Friday, January 26, 2018

Μῦθοι Αἰσώπειοι· σπα', σπβ', σπγ'

Ὄνος <χωλαίνειν προσποιούμενος> καὶ λύκος


Ὄνος τις ἐν νομῇ τρεφόμενος ἰδὼν  λύκον προιόντα προσεποιεῖτο χωλὸς ὤν. Τῷ δὲ λύκῳ  περὶ τούτου ἐρομένῳ ὁ ὄνος εἶπεν ὅτι ἄκανθα ἐν τῷ ποδὶ αὐτοῦ εἴη καὶ δέοι τὸν λύκον ἀποσπάσαι αὐτὴν πρὶν τοῦτον φαγεῖν τὸν ὄνον. Ὁ μὲν οὖν λύκος πειθεὶς ὀπίσω τοῦ ὄνου ἦλθε ζητήσων τὴν ἄκανθαν. Ὁ δ' ὄνος ἐλάκτισεν αὐτόν. Οὐ γὰρ ὁ λύκος ἰατρὸς πέφυκε ἀλλὰ μάγειρος.

Ἀνάγνωσις τοῦ σπα' μύθου

Ὀρνιθοθήρας καὶ ἄγριαι καὶ ἥμεραι περιστεραί

Passenger Pigeon Net Cockburn 1829

Ὀρνίθων θηρευτής τις ἔθηκε τὰς ἑαυτοῦ περιστερὰς παρὰ τὰ δίκτυα. Αἱ δὲ ἄγριαι περιστεραὶ ἰδοῦσαι αὐτὰς ἀπατηθεῖσαι ἔπεσον εἰς τὴν πάγην. Τούτων δὲ μεμφομένων αὐτὰς διὰ τὴν ἀδικίαν, ἐκεῖναι εἶπον ὅτι μᾶλλον τὸν δεσπότην φοβοῖντο ἢ τὰς συγγενεῖς φιλοῖεν.

Ἀνάγνωσις τοῦ σπβ' μύθου

Ὀρνιθοθήρας καὶ κορύδαλος

Alauda in Laqueo

Ὀρνιθευτὴς ἐποίει πάγην τοῦ τοὺς ὄρνιθας λαβεῖν. Κορυδὸς δὲ ἐπιτυχὼν ἤρετο αὐτὸν τί τοῦτο τὸ πρᾶγμα εἴη. Πόλιν, ἔφη, τοῖς ὄρνισιν οἰκοδομῶ. Ὁ δὲ ὄρνις ὑπο τοῦς θηρευτοῦ πειθεὶς καὶ πεσὼν εἰς τὸ δίκτυον ἀπεκρίνατο λέγων ὀλίγους τοὺς ἐν τοιαύτῃ πόλει οἰκοῦντας ἔσεσθαι.

