Sunday, November 1, 2015

Ὑγίαινε!

Ferdinand-Victor-Eugène Delacroix - Hercules and Alcestis - Google Art Project
Ὁ Ἡρακλῆς φέρει τὴν ἀποτεθνηκυῖαν Ἄλκηστιν εἰς τὴν ταφὴν αὐτῆς. Ὥς φησιν ὁ Εὐριπίδης,  κούφα σοι χθὼν ἐπάνωθε πέσοι.
Ὅταν ἀναχωρῶμεν ἀπὸ τῶν φίλων, λέγομεν αὐτοῖς χαίρετε ἢ ὑγιαίνετε.  Οἱ μὲν πάλαι Ἕλληνες τοὺς θεοὺς ὑπὲρ τῶν φίλων ηὔχοντο. Οἱ δὲ Χριστιανοὶ εὔχονται τὴν Τριάδα. Ὅτὰν δὴ ἀποθάνωσιν οἱ φίλοι, οἱ ἀρχαῖοι ἔγραφον ἐπὶ τοῖς μνημείοις εὐχόμενοι μὴ τὴν γῆν βαρεῖαν γενέσθαι τοῖς νεκροῖς. 

Ἀνάγνωσις τοῦ δ’ διδάγματος



ὑγίαινε!
ἀλλ’ εἶμι, σὺ δ’ ὑγίαινε!
καὶ σύγε!
χαῖρε πολλά!
ἔμβαλέ μοι τὴν δεξιάν!
τοὺς θεοὺς εὔχομαί σοι διδόναι πολλὰ κἀγαθά.
τοὺς θεοὺς εὔχομαί σοι διδόναι ὑγίειαν καὶ σωτηρίαν καὶ ἀγαθὰ πολλά.
ἀλλὰ χαῖρε πολλὰ καὶ μέμνησό μου!
εἰς αὖθις!
ἴθι χαίρων!
ὑγίαινε!
εὐψύχει!
κούφα σοι χθὼν ἐπάνωθε πέσοι.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.