Sunday, November 29, 2015

Δεῦρ' ἐλθέ!

Miruku, come here! (8730765020)
Δεῦρ' ἔλθε, κυνίδιον.
Ἐν τῷ δεκάτῳ καὶ ἑβδόμῳ διδάγματι ἀκούομέν τινος καλοῦντος ἕτερον. Ὁ μὲν πρῶτον προσέρχεται, ἔπειτα δὲ φροῦδός ἐστιν - τοῦτ'ἔστι πρὸ ὁδοῦ - εἰς τὸ κουρεῖον, ὅπου ὁ κορεὺς κείρει τὰς τρίχας τε καὶ ξυρεῖ τοὺς πώγωνας.

Ἀνάγνωσις τοῦ ιζ' διδάγματος


δεῦρ’ ἐλθέ!
ἐλθὲ δεῦρο!
χώρει δεὖρο!
βάδιζε δεῦρο, ὡς ἐμέ!
ἥκεις ὥσπερ κατὰ θεῖον.
πόθεν ἥκεις;
ἀτὰρ πόθεν ἥκεις ἐτεόν;
ἐκ Μυλλέρου ἔρχομαι.
εἴσιθι ἅμ’ ἐμοί.
δέομαί σου παραμεῖναι ἡμῖν.
ἀλλ’ οὐχ οἷόν τε!
ποῖ βαδίζεις;
οὐ παραμενεῖς;
οὐ σ’ ἀφήσομεν.
βούλομαι εἰς τὸ κουρεῖον.
οὐκ ἀφήσομέν σε μὰ ∆ία οὐδέποτε.
μέθεσθέ μου!
ἴτε δεῦρ’ ὡς ἐμὲ ταχέως.
εἰς ἑσπέραν ἥξω.
φροῦδός ἐστιν.
ποῖ γὰρ οἴχεται;
εἰς τὸ κουρεῖον οἴχεται.
οἴκαδ’ ἔρχεται.
ἀπίωμεν οἴκαδ’ αὖθις.
ἀπαντῆσαι αὐτοῖς βούλεται.
ξυνήντησεν αὐτῇ.
ποῖ ἀπαντησόμεθα;
ἐνθάδε.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.