Friday, November 13, 2015

Μέρη τῆς ἡμέρας

Fourtimes
Τὰ  τῆς ἡμέρας μέρη κατὰ τὸν Γουλιέλμον Χόγκαρθ.
 Ἄνω, ἐξ εὐωνύμων· ἡ ἕως. Ἄνω, ἐκ δεξιῶν· ἡ μεσημβρία.
Κάτω, ἐξ ἀριστερῶν· ἡ ἑσπέρα. Κάτω, ἐκ δεξιῶν· ἡ νύξ.
Ἐν τῇ ἑνδεκάτῃ ἠχωγραφῇ ἀκούομεν πῶς τὰ τῆς ἡμέρας μέρη καλεῖται. Οὐ δ'ἐν τῇ Λονδίνῃ τῆς Βρεταννίας, ἀλλ' ἐν ταῖς Ἀθῆναις τῆς Ἑλλάδος. 

Ἀνάγνωσις τοῦ ια' διδάγματος


ἐξ ἑωθινοῦ.
ἐξ ἕω.
ἕωθεν εὐθύς.
φῶς ἐστιν.
ἕωθεν.
αὔριον ἕωθεν.
ἐν μεσημβρίᾳ.
πρὸ μεσημβρίας.
μετὰ μεσημβρίαν.
σκότος γίγνεται.
ἐν (τῷ) σκότῳ.
εἰς ἑσπέραν.
τῆς ἑσπέρας.
ἑσπέρας.
νύκτωρ ὀψέ.
δι’ ἡμέρας.
ὅλην τὴν νύκτα.
τῇδε τῇ ἡμέρᾳ -- τήμερον
χθές, ἐχθές.
αὔριον.
ἕνης, εἰς ἕνην.
τρίτην ἡμέραν (νεωστί.)

2 comments:

  1. χάριν ἔχω σοί, ὦ Βεδεῦρε. εὖγε. ὅμως δὲ 1) ποθῶ τῷ «ὀψέ» ἐναντίον, τοῦτ’ ἔστιν, τὸ «πρωί». 2) ἡ λέξις «ἕνης (ἡμέρας), εἰς ἕνην» λαμβάνει, ὡς ἐμοὶ δοκεῖ, τὸ ψυλόν πνεῦμα, οὐ τὸ δασύ (ἔνης). Ἔρρωσθε.

    ReplyDelete
  2. Χαῖρε, ὦ Μιχαὴλ Ἄγγελε. Καλὸν δὴ ὄνομά ἐστί σοι. Κατὰ δὲ τὸ λεξικὸν τὸ πνεῦμα δεῖ εἶναι δασύ·

    http://www.perseus.tufts.edu/hopper/text?doc=Perseus%3Atext%3A1999.04.0057%3Aentry%3De(%2Fnos

    Ὁμολογῶ δέ σοι· τὸ πρωὶ ἐναντίον ἐστὶ τὸ ὀψέ. Χαρὶν δὲ ἔχω σοι. Ἐὰν ἁμαρτήματα εὕρῃς, γνώρισόν με, ἀντιβολῶ.
    Ἔρρωσο.

    ReplyDelete

Γράψετε μόνον ἑλληνιστί, παρακαλῶ.