ἑαυτὸν παιδευόμενος

ἑαυτὸν παιδευόμενος

Friday, July 31, 2015

Τοξότου

Sidney Hall - Urania's Mirror - Sagittarius and Corona Australis, Microscopium, and Telescopium
Οἱ μὲν λέγουσιν τὸν Τοξότην εἶναι κένταυρόν τινα. Τοῦτο γὰρ καὶ ὁ ταύτης τῆς εἰκόνος γραφεὺς ἐνόμιζεν. Οἱ δὲ οἴονται  οὐδέποτε οὐδαμῶς τοὺς κενταύρους τοξεύειν. Καὶ δὴ καὶ ὁ Τοξότης οὐκ ἔχει τέσσαρας ἀλλὰ μόνον δύο σκέλη ἱππικά. Κέρατα δὲ δύο πρέπει ἐπὶ τῇ κεφαλῇ αὐτοῦ.

Mousai Helikon Staatliche Antikensammlungen Schoen80 n1
Ἦν γὰρ  τῷ Τοξότῃ ὄνομα Κρότος, ὃς   ἐν  τῷ ῾Ελικῶνι  ὄρει μετὰ τῶν Μουσῶν ᾤκει, θηρευτής σὺν τῷ τόξῳ ὤν. Ἡ δὲ μήτηρ αὐτοῦ,  ἡ Εὐφήμη, ταῖς Μούσαις ἦν τροφός. Θεᾶσθε δ'ἐπὶ ταύτῃ τῇ ληκύθῳ  Μοῦσαν καθημένην τε ἐπὶ τῷ  ῾Ελικῶνι καὶ κιθαρίζουσαν.

Applauding hands
Ἐπειδὰν δ'αἱ Μοῦσαι τὰς ᾠδὰς τελέσωσιν, ὁ Κρότος τὰς χεῖρας ἐκρότει ἐπαινῶν αὐτάς. Διὰ τοῦτο αἱ Μοῦσαι χάριν ἔχουσαι παρεκάλεσαν τὸν Δία ὅπως  σημεῖόν τι τοῦ Κρότου ἐν τοῖς ἄστροις θείη. 
 Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Οὗτός ἐστιν ὁ Τοξότης, ὃν οἱ πλεῖστοι λέγουσι Κένταυρον εἶναι, ἕτεροι δ' οὔ φασι διὰ τὸ μὴ τετρασκελῆ αὐτὸν ὁρᾶσθαι, ἀλλ' ἑστηκότα καὶ τοξεύοντα· Κενταύρων δὲ οὐδεὶς τόξῳ κέχρηται· οὗτος δ' ἀνὴρ ὢν σκέλη ἔχει ἵππου καὶ κέρκον καθάπερ οἱ Σάτυροι· διόπερ αὐτοῖς ἀπίθανον ἐδόκει εἶναι, ἀλλὰ μᾶλλον Κρότον τὸν Εὐφήμης τῆς τῶν Μουσῶν τροφοῦ υἱόν· οἰκεῖν δ' αὐτὸν καὶ διαιτᾶσθαι ἐν τῷ ῾Ελικῶνι· ὃν καὶ αἱ Μοῦσαι τὴν τοξείαν εὑράμενον τὴν τροφὴν ἀπὸ τῶν ἀγρίων ἔχειν ἐποίησαν, καθάπερ φησὶ Σωσίθεος· συμμίσγοντα δὲ ταῖς Μούσαις καὶ ἀκούοντα αὐτῶν ἐπισημασίαις ἐπαινέσαι κρότον ποιοῦντα· τὸ γὰρ τῆς φωνῆς ἀσαφὲς ἦν ὑπὸ ἑνὸς κρότου σημαινόμενον, ὅθεν ὁρῶντες τοῦτον καὶ οἱ ἄλλοι ἔπραττον τὸ αὐτό· διόπερ αἱ Μοῦσαι δόξης χάριν τυχοῦσαι τῇ τούτου βουλήσει ἠξίωσαν τὸν Δία ἐπιφανῆ αὐτὸν ποιῆσαι ὅσιον ὄντα, καὶ οὕτως ἐν τοῖς ἄστροις ἐτέθη τῇ τῶν χειρῶν χρήσει, τὴν τοξείαν προσλαβὼν σύσσημον· ἐν δὲ τοῖς ἀνθρώποις ἔμεινεν ἡ ἐκείνου πρᾶξις· ὅ ἐστι καὶ <τὸ> πλοῖον αὐτοῦ μαρτύριον ὅτι ἔσται σαφὴς οὐ μόνον τοῖς ἐν χέρσῳ ἀλλὰ καὶ τοῖς ἐν πελάγει. διόπερ οἱ γράφοντες αὐτὸν Κένταυρον διαμαρτάνουσιν. ῎Εχει δ' ἀστέρας ἐπὶ τῆς κεφαλῆς β, ἐπὶ τοῦ τόξου β, ἐπὶ τῆς ἀκίδος β, ἐπὶ τοῦ δεξιοῦ ἀγκῶνος α, <ἐπ'> ἄκρας χειρὸς α, ἐπὶ τῆς κοιλίας λαμπρὸν α, <ἐπὶ> ῥάχεως β, <ἐπὶ> κέρκου α, ἐπ' ἐμπροσθίου γόνατος α, ἐφ' ὁπλῆς α, <ἐπ' ὀπισθίου γόνατος α>· τοὺς πάντας ιε· τοὺς δὲ λοιποὺς ζ ἀστέρας ὑπὸ τὸ σκέλος· ὅμοιοι δέ εἰσι τῶν ὀπισθίων μὴ δεικνυμένων ὅλων φανερῶν.

Friday, July 24, 2015

Αἰγόκερω

Jakob Jordaens 006
Φασὶν τοῦτον μὲν εἶναι τὸν τοῦ Αἰγίπανος υἱόν, εἶναι δ'αὐτῷ μητέρα τὴν αἶγα, ὑπὸ ἧς καὶ  ὁ Ζεὺς ἐτράφη. 
Sound-producers - conches, whistles, water-whistles, children whistles, Museum of Greek Folk Musical Instruments
Τοῦ δὲ Διὸς τοὺς Τιτᾶνας μαχομένου, ὁ Αἰγόκερως, εὑρὼν τὸν κόχλον, φθεγξάμενος  ἐφόβησε  φόβῳ πανικῷ τοὺς πολεμίους. Ἐν δὲ ταύτῃ τῇ εἰκόνι δύο παλαιοὶ Ἑλληνικοὶ κόχλοι πάρεισι μετ' ἄλλων μουσικῶν σκευῶν.

Sidney Hall - Urania's Mirror - Capricornus
Ἐπειδὴ ὁ κόχκος ἐκ τῆς θαλάσσης ἐξῆλθεν, ὁ  Ζεύς, χάριν τῷ  Αἰγοκέρῳ εἰδώς, ἀνέθηκε τὸ εἴδωλον ἐν τοῖς  ἀστράσιν ἔχον οὐρὰν ὡσεὶ ἰχθύος. 

 Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Οὗτός ἐστι τῷ εἴδει ὅμοιος τῷ Αἰγίπανι· ἐξ ἐκείνου δὲ γέγονεν· ἔχει δὲ θηρίου τὰ κάτω μέρη καὶ κέρατα ἐπὶ τῇ κεφαλῇ· ἐτιμήθη δὲ διὰ τὸ σύντροφον εἶναι τῷ Διί, καθάπερ Ἐπιμενίδης ὁ τὰ Κρητικὰ ἱστορῶν φησίν, ὅτι ἐν τῇ ῎Ιδῃ συνῆν αὐτῷ, ὅτε ἐπὶ τοὺς Τιτᾶνας ἐστράτευσεν. οὗτος δὲ δοκεῖ εὑρεῖν τὸν κόχλον, ἐν ᾧ τοὺς συμμάχους καθώπλισε διὰ τὸ τοῦ ἤχου Πανικὸν καλούμενον, ὃ οἱ Τιτᾶνες ἔφυγον· παραλαβὼν δὲ τὴν ἀρχὴν <ὁ Ζεὺς> ἐν τοῖς ἄστροις αὐτὸν ἔθηκε καὶ τὴν αἶγα τὴν μητέρα. διὰ δὲ τὸν κόχλον ἐν τῇ θαλάσσῃ <εὑρεῖν> παράσημον ἔχει ἰχθύος <οὐράν>. ῎Εχει δ' ἀστέρας ἐφ' ἑκατέρου κέρατος α, <ἐπὶ τοῦ μυκτῆρος α> λαμπρόν, ἐπὶ τῆς κεφαλῆς β, <ὑπὸ> τράχηλον α, <ἐπὶ> στήθους β, <ἐπ'> ἐμπροσθίου ποδὸς α, <ἐπ' ἄκρου ποδὸς α, ἐπὶ> ῥάχεως ζ, <ἐπὶ> γαστρὸς ε, <ἐπ'> οὐρᾶς β λαμπρούς· τοὺς πάντας κδ.

Saturday, July 18, 2015

Ὑδροχόου

Ganymedes Zeus MET L.1999.10.14
Φασὶν τοῦτον εἶναι τὸν Γανυμέδην, τὸν τῶν θεῶν οἰνόχοον, ἀνενεχθέντα  δὶα τὸ κάλλος ἐπὶ τὸν Ὄλυμπον.  Εἰκασμένος δ' ἐστὶ  ἐπὶ ταύτῃ τῇ κάλυκι ἐκχέων σπονδὴν πρὸ τοῦ Διός. Ὁ δὲ Γανυμήδης καὶ τοῖς ἀνθρώποις ἔδωκεν χέας  τὴν τῶν θεῶν ἀμβροσίαν. 

Sidney Hall - Urania's Mirror - Aquarius, Piscis Australis & Ballon Aerostatique
Ἐν δὲ ταύτῃ τοῦ ἀστερισμοῦ εἰκόνι φαίνεται γέρων εἶναι. 

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Οὗτος δοκεῖ κεκλῆσθαι ἀπὸ τῆς πράξεως Ὑδροχόος. ἔχων γὰρ ἕστηκεν οἰνοχόην καὶ ἔκχυσιν πολλὴν ποιεῖται ὑγροῦ. λέγουσι δέ τινες αὐτὸν εἶναι τὸν Γανυμήδην, ἱκανὸν ὑπολαμβάνοντες σημεῖον εἶναι τὸ ἐσχηματίσθαι τὸ εἴδωλον οὕτως ὥσπερ ἂν οἰνοχόον χέειν. ἐπάγονται δὲ καὶ τὸν ποιητὴν μάρτυρα, διὰ τὸ λέγειν αὐτὸν ὡς ἀνεκομίσθη οὗτος πρὸς τὸν Δία κάλλει ὑπερενέγκας ἵνα οἰνοχοῇ, ἄξιον κρινάντων αὐτὸν τῶν Θεῶν, καὶ ὅτι τέτευχεν ἀθανασίαν τοῖς ἀνθρώποις ἄγνωστον οὖσαν· ἡ δὲ γινομένη ἔκχυσις εἰκάζεται τῷ νέκταρι ὃ καὶ ὑπὸ τῶν Θεῶν πίνεται, εἰς μαρτύριον τῆς εἰρημένης πόσεως τῶν Θεῶν ὑπολαμβάνοντες τοῦτο εἶναι. ῎Εχει δ' ἀστέρας ἐπὶ τῆς κεφαλῆς ἀμαυροὺς β, ἐφ' ἑκατέρων ὤμων α, ἀμφοτέρους μεγάλους, ἐφ' ἑκατέρῳ ἀγκῶνι α, ἐπ' ἄκρας χειρὸς δεξιᾶς λαμπρὸν α, ἐφ' ἑκατέρου μαστοῦ α, ὑπὸ τοὺς μαστοὺς ἑκατέρωθεν α, <ἐπ'> ἀριστεροῦ ἰσχίου α, <ἐφ'> ἑκατέρου γόνατος α, <ἐπὶ> δεξιᾶς κνήμης α, ἐφ' ἑκατέρῳ ποδὶ α· <τοὺς πάντας ιζ>· ἡ δὲ ἔκχυσις τοῦ ὕδατός ἐστιν ἐξ ἀστέρων λα ἔχουσα ἀστέρας β, οἵ εἰσι λαμπροί.

Saturday, July 11, 2015

Περὶ τοῦ Ὄρνιθος / Κύκνου

Ramnous003
Τούτῳ τῷ παλαιῷ τῆς Ἀττικῆς δήμῳ ὄνομά ἐστι Ῥαμνοῦς. Πολλαὶ γὰρ ῥάμνοι ἦσαν ἐν τῷ Ῥαμνοῦντι. Ἐκεῖ  δὲ Νέμεσις, καλὴ παρθένος οὖσα,  ᾠκει.
 Φεύγουσα μὲν ἀπὸ τοῦ Διὸς ἐρῶντος, ἡ Νέμεσις μετεμορφώθη εἰς κύκνον. Ὁ δὲ Ζεύς, κυκνὸς αὐτὸς γενόμενος, συνέμιξε τότε αὐτῇ. 

NAMA 19447 Birth of Helen 1
Ἡ οὖν Νέμεσις οὐκ ἔτεκε βρέφος ἀλλὰ ᾠόν, ἐξ οὗ ἐγεννήθη ἡ καλλίστη πασῶν τῶν γυναικῶν, ἡ Ἑλένη. Ὁρᾶτε δὲ ἐν τῇ τούτου τοῦ κώθωνος δεξιᾷ τὴν μικρὰν Ἑλένην ἐκ τοῦ ᾤου ἐξιοῦσαν, τοῦ Διὸς ὑπερπετομένου αἐτῷ ἐοικότος. 
Sidney Hall - Urania's Mirror - Lacerta, Cygnus, Lyra, Vulpecula and Anser
Καὶ ὁ Ζεὺς ἔθηκε τὸν τοῦ ὄρνιθος τύπον ἐν τοῖς ἄστροις. Ὁ δὲ κύκνος φαίνεται ἱπταμένος.
Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Περὶ τοῦ Ὄρνιθος Οὗτος ὁ μέγας καλεῖται, ὃν Κύκνῳ εἰκάζουσιν· τούτῳ Ζεὺς ὁμοιωθεὶς κατέπτη εἰς Ῥαμνοῦντα τῆς Ἀττικῆς, κἀκεῖ Νέμεσιν ἔφθειρεν· ἐκείνη δὲ ᾠὸν ἔτεκεν, ἐξ οὗ γεννηθῆναι, ὡς Κρατῖνος ἱστόρησε, τὴν Ἑλένην· διὰ δὲ τὸ μὴ μεταμορφωθῆναι ἀλλ' οὕτως εἰς οὐρανὸν ἀναπτῆναι τὸν τύπον τοῦ κύκνου ἔχοντα τοῦτον καὶ ἔθηκεν ἐπὶ τῶν ἄστρων διιπτάμενον. Κύκνου Οὗτός ἐστιν ὁ καλούμενος μέγας, ὃν κύκνῳ εἰκάζουσιν· λέγεται δὲ τὸν Δία ὁμοιωθέντα τῷ ζῴῳ τούτῳ Νεμέσεως ἐρασθῆναι, ἐπεὶ αὐτὴ πᾶσαν ἤμειβε μορφήν, ἵνα τὴν παρθενίαν φυλάξῃ, καὶ τότε κύκνος γέγονεν· οὕτω καὶ αὐτὸν ὁμοιωθέντα τῷ ὀρνέῳ τούτῳ καταπτῆναι εἰς Ῥαμνοῦντα τῆς Αττικῆς, κἀκεῖ τὴν Νέμεσιν φθεῖραι· τὴν δὲ τεκεῖν ᾠόν, ἐξ οὗ ἐκκολαφθῆναι καὶ γενέσθαι τὴν Ἑλένην, ὥς φησι Κρατῖνος ὁ ποιητής. καὶ διὰ τὸ μὴ μεταμορφωθῆναι αὐτόν, ἀλλ' οὕτως ἀναπτῆναι εἰς τὸν οὐρανόν, καὶ τὸν τύπον τοῦ κύκνου ἔθηκεν ἐν τοῖς ἄστροις· ἔστι δὲ ἱπτάμενος οἷος τότε ἦν. ῎Εχει δὲ ἀστέρας ἐπὶ μὲν τῆς κεφαλῆς λαμπρὸν α, ἐπὶ τοῦ τραχήλου λαμπρὸν α, ἐπὶ τῆς δεξιᾶς πτέρυγος ε, <ἐπὶ τῆς ἀριστερᾶς ε>, ἐπὶ τοῦ σώματος α, ἐπὶ τοῦ ὀρθοπυγίου α, ὅς ἐστι μέγιστος· <τοὺς πάντας ιδ>.

Friday, July 3, 2015

<Π>ερὶ τῆς Λύρας

DSC00355 - Orfeo (epoca romana) - Foto G. Dall'Orto
Ὁ Ἑρμὴς ἐποίησε τὴν λύραν παρασκευάσας τῇ τε χελώνῃ  καὶ ταῖς τοῦ Ἀπόλλωνος βουσίν. Ὁ δὲ Ἀπόλλων ἔδωκεν αὐτὴν τῷ Ὀρφεῖ, τῷ τῆς Μούσης Καλλιόπης υἱῷ. Οὕτως   ᾔδον ὁ Ὀρφεὺς ὥσπερ οὐ μονον οἱ ἄνθρωποι ἐπέμενον ἀκουούντες αὐτοῦ, ἀλλὰ καὶ πάντα τὰ ζῷα.
Getty Villa - Collection (5305291226)
Ὁ δ'Ὀρφεὺς πολὺ ἐτίμα τὸν μὲν Ἀπόλλωνα ὡς φαινόμενον τὸν ἣλιον, τὸν δὲ Διόνυσον οὔ. Προσεδόκα μὲν ὁ Ὀρφεὺς τὴν τοῦ ἡλίου ἀνατολὴν ἐπὶ τοῦ Παγγαίου ὄρους. Ὁ δὲ Διόνυσος, φθόνος ὤν, ἐκέλευσε τὰς Μαινάδας ἀποκτεῖναι αὐτόν.
Nymphs finding the Head of Orpheus
Ἔπειτα τὰ μὲν τοῦ ταλαιπώρου Ὀρφέως μέλη διεσπάσθη ὑπὸ ἐκείνων τῶν κακῶν γυναικῶν. Αἱ δὲ Μοῦσαι, συλλέξασαι, ἐν ταφῇ πενθοῦσαι κατέθηκαν αὐτά.

Sidney Hall - Urania's Mirror - Lacerta, Cygnus, Lyra, Vulpecula and Anser
Ὁ δὲ Ζεὺς λαβὼν τὴν  λύραν ἐν τοῖς ἄστροις ἀνέστηκεν ἵνα μνημεῖον τῷ Ὀρφεῖ εἴη. Ὥσπερ γὰρ ὁ Ὀρφεὺς ἀπέθανεν, οὕτως ὁ αστερισμὸς αὐτοῦ δύεται.

Ἀνάγνωσις τῶν ὑπὸ τοῦ Ψευδο-Ἐρατοσθένου γεγραμμένων

Αὕτη ἐνάτη κεῖται καί ἐστι Μουσῶν· κατασκευάσθη δὲ τὸ μὲν πρῶτον ὑπὸ Ἑρμοῦ ἐκ τῆς χελώνης καὶ τῶν Ἀπόλλωνος βοῶν· ἔσχε δὲ χορδὰς ἑπτὰ ἢ ἀπὸ τῶν ζ πλανητῶν ἢ τῶν Ἀτλαντίδων· μετέλαβε δ' αὐτὴν Ἀπόλλων καὶ συναρμοσάμενος ᾠδὴ<ν Ὀρφεῖ> παρέδωκεν, <ὃς Καλλιόπης υἱὸς ὤν>, μιᾶς τῶν Μουσῶν, ἐποίησε τὰς χορδὰς <ἐννέα> ἀπὸ τοῦ τῶν Μουσῶν ἀριθμοῦ καὶ προήγαγεν ἐπὶ πλέον <ἐν> τοῖς ἀνθρώποις [οὕτω] δοξαζόμενος οὕτως ὥστε <καὶ ὑπόληψιν> ἔχειν περὶ αὐτοῦ τοιαύτην, ὅτι καὶ τὰς πέτρας καὶ τὰ θηρία ἐκάλειν διὰ τῆς ᾠδῆς· διὰ δὲ τὴν γυναῖκα εἰς Ἃιδου καταβὰς καὶ ἰδὼν τὰ ἐκεῖ οἷα ἦν τὸν μὲν Διόνυσον οὐκ ἐτίμα, ὑφ' οὗ ἦν δεδοξασμένος, τὸν δὲ Ἣλιον μέγιστον τῶν Θεῶν ἐνόμισεν, ὃν καὶ Ἀπόλλωνα προσηγόρευσεν· ἐπεγειρόμενός τε τὴν νύκτα κατὰ τὴν ἑωθινὴν ἐπὶ τὸ ὄρος τὸ καλούμενον Πάγγαιον <ἀνιὼν> προσέμενε τὰς ἀνατολάς, ἵνα ἴδῃ <τὸν Ἣλιον> πρῶτον· ὅθεν ὁ Διόνυσος ὀργισθεὶς αὐτῷ ἔπεμψε τὰς Βασσαρίδας, ὥς φησιν Αἰσχύλος ὁ τῶν τραγῳδιῶν ποιητής· αἳ διέσπασαν αὐτὸν καὶ τὰ μέλη ἔῥῥιψαν χωρὶς ἕκαστον· αἱ δὲ Μοῦσαι συναγαγοῦσαι ἔθαψαν ἐπὶ τοῖς καλουμένοις Λειβήθροις. <τὴν δὲ λύραν οὐκ ἔχουσαι ὅτῳ δώσειν τὸν Δία ἠξίωσαν καταστερίσαι, ὅπως ἐκείνου τε καὶ αὐτῶν μνημόσυνον τεθῇ ἐν τοῖς ἄστροις>· τοῦ δ' ἐπινεύσαντος οὕτως ἐτέθη· ἐπισημασίαν δὲ ἔχει ἐπὶ τῷ ἐκείνου <συμπτώματι δυομένη καθ' ὥραν>. Ἔχει δ' ἀστέρας ἐπὶ τῶν κτενῶν ἑκατέρων ὤμων ἕνα· ἐφ' ἑκάστου πήχεως ἕνα· ἐπ' ἀκρότητι ὁμοίως ἕνα· ἐφ' ἑκατέρων ὤμων ἕνα· ἐπὶ ζυγοῦ ἕνα· ἐπὶ τοῦ πυθμένος ἕνα, λευκὸν καὶ λαμπρόν· τοὺς πάντας ἐννέα.