Saturday, March 28, 2015

<Π>ερὶ τοῦ Βοώτου τοῦ καὶ Ἀρκτοφύλακος

Lykaion looking East
Οὗτός ἐστιν ὁ ἀστερισμὸς τοῦ Ἀρκάδος, ὅς ἦν τῆς Καλλιστοῦ  καὶ τοῦ Διὸς  υἱός. Ὁ δ' Ἀρκὰς ᾤκει περὶ τὸ Λύκαιον ὄρος, ὅπου ἦν τὸ  Λύκαιον ἱερόν. 
Jan Cossiers - Júpiter y Licaón
Ὁ δὲ Λυκάων, ὁ πάππος τοῦ Ἀρκάδος, ἀποκτείνας τε τὸν παῖδα καὶ ὀπτήσας αὐτόν, προήνεγκε τὸ κρέας τῷ Διί, ξένῳ τοῦ Λυκάονος ὄντι. Ἐπειδὴ ὁ Ζεὺς τοῦτο συνῆκε, μάλα ὀργισθεὶς μετέβαλε μὲν τὸν Λυκάονα εἰς λύκον, κατέκαυσε δὲ κεραυνοῖς τὴν οἰκίαν αὐτοῦ. Μετὰ τοῦτο, ὁ τῶν θεῶν βασιλεὺς ἀνέπλασε τὸν ταλαίπωρον παῖδα. 
Sidney Hall - Urania's Mirror - Bootes, Canes Venatici, Coma Berenices, and Quadrans Muralis
Ὁ δὲ Ἀρκάς, νεανίας γεγονώς, ἔγημεν ἄκων τὴν μητέρα. Ἔπειτα οἱ τὴν χώραν οἰκοῦντες ἤθελον κατὰ τοὺς νομούς θύειν αὐτούς ὡς ἱερὰ τοῖς θεοῖς, ὁ  Ζεὺς εἰς τοὺς οὐρανοὺς ἀνέθηκεν αὐτούς. 


<Π>ερὶ τούτου λέγεται ὅτι Ἀρκάς ἐστιν ὁ Καλλιστοῦς καὶ Διὸς γεγονώς, ᾤκησε δὲ περὶ τὸ Λύκαιον φθείραντος αὐτὴν Διός· οὗ προσποιησάμενος ὁ Λυκάων τὸν Δία ἐξένιζεν, ὥς φησιν Ἡσίοδος, καὶ τὸ βρέφος κατακόψας, παρέθηκεν ἐπὶ τὴν τράπεζαν· ὅθεν ἐκείνην μὲν ἀνατρέπει, ἀφ' οὗ ἡ Τραπεζοῦς καλεῖται πόλις, τὴν δὲ οἰκίαν ἐκεραύνωσε, τὸν δὲ Λυκάονα ἀπεθηρίωσε καὶ αὐτὸν λύκον ἐποίησε· τὸν δὲ Ἀρκάδα πάλιν ἀναπλάσας ἔθηκεν ἄρτιον· καὶ ἐτράφη παρ' αἰπόλῳ· νεανίσκος δ' ὢν ἤδη δοκεῖ καταδραμεῖν εἰς τὸ Λύκαιον καὶ ἀγνοήσας τὴν μητέρα γῆμαι· οἱ δὲ κατοικοῦντες τὸν τόπον ἀμφοτέρους κατὰ νόμον θύειν ἔμελλον· ὁ δὲ Ζεὺς ἐξελόμενος αὐτοὺς διὰ τὴν συγγένειαν εἰς τὰ ἄστρα ἀνήγαγεν. Ἔχει δ' ἀστέρας ἐπὶ μὲν τῆς δεξιᾶς χειρὸς δ, οἳ οὐ δύνουσιν, ἐπὶ δὲ τῆς κεφαλῆς λαμπρὸν α, ἐφ' ἑκατέρων τῶν ὤμων λαμπρὸν α, ἐπὶ τῶν μαστῶν ἑκατέρων α, λαμπρὸν τὸν ἐπὶ τοῦ δεξιοῦ καὶ ὑπ' αὐτὸν α ἀμαυρόν, καὶ ἐπὶ τοῦ ἀγκῶνος <δεξιοῦ> α λαμπρόν, ἀνὰ μέσον τῶν γονάτων α λαμπρότατον, ὃς δὴ Ἀρκτοῦρος καλεῖται, ἐφ' ἑκατέρῳ ποδὶ λαμπρὸν α· <τοὺς πάντας ιδ>.

Friday, March 27, 2015

Περὶ τῆς τοῦ Χριστοῦ μιμήσεως βιβλία τέσσαρα

Thomas von Kempen JS.jpg
Θωμᾶς ὁ Κεμπήσιος 
Τὰ περὶ τῆς τοῦ Χριστοῦ μιμήσεως βιβλία τέσσαρα γεγραμμένα εἰσὶν ὑπὸ Θωμᾶ τοῦ Κεμπησίου ἐν τῷ ἔτει ͵αυιη ʹ. Ὁ δὲ Θωμᾶς ἦν Γερμανικὸς μοναχὸς  γεννηθεὶς μὲν ἐν τῷ  ἐνιαυτῷ ͵ατπ ʹ,  τελευτήσας δ' ἐν τῷ ͵αυοαʹ .  Ὡς δὲ τοὔνομα αὐτὸ δηλοῖ, τὸ περὶ τῆς τοῦ Χριστοῦ μιμήσεως  ἔργον ἐστὶν εἰσαγωγὴ εἰς τὴν πνευματικὴν ζωήν. Ἐπειδὴ πολλοὶ χριστιανοὶ ἐχρήαντο τούτῳ τῷ τεύχει, πολλαὶ ὑπάρχουσιν σήμερον αἱ μεταγραφαὶ αὐτοῦ. Αὑτὴ οὖν ἡ ἔκδοσις  ἔχει  τήν τε Ῥωμαϊκὴν γραφὴν καὶ τὰς  μεταγραφὰς τὰς ἐν ἕξ γλώτταις, αἵ εἰσιν δηλαδὴ ἡ Ἰταλικὴ καὶ ἡ Γαλλικὴ καὶ ἡ Σπανικὴ καὶ ἡ Γερμανικὴ καὶ ἡ Βρεταννικὴ