Ἀνάγνωσις τοῦ σπγ' μύθου


Ὄνος <χωλαίνειν προσποιούμενος> καὶ λύκος
Ὄνος ἔν τινι λειμῶνι νεμόμενος, ὡς ἐθεάσατο λύκον ἐπ’ αὐτὸν ὁρμώμενον, χωλαίνειν προσεποιεῖτο. Τοῦ δὲ προσελθόντος αὐτῷ καὶ τὴν αἰτίαν πυνθανομένου δι’ ἣν χωλαίνει, ἔλεγεν ὡς φραγμὸν διαϐαίνων σκόλοπα ἐπάτησα καὶ παρῄνει αὐτῷ πρῶτον ἐξελεῖν τὸν σκόλοπα, εἶθ’ οὕτως αὐτὸν καταθοινήσασθαι, ἵνα μὴ ἐσθίων περιπαρῇ. Τοῦ δὲ πεισθέντος καὶ τὸν πόδα αὐτοῦ ἐπάραντος ὅλον τε τὸν νοῦν πρὸς τῇ ὁπλῇ ἔχοντος, ὁ ὄνος λὰξ εἰς τὸ στόμα τοὺς ὀδόντας αὐτοῦ ἐτίναξε. Καὶ ὃς κακῶς διατεθεὶς ἔφη· « Ἀλλ’ ἔγωγε δίκαια πέπονθα· τί γάρ, τοῦ πατρός με μαγειρικὴν τέχνην διδάξαντος, αὐτὸς ἰατρικῆς ἐπελαϐόμην ; »
Οὕτω καὶ τῶν ἀνθρώπων οἱ μηδὲν προσήκουσιν ἐπιχειροῦντες εἰκότως δυστυχοῦσιν.
Ὀρνιθοθήρας καὶ ἄγριαι καὶ ἥμεραι περιστεραί
Ὀρνιθοθήρας πετάσας τὰ λίνα ἐκ τῶν ἡμέρων περιστερῶν προσέδησεν· εἶτα ἀποστὰς αὐτὸς πόρρωθεν ἀπεκαραδόκει τὸ μέλλον. Ἀγρίων δὲ ταύταις προσελθουσῶν καὶ τοῖς βρόχοις ἐμπλακεισῶν, προσδραμὼν συλλαμϐάνειν αὐτὰς ἐπειρᾶτο. Τῶν δὲ αἰτιωμένων τὰς ἡμέρους, εἴγε ὁμόφυλοι οὖσαι αὐταῖς τὸν δόλον οὐ προεμήνυσαν, ἐκεῖναι ὑποτυχοῦσαι ἔφασαν· « Ἀλλ’ ἡμῖν γε ἄμεινον δεσπότας φυλάττεσθαι ἢ τῇ ἡμετέρᾳ συγγενείᾳ χαρίζεσθαι. »
Οὕτω καὶ τῶν οἰκετῶν οὐ μεμπτέοι εἰσὶν ὅσοι δι’ ἀγάπην τῶν οἰκείων δεσποτῶν παραπίπτουσι τῆς τῶν οἰκείων συγγενῶν φιλίας.
Ὀρνιθοθήρας καὶ κορύδαλος
Ὀρνιθορήρας ὄρνισιν ἵστη παγίδας. Κορύδαλος δὲ τοῦτον πόρρωθεν ἰδὼν ἐπυνθάνετο τί ποτ’ ἐργάζοιτο. Τοῦ δὲ πόλιν κτίζειν φαμένου, εἶτα δὲ πορρωτέρω ἀποχωρήσαντος καὶ κρυϐέντος, ὁ κορύδαλος τοῖς τοῦ ἀνδρὸς λόγοις πιστεύσας, προσελθὼν εἰς τὸν βρόχον ἑάλω. Τοῦ δὲ ὀρνιθοθήρα ἐπιδραμόντος, ἐκεῖνος εἶπεν· « Ὦ οὗτος, εἰ τοιαύτην πόλιν κτίζεις, οὐ πολλοὺς εὑρήσεις τοὺς ἐνοικοῦντας. »
Ὁ μῦθος δηλοῖ ὅτι τότε μάλιστα οἶκοι καὶ πόλεις ἐρημοῦνται, ὅταν οἱ προεστῶτες χαλεπαίνωσιν.

Friday, January 19, 2018

Μῦθοι Αἰσώπειοι· σοη', σοθ', σπ'

Ὄνος καὶ τέττιγες


Ὄνος τις ἤρετο τοὺς τέττιγας τὶ ἐσθίοντες οὕτως ἡδὺ ᾄδοιεν. Οἱ μὲν ἀπεκρίναντο ὅτι τὸ δρόσον εἴη αὐτοῖς τροφή. Ὁ δ' ὄνος διὰ χρόνου  μόνον δρόσον φαγὼν λιμῷ ἀπέθανεν.

Ἀνάγνωσις τοῦ σοη' μύθου

Ὄνος <νομιζόμενος λέων εἶναι>

Asinus in Pelle Leonis

Ὄνος τις λεοντὴν ἐνδεδυμένος ἐφόβει ἀνθρώπους τε καὶ ζῷα. Τοῦ δὲ ἀνέμου τὴν δορὰν ἀποσπάσαντος, πάντες ἀγανακτήσαντες ἤρξαντο πλήσσειν τὸν ὄνον.

Ἀνάγνωσις τοῦ σοθ' μύθου

Ὄνος <παλιούρους ἐσθίων> καὶ ἀλώπηξ

Gheeraerts ass 

Ἀλώπηξ τις ἰδοῦσα ὄνον σκληρὸν καὶ ἀκάνθινον φυτὸν ἐσθίοντα σκώπτουσα ἤρετο ὅπως ἐκεῖνος μαλακῇ γλώσσῃ δρᾶν δύναιτο.

  Ἀνάγνωσις τοῦ σπ' μύθου


Ὄνος καὶ τέττιγες
Ὄνος ἀκούσας τεττίγων ᾀδόντων [ἥσθη ἐπὶ τῇ εὐφωνίᾳ] καὶ ζηλώσας αὐτῶν τὴν εὐφωνίαν ἐπυνθάνετο τί σιτούμενοι τοιαύτην φωνὴν ἀφιᾶσι. Τῶν δὲ εἰπόντων· « Δρόσον, » ὁ ὄνος προσμένων δρόσον λιμῷ διεφθάρη.
Οὕτω καὶ οἱ τῶν παρὰ φύσιν ἐπιθυμοῦντες πρὸς τῷ μὴ ἐφικνεῖσθαι καὶ τὰ μέγιστα δυστυχοῦσιν.
Ὄνος <νομιζόμενος λέων εἶναι>
Ὄνος δορὰν λέοντος ἐπενδυθεὶς λέων ἐνομίζετο πᾶσιν, καὶ φυγὴ μὲν ἦν ἀνθρώπων, φυγὴ δὲ ποιμνίων. Ὡς δὲ ἀνέμου πνεύσαντος ἡ δορὰ περιῃρέθη καὶ γυμνὸς ὁ ὄνος ἦν, τότε δὴ πάντες ἐπιδραμόντες ξύλοις καὶ ῥοπάλοις αὐτὸν ἔπαιον.
Ὅτι πένης καὶ ἰδιώτης ὢν μὴ μιμοῦ τὰ τῶν πλουσίων, μή ποτε κατεγελασθῇς καὶ κινδυνεύσῃς· τὸ γὰρ ξένον ἀνοίκειον.
Ὄνος <παλιούρους ἐσθίων> καὶ ἀλώπηξ
Ὄνος παλιούρων ἤσθιεν ὀξείην χαίτην.
Τὸν δ’ εἶδεν ἀλώπηξ, κερτομοῦσα δ’ εἰρήκει·
« Πῶς οὕτως ἁπαλῇ καὶ ἀνειμένῃ γλώσσῃ
σκληρὸν μαλάσσεις προσφάγημα καὶ τρώγεις ; »
Ὁ μῦθος πρὸς τοὺς σκληροὺς καὶ ἐπικινδύνους προφέροντας διὰ γλώσσης λόγους.

Friday, January 12, 2018

Μῦθοι Αἰσώπειοι· σοε', σοϛ', σοζ'

Ὄνος καὶ κυνίδιον ἢ Κύων καὶ δεσπότης


Ὄνος τις ὁρῶν τὸν δεσπότην ἀεὶ παίζοντα κυνιδίῳ ἐκ Μελίτης  καὶ δὴ καὶ μᾶλλον τρεφόντα αὐτὸ ἢ ἑαυτόν, διὰ φθόνον μιμησάμενος αὐτὸ ἐπήδησεν ἐπὶ τὸν δεσπότην. Ὁ δὲ ὀργισθεὶς ἐκέλευσε τὸν ὄνον πληχθῆναί τε καὶ ἐν τῷ σταθμῷ δεηθῆναι.

Ἀνάγνωσις τοῦ σοε' μύθου

Ὄνος καὶ κύων συνοδοιποροῦντες


Ὄνος καὶ κύων συνοδεύοντες ηὗρον ἐπιστολήν. Ὁ δὲ ὄνος ἄνοιξας αὐτὴν ἔχαιρεν ἀναγιγνώσκων. Ἦν γὰρ ἡ ἐπιστολὴ περὶ τοιούτων σίτων ὧν οἱ ὄνοι φιλοῦσιν. Ὁ οὖν κύων πρῶτον μὲν ἐπιθυμῶν τι περὶ τῆς ἑαυτοῦ τροφῆς ἀκούειν παρῄνεσε τὸν ὄνον ἐπιτελεῖν. Τέλος δὲ οὐδὲν ἄρεσκον εὑρὼν ἐκέλευσε τὴν ἐπιστολὴν ὡς ἄχρηστον βληθῆναι.

Ἀνάγνωσις τοῦ σοϛ' μύθου

Ὄνος καὶ ὀνηλάτης

Ὄνος δύσκολός τις βουλόμενος αὐτὸς ἄρχειν ἤγαγε τὸν ὀνηλάτην διὰ τῆς σκολιᾶς καὶ πετρώδους ὁδοῦ. Ἔπειτα δέ, τοῦ ὄνου εἰς τὴν ἅβυσσον καταπίπτειν μέλλοντος, ὁ δεσπότης εἷλκε τὴν οὐρὰν αὐτοῦ. Τέλος δὲ ἡσσώμενος ἀφῆκεν αὐτὸν λέγων ὅτι κακὴ νίκη εἴη αὐτῷ.

Ἀνάγνωσις τοῦ σοζ' μύθου


Ὄνος καὶ κυνίδιον ἢ Κύων καὶ δεσπότης
Ἔχων τις κύνα Μελιταῖον καὶ ὄνον διετέλει ἀεὶ τῷ κυνὶ προσπαίζων· καὶ δή, εἴ ποτε ἔξω ἐδείπνει, διεκόμιζέ τι αὐτῷ, καὶ προσιόντι καὶ σαίνοντι παρέϐαλλεν. Ὁ δὲ ὄνος φθονήσας προσέδραμε καὶ σκιρτῶν ἐλάκτιζεν αὐτόν. Καὶ ὃς ἀγανακτήσας ἐκέλευσε παίοντας αὐτὸν ἀπαγαγεῖν καὶ τῇ φάτνῃ προσδῆσαι.
Ὁ λόγος δηλοῖ ὅτι οὐ πάντες πρὸς πάντα πεφύκασιν.
Ὄνος καὶ κύων συνοδοιποροῦντες
Ὄνος καὶ κύων ἐν ταὐτῷ ὡδοιπόρουν. Εὑρόντες δὲ ἐπὶ γῆς ἐσφραγισμένον γραμμάτιον, ὁ ὄνος λαϐὼν καὶ ἀναρρήξας τὴν σφραγῖδα καὶ ἀναπτύξας, διεξῄει εἰς ἐπήκοον τοῦ κυνός. Περὶ βοσκημάτων δὲ ἐτύγχανε τὰ γράμματα χόρτου τε, φημί, καὶ κριθῆς καὶ ἀχύρου. Ἀηδῶς οὖν ὁ κύων, τοῦ ὄνου ταῦτα διεξιόντος, διέκειτο· ἔνθεν δὴ καὶ ἔφησε τῷ ὄνῳ· « Ὑπόϐαθι, φίλτατε, μικρόν, μή τι καὶ περὶ κρεῶν καὶ ὀστέων εὕρῃς διαλαμϐάνων. » Ὁ δὲ ὄνος ἅπαν τὸ γραμμάτιον διεξελθὼν καὶ μηδὲν εὑρηκὼς ὧν ὁ κύων ἐζήτει, ἀντέφησεν αὖθις ὁ κύων· « Βάλε κατὰ γῆς, ὡς ἀδόκιμον πάντη, φίλε, τυγχάνον. »
Ὄνος καὶ ὀνηλάτης
Ὄνος ὑπὸ ὀνηλάτου ἀγόμενος, ὡς μικρὸν τῆς ὁδοῦ προῆλθεν, ἀφεὶς τὴν λείαν ἀτραπὸν διὰ κρημνῶν ἐφέρετο. Μέλλοντος δὲ αὐτοῦ κατακρημνίζεσθαι, ὁ ὀνηλάτης ἐπιλαϐόμενος τῆς οὐρᾶς, ἐπειρᾶτο μεταπεριάγειν αὐτόν. Τοῦ δὲ εὐτόνως ἀντιπίπτοντος, ἀφεὶς αὐτὸν ἔφη· « Νίκα· κακὴν γὰρ νίκην νικᾷς. »
Πρὸς ἄνδρα φιλόνεικον ὁ λόγος εὔκαιρος.

Friday, January 5, 2018

Μῦθοι Αἰσώπειοι· σοβ', σογ', σοδ'

Ὄνος καὶ ἡμίονος ⟨ἐξ ἴσου ἐμπεφορτισμένοι⟩


Ὄνος καὶ ἡμίονος ἴσα φορτία βαστάζοντε ἠλαυνέσθην διὰ τῆς ὅδου. Ὁ δὲ ὄνος ὠδύρετο ὅτι τὴν ἡμίσειαν ἢ ἡ ἡμίονος τροφὴν δέχοιτο. Τῆς δὲ ὁδοῦ χαλεπωτέρης γιγνομένης, ὁ αὐτὲ ἐλαύνων διὰ ὀλίγον πᾶν ἐπέθηκε τὸ φορτίον ἐπὶ τὴν ἡμίονον. Ἡ δὲ ἀληθῶς ἀξία οὖσα τῆς περισσοτέρας τροφῆς ἤλεγξε τὸν ὄνον.

Ἀνάγνωσις τοῦ σοβ' μύθου


Ὄνος καὶ κηπουρός


Ὄνος τις δουλεύων κηπουρῷ διὰ τὸν μέγαν πόνον καὶ τὴν ὀλίγην τροφὴν προσεύξατο τῷ Διὶ ἵνα νεὸν δεσπότην ἔχοι. Κατανεύσαντος  οὖν τοῦ Διός, κεραμεὺς ἐπρίατο τὸν ὄνον. Ὁ δὲ πάλιν προσευξάμενος τῷ Διὶ ὅτι ὁ δεύτερος δεσπότης κακίων τοῦ πρώτου εἴη, ὑπὸ βυρσοδέψου ἠγοράσθη. Ὁ δὲ τὰ δέρμα τῶν ζῴων ἐργαζόμενος κάκιστος δεσπότης τῷ ὄνῳ ἐγένετο. Καὶ δὶα τοῦτο ὁ ὄνος ἐστέναζεν.

Ἀνάγνωσις τοῦ σογ' μύθου

Ὄνος καὶ κόραξ καὶ λύκος


Ὄνος τις ἔχων ἕλκος ἐπὶ τῷ νώτῳ ἐν νομῇ ἐτρέφετο. Κόραξ δὲ καταπτόμενος ἤρξατο παίειν τὸ τραῦμα αὐτοῦ. Ὁ μὲν οὖν ὄνος ἀλγῶν ἐφθέγγετο καὶ ἐπήδα. Ὁ δὲ δεσπότης αὐτοῦ ὁρῶν ἐγέλα. Λύκος δέ τις παρατυχὼν ἐθαύμασεν.  Οἱ γὰρ ἄνθρωποι ἰδόντες ἂν λύκους διώκουσιν, ἐὰν δ' ὄνοι ἐγγίσωσιν, γελῶσιν.

Ἀνάγνωσις τοῦ σοδ' μύθου



Ὄνος καὶ ἡμίονος ⟨ἐξ ἴσου ἐμπεφορτισμένοι⟩
Ὄνος καὶ ἡμίονος ἐν ταὐτῷ ἐβάδιζον. Καὶ δὴ ὁ ὄνος ὁρῶν τὸν τοὺς ἀμφοῖν γόμους ἴσους ὄντας ἠγανάκτει καὶ ἐσχετλίαζεν, εἴγε διπλασίονος τροφῆς ἠξιωμένη ἡ ἡμίονος οὐδὲν περιττότερον βαστάζει. Μικρὸν δὲ αὐτῶν τῆς ὁδοῦ προϊόντων, ὁ ὀνηλάτης ὁρῶν ὄνον ἀντέχειν μὴ δυνάμενον, ἀφελόμενος αὐτοῦ τὸ φορτίον τῇ ἡμιόνῳ ἐπέθηκεν. Ἔτι δὲ αὐτῶν πόρρω προβαινόντων, ὁρῶν ἔτι μᾶλλον ἀποκάμνοντα, πάλιν ἀπὸ τοῦ γόμου μετετίθει, μέχρι τὰ πάντα λαβὼν καὶ ἀφελόμενος ἀπ᾿ αὐτοῦ τῇ ἡμιόνῳ ἐπέθηκε. Καὶ τότε ἐκείνη ἀποβλέψασα εἰς τὸν ὄνον εἶπεν· « Ὦ οὗτος, ἆρά σοι οὐ δοκῶ δικαίως τῆς διπλῆς τροφῆς ἀξιωθῆναι; »
Ἀτὰρ οὖν καὶ ἡμᾶς προσήκει μὴ ἀπὸ τῆς ἀρχῆς, ἀλλ᾿ ἀπὸ τοῦ τέλους τὴν ἑκάστου δοκιμάζειν διάθεσιν.
Ὄνος καὶ κηπουρός
Ὄνος ὑπηρετούμενος κηπωρῷ, ἐπειδὴ ὀλίγα μὲν ἤσθιε, πλεῖστα δ᾿ ἐμόχθει, ηὔξατο τῷ Διὶ ὥστε τοῦ κηπωροῦ ἀπαλλαγεὶς ἑτέρῳ ἀπεμποληθῆναι δεσπότῃ. Τοῦ δὲ Διὸς ἐπακούσαντος καὶ κελεύσαντος αὐτὸν κεραμεῖ πραθῆναι, πάλιν ἐδυσφόρει, πλέον ἢ πρότερον ἀχθοφορῶν καὶ τόν τε πηλὸν καὶ τοὺς κεράμους κομίζων. Πάλιν οὖν ἀμεῖψαι τὸν δεσπότην ἱκέτευε, καὶ βυρσοδέψῃ ἀπεμπολεῖται. Εἰς χείρονα τοίνυν τῶν προτέρων δεσπότην ἐμπεσὼν καὶ ὁρῶν τὰ παρ᾿ αὐτοῦ πραττόμενα, μετὰ στεναγμῶν ἔφη· « Οἴμοι τῷ ταλαιπωρῷ, βέλτιον ἦν μοι παρὰ τοῖς προτέροις δεσπόταις μένειν· οὗτος γάρ, ὡς ὁρῶ, καὶ τὸ δέρμα μου κατεργάσεται. »
Ὁ μῦθος δηλοῖ ὅτι τότε μάλιστα τοὺς προτέρους δεσπότας οἱ οἰκέται ποθοῦσιν, ὅταν τῶν δευτέρων λάβωσι πεῖραν.
Ὄνος καὶ κόραξ καὶ λύκος
Ὄνος ἡλκωμένος τὸν νῶτον ἔν τινι λειμῶνι ἐνέμετο. Κόρακος δὲ ἐπικαθίσαντος αὐτῷ καὶ τὸ ἕλκος κρούοντος, ὁ ὄνος ἀλγῶν ὠγκᾶτό τε καὶ ἐσκίρτα. Τοῦ δὲ ὀνηλάτου πόρρωθεν ἑστῶτος καὶ γελῶντος, λύκος παριὼν ἐθεάσατο καὶ πρὸς ἑαυτὸν ἔφη· « Ἄθλιοι ἡμεῖς, οἵ, κἂν αὐτὸ μόνον ὀφθῶμεν, διωκόμεθα, τούτους δὲ καὶ προσιόντας προσγελῶσιν ».
Ὁ λόγος δηλοῖ ὅτι οἱ κακοῦργοι τῶν ἀνθρώπων [καὶ ἐξ αὐτῶν τῶν προσώπων] καὶ ἐξ ἀπροόπτου δῆλοί εἰσιν.