Sunday, November 8, 2020

Περὶ στάσεων

 
Aristotle Altemps Inv8575
Ἀριστοτέλης

Οὐ τολμῶν τάδε γράψαι ἐν τῇ ἀγορᾷ, ἐπέμψα πρὸς φίλον μου διὰ ἐπιστολῆς ·
   
κινοῦσι δὲ τὰς πολιτείας ὁτὲ μὲν διὰ βίας ὁτὲ δὲ δι᾽ ἀπάτης, διὰ βίας μὲν ἢ εὐθὺς ἐξ ἀρχῆς ἢ ὕστερον ἀναγκάζοντες. [10] καὶ γὰρ ἡ ἀπάτη διττή. ὁτὲ μὲν γὰρ ἐξαπατήσαντες τὸ πρῶτον ἑκόντων μεταβάλλουσι τὴν πολιτείαν, εἶθ᾽ ὕστερον βίᾳ κατέχουσιν ἀκόντων, οἷον ἐπὶ τῶν Τετρακοσίων τὸν δῆμον ἐξηπάτησαν φάσκοντες τὸν βασιλέα χρήματα παρέξειν πρὸς τὸν πόλεμον τὸν πρὸς Λακεδαιμονίους, ψευσάμενοι [15] δὲ κατέχειν ἐπειρῶντο τὴν πολιτείαν: ὁτὲ δὲ ἐξ ἀρχῆς τε πείσαντες καὶ ὕστερον πάλιν πεισθέντων ἑκόντων ἄρχουσιν αὐτῶν. 

Οὕτω μὲν ὁ Ἀριστοτέλης, ὅ τι δὲ γενήσεται ἐν τῇ ἡμετέρᾳ πολιτείᾳ, οὐκ οἶδα. Ὅτι γὰρ μάλιστα ἐξαπατῶσί τε καὶ ψεύδονται οἱ πονηροὶ οἱ τῆς σήμερον πειθόμενοι τοὺς πολλούς. 

Ὁ δὲ σοφὸς φίλος μου ἀποκρινάμενος εἶπεν ὅτι 
περιγενησόμεθα τὰ κακὰ τῆς τύχης μόνον τῷ ἀγαθοὶ ἀνδρὲς εἶναι καὶ τῷ θεῷ πιστεύειν.
"ὁτὲ δὲ ἐξ ἀρχῆς τε πείσαντες καὶ ὕστερον πάλιν πεισθέντων ἑκόντων ἄρχουσιν αὐτῶν."
μὴ τοῦτο γένηται!

Thursday, July 23, 2020

Χαίρετε

r/AncientGreek - Χαίρετε.
Ἀσπάζομαι ὑμᾶς, ὦ φιλέλληνες, ἐν τοῖς Σελιανιτίκοις ὤν. Ἐνταῦθα γὰρ γίγνεται σύνοδος ᾗ διαλεγόμεθα περὶ ποιητῶν λυρικῶν χρώμενοί γε τῇ ἀρχαίᾳ Ἑλληνικῇ γλώσσῃ.
r/AncientGreek - Χαίρετε.
Ὁ κῆπος τῶν Μουσῶν εν τῷ Ἑλληνικῷ Εἰδυλλίῳ.