Sunday, November 1, 2015

Ἀντιβολῶ!

Julien de Parme Giove e Teti 1776
Ὦ πάππα φίλτατε, φησὶν ἡ Θέτις τῷ Διί, χάρισαί μοι, ἀντιβολῶ.
Ἆρα διψῆτε ἢ χρῄζετέ τινος  ἢ ὁ Ἀγαμέμνων ἀδικεῖ τὸ τέκνον ὑμῶν; Τί λέγομεν ὅταν βουλώμεθά τι ἀπό τινος; Ἀκούσατε οὖν τὸ πέμπτον δίδαγμα.

Ἀνάγνωσις τοῦ ε’ διδάγματος


συγγνώμην ἔχε!
σύγγνωθί μοι!
ἐστὶ τὸ ἐμόν. ἀλλὰ δός μοι, ἀντιβολῶ!
δός μοι πρὸς τῶν θεῶν!
πρὸς τοῦ ∆ιός, ἀντιβολῶ σε!
πρὸς πάντων θεῶν!
ἀλλὰ μένε καὶ μὴ ἄλλως ποίει!
χάρισαί μοι!
ἀλλὰ χάρισαι ἡμῖν!
χάρισαι βραχύ τί μοι!
τί σοι χαρίσωμαι;
βούλει μοι δοῦναι;
χαριοῦμαί σοι τοῦτο.
ταῦτα!
φθόνος οὐδείς!
οὐ δῆτα γενναίως τοῖς ἄλλοις ἐρεῖς;
εἰπὲ δῆτ' αὐτῷ πρὸς τῶν θεῶν!
βούλει ἐγχέω σοι πιεῖν;

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.