθρώπου ἀγρὸν ἐν πυρὶ ἅπτει.

Ἀνάγνωσις τοῦ νη' μύθου
Ἄνθρωπος καὶ λέων <συνοδεύοντες>



Ἀνὴρ καὶ λέων συνεπορεύοντο. Ἦν δὲ παρὰ τὴν ὅδον ἄγαλμά τι ἀνρθώπου λέοντα πνίγοντος. Ὁ οὖν μὲν ἀνὴρ τὸ γένος ἡμῶν  ἐπῄνεσεν. Ὁ δὲ λέων ἀποκρινάμενος ἔφη πολλὰ ἀγάλματα λεόντων ἀνθρώπους νικώντων ὑπάρχειν ἄν, εἰ οἱ λέοντες ἔμπειροι τῆς τέχνης ἦσαν. 

Ἄνθρωπος καὶ σάτυρος


Ἦσάν ποτε ἄνθρωπος καὶ σάτυρος φίλοι γενόμενοι. Ψυχροῦ δὲ τοῦ ἀέρος ὄντος, ὁ ἄνθρωπος ἔπνευσε ἐπὶ τὰς χεῖρας ἵνα θερμῆναι αὐτάς. Ἔπειτα δὲ ὁ αὐτὸς  ἔπνευσε ἐπὶ θερμὸν ἔδεσμα ἵνα καταψύξαι. Ὁ οὖν σάτυρος διὰ τὴν ἀντιλογίαν ἀπορῶν κατέλιπεν ἀυτόν.

Ἀνάγνωσις τοῦ ξ' μύθου



Ἄνθρωπος καὶ ἀλώπηξ
Ἀλώπεκά τις ἐχθρὰν ἔχων ὡς βλάπτουσαν αὐτόν, κρατήσας καὶ θέλων ἐπὶ πολὺ τιμωρήσασθαι, στυππεῖα ἐλαίῳ βεβρεγμένα τῇ οὐρᾷ προσδήσας ὑφῆψε. Ταύτην δὲ δαίμων εἰς τὰς ἀρούρας τοῦ βαλόντος ὡδήγει· ἦν δὲ καιρὸς τοῦ ἀμήτου. Ὁ δὲ ἠκολούθει θρηνῶν μηδὲν θερίσας.
Ὅτι πρᾷον εἶναι χρὴ καὶ μὴ ἀμέτρως θυμοῦσθαι· ἐξ ὀργῆς γὰρ πολλάκις βλάβη γίνεται μεγάλη τοῖς δυσοργήτοις.
Ἄνθρωπος καὶ λέων <συνοδεύοντες>
Ὥδευέ ποτε λέων σὺν ἀνθρώπῳ. Ἕκαστος δὲ αὐτῶν τοῖς λόγοις ἐκαυχῶντο. Καὶ δὴ ἐν τῇ ὁδῷ ἦν ἀνδρὸς στήλη πετρίνη λέοντα πνίγοντος. Ὁ δὲ ἀνὴρ ὑποδείξας τῷ λέοντι ἔφη· « Ὁρᾷς σὺ πῶς ἐσμεν ὑμῶν κρείττονες. » Κακεῖνος εἶπεν ὑπομειδιάσας· « Εἰ λέοντες ᾔδεισαν γλύφειν, πολλοὺς ἂν ἄνδρας εἶδες ὑποκάτω λέοντος. »
Ὅτι πολλοὶ καυχῶνται διὰ λόγων ἀνδρεῖοι εἶναι καὶ θρασεῖς οὓς ἡ πεῖρα γυμνασθέντας ἐξελέγχει.
Ἄνθρωπος καὶ σάτυρος
Ἄνθρωπόν ποτε λέγεται πρὸς σάτυρον φιλίαν σπείσασθαι. Καὶ δὴ χειμῶνος καταλαβόντος καὶ ψύχους γενομένου, ὁ ἄνθρωπος προσφέρων τὰς χεῖρας τῷ στόματι ἐπέπνει. Τοῦ δὲ σατύρου τὴν αἰτίαν ἐρομένου δι᾿ ἣν τοῦτο πράττει, ἔλεγεν ὅτι θερμαίνει τὰς χεῖρας διὰ τὸ κρύος. Ὕστερον δὲ παρατεθείσης αὐτοῖς τραπέζης καὶ προσφάγματος θερμοῦ σφόδρα ὄντος, ὁ ἄνθρωπος ἀναιρούμενος κατὰ μικρὸν τῷ στόματι προέσφερε καὶ ἐφύσα. Πυνθανομένου δὲ πάλιν τοῦ σατύρου τί τοῦτο ποιεῖ, ἔφασκε καταψύχειν τὸ ἔδεσμα, ἐπεὶ λίαν θερμόν ἐστι. Κἀκεῖνος ἔφη πρὸς αὐτόν· « Ἀλλ᾿ἀποτάσσομαί σου τῇ φιλίᾳ, ὦ οὗτος, ὅτι ἐκ τοῦ αὐτοῦ στόματος καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐξιεῖς.
Ἀτὰρ οὖν καὶ ἡμᾶς περιφεύγειν δεῖ τὴν φιλίαν ὧν ἀμφίβολός ἐστιν ἡ διάθεσις.

Saturday, August 13, 2016

Μῦθοι Αἰσώπειοι· νε', νϛ', νζ'

Ἀνὴρ φέναξ


Πένης τις  νοσῶν ὑπεσχετο ἑκατομβὴν τοῖς θεοῖς ἵνα σώσαιεν αὐτόν.  Σωθεὶς  δ' ὑπὸ τῶν θεῶν καὶ ποιησάμενος  ἑκατὸν ἐκ σταιτὸς βόας ἐθύσατο. Ἔπειτα οἱ δαίμονες καθ' ὅναρ εἶπον αὐτῷ ὅτι δράχμαι χίλιαι εἴησαν ἐν αἰγιαλῷ τινι. Ὁ δὲ προσελθὼν εἰς λῃστὰς ἑάλω. Οἱ δὲ λῃσταὶ ἐπώλησαν αὐτὸν χιλίων ἀττικῶν.

Ἀνάγνωσις τοῦ νε' μύθου

Ἀνθρακεὺς καὶ γναφεύς


Ὁ μὲν ἀνθρακεὺς μέλαν ἄνθρακα πωλεῖ. Ὁ δὲ γναφεὺς τὰ ἱμάτια καθαρεύει. Ἀδύνατον οὖν ἐστι αὐτοῖς συμβιοῦν.

Ἀνάγνωσις τοῦ νϛ' μύθου

Ἄνθρωποι καὶ Ζεύς


Μεταξὺ τῶν ζῴων τὸ μὲν πέτεται, τὸ δὲ ἰσχύει, τὸ δὲ ταχέως τρέχει. Ὅμως δ'ὁ ἄνθρωπος τὸν λόγον ἔχων κράτιστός ἐστιν.

Ἀνάγνωσις τοῦ νζ' μύθου


Ἀνὴρ φέναξ
Ἀνὴρ πένης νοσῶν καὶ κακῶς διακείμενος ηὔξατο τοῖς θεοῖς ἑκατὸν βόας τελέσειν, εἰ περισώσειαν αὐτόν. Οἱ δὲ ἀπόπειραν αὑτοῦ ποιήσασθαι βουλόμενοι ῥαΐσαι τάχιστα αὐτὸν παρεσκεύασαν. Κἀκεῖνος ἐξαναστάς, ἐπειδὴ ἀληθινῶν βοῶν ἠπόρει, στεατίνους ἑκατὸν πλάσας ἐπί τινος βωμοῦ κατέκαυσεν εἰπών· « Ἀπέχετε τὴν εὐχήν, ὦ δαίμονες. » Οἱ δε θεοὶ βουλόμενοι αὐτὸν ἐν μέρει ἀντιβουκολῆσαι ὄναρ αὐτῷ ἔπεμψαν, παραινοῦντες ἐλθεῖν εἰς τὸν αἰγιαλόν· ἐκεῖ γὰρ αὑτὸν εὑρήσειν ἀττικὰς χιλίας. Καὶ ὃς περιχαρὴς γενόμενος δρομαῖος ἧκεν ἐπὶ τὴν ἠιόνα. Ἔνθα δὴ λῃσταῖς περιπεσὼν ἀπήχθη, καὶ ὑπ' αὐτῶν πωλούμενος εὗρε δράχμας χιλίας.
Ὁ λόγος εὔκαιρος πρὸς ἄνδρα ψευδολόγον.
Ἀνθρακεὺς καὶ γναφεύς
Ἀνθρακεὺς ἐπί τινος οἰκίας ἐργαζόμενος, ὡς ἐθεάσατο γναφέα αὐτῷ παροικισθέντα, προσελθὼν παρεκάλει αὐτὸν, ὅπως αὐτῷ σύνοικος γένηται, διεξιὼν ὡς οἰκειότεροι ἀλλήλοις ἔσονται καὶ λυσιτελέστερον διάξουσι μίαν ἔπαυλιν οἰκοῦντες. Καὶ ὁ γναφεὺς ὑποτυχὼν ἔφη· « Ἀλλ᾿ ἔμοιγε τοῦτο παντελῶς ἀδύνατον· ἅ γὰρ ἐγὼ λευκανῶ, σὺ ἀσβολώσεις. »
Ὁ λόγος δηλοῖ ὅτι πᾶν τὸ ἀνόμοιον ἀκοινώνητόν ἐστι.
Ἄνθρωποι καὶ Ζεύς
Λέγουσι πρῶτον τὰ ζῷα πλασθῆναι καὶ χαρισθῆναι αὐτοῖς παρὰ θεοῦ, τῷ μὲν ἀλκήν, τῷ δὲ τάχος, τῷ δὲ πτερά, τὸν δὲ ἄνθρωπον γυμνὸν ἑστῶτα εἰπεῖν· « Ἐμὲ μόνον κατέλιπες ἔρημον χάριτος· » τὸν δὲ Δία εἰπεῖν· « Ἀνεπαίσθητος εἶ τῆς δωρεᾶς, καίτοι τοῦ μεγίστου τετυχηκώς· λόγον γὰρ ἔχεις λαβών, ὃς παρὰ θεοῖς δύναται καὶ παρὰ ἀνθρώποις, τῶν δυνατῶν δυνατώτερος καὶ τῶν ταχίστων ταχύτερος. » Καὶ τότε ἐπιγνοὺς τὸ δῶρον ὁ ἄνθρωπος προσκυνήσας καὶ εὐχαριστήσας ᾤχετο.
Ὅτι, ἐκ θεοῦ λόγῳ τιμηθέντων πάντων ἀνεπαισθήτως ἔχουσί τινες τῆς τοιαύτης τιμῆς καὶ μᾶλλον ζηλοῦσι τὰ ἀναίσθητα καὶ ἄλογα ζῷα.

Saturday, August 6, 2016

Μῦθοι Αἰσώπειοι· νβ', νγ', νδ'

Ἀνὴρ μεσοπόλιος καὶ ἑταῖραι

Le Clerc fable

Ἡ μὲν πρεσβυτέρα ἐρωμένη ἀποσπᾷ τὰς μελαίνας τοῦ ἀνδρὸς τρίχας, ἡ δὲ νεωτέρα τὰς λευκάς. Τοιγαροῦν ἡ τοῦ ἀνδρὸς κεφαλὴ ψιλὴ γίγνεται.

Ἀνάγνωσις τοῦ νβ' μύθου


Ἀνὴρ ναυαγός

Rowing to rescue shipwrecked sailors off the Northumberland Coast by John Wilson Carmichael

Τῆς νέως ναυαγησάσης, ἀθηναῖος πλούσιός  τις μόνον τὴν Ἀθηνᾶν παρακαλῶν οὐκ ἐκολύμβα.
Ναύτης οὖν τις εἶπε δεῖν καὶ αὐτὸν, τῆς θεοῦ βοηθούσης, νεῖν.

Ἀνάγνωσις τοῦ νγ' μύθου


Ἀνὴρ πηρός


Τυφλός τις τοῖν χειροῖν αἰσθάνεται τῆς τοῦ λυκιδίου φυσέως. Χρὴ γὰρ τοῦτο τὸ ζῷον ἀπὸ προβάτων πολὺ ἀπέχειν.

Ἀνάγνωσις τοῦ νδ' μύθου


Ἀνὴρ μεσοπόλιος καὶ ἑταῖραι
Ἀνὴρ μεσοπόλιος δύο ἐρωμένας εἶχεν, ὧν ἡ μὲν νέα ὑπῆρχεν, ἡ δὲ πρεσβῦτις. Καὶ ἡ μὲν προβεβηκυῖα αἰδουμένη νεωτέρῳ αὐτῆς πλησιάζειν, διετέλει, εἴ ποτε πρὸς αὐτὴν παρεγένετο, τὰς μελαίνας αὐτοῦ τρίχας περιαιρουμένη. Ἡ δὲ νεωτέρα ὑποστελλομένη γέροντα ἐραστὴν ἔχειν τὰς πολιὰς αὐτοῦ ἀπέσπα. Οὕτω τε συνέβη αὐτῷ ὑπὸ ἀμφοτέρων ἐν μέρει τιλλομένῳ φαλακρὸν γενέσθαι.
Οὕτω πανταχοῦ τὸ ἀνώμαλον ἐπιβλαβές ἐστι.
Ἀνὴρ ναυαγός
Ἀνὴρ πλούσιος Ἀθηναῖος μεθ᾿ ἑτέρων τινῶν ἔπλει. Καὶ δὴ χειμῶνος σφοδροῦ γενομένου καὶ τῆς νηὸς περιτραπείσης, οἱ μὲν λοιποὶ πάντες διενήχοντο, ὁ δὲ Ἀθηναῖος παρ᾿ ἕκαστα τὴν Ἀθηνᾶν ἐπικαλούμενος μυρία ἐπηγγέλλετο, εἰ περισωθείη. Εἷς δέ τις τῶν συννεναυαγηκότων παρανηχόμενος ἔφη πρὸς αὐτόν· « Σὺν Ἀθηνᾷ καὶ σὺ χεῖρα κινεῖ. »
Ἀτὰρ οὖν καὶ ἡμᾶς μετὰ τῆς τῶν θεῶν παρακλήσεως χρὴ καὶ αὐτούς τι ὑπὲρ αὑτῶν λογιζομένους δρᾶν.
Ὅτι ἀγαπητόν ἐστι καὶ ἐνεργοῦντας θεῶν εὐνοίας τυγχάνειν ἢ ἑαυτῶν ἀμελοῦντας ὑπὸ τῶν δαιμόνων περισῴζεσθαι.
Τοὺς εἰς συμφορὰς ἐμπίπτοντας χρὴ καὶ αὐτοὺς ὑπὲρ ἑαυτῶν κοπιᾶν καὶ οὕτω τοῦ θεοῦ περὶ βοηθείας δέεσθαι.
Ἀνὴρ πηρός
Ἀνὴρ πηρὸς εἰώθει πᾶν τὸ ἐπιτιθέμενον εἰς τὰς αὐτοῦ χεῖρας ζῷον ἐφαπτόμενος λέγειν ὁποῖόν τί ἐστι. Καὶ δή ποτε λυκιδίου αὐτῷ ἐπιδοθέντος, ψηλαφήσας καὶ ἀμφιγνοῶν εἶπεν· « Οὐκ οἶδα πότερον λύκου ἐστὶν ἢ ἀλώπεκος ἢ τοιούτου τινὸς ζῴου γέννημα· τοῦτο μέντοι σαφῶς ἐπίσταμαι ὅτι οὐκ ἐπιτήδειον τοῦτο τὸ ζῷον προβάτων ποίμνῃ συνιέναι. »
Οὕτω τῶν πονηρῶν ἡ διάθεσις πολλάκις καὶ ἀπὸ τοῦ σώματος καταφαίνεται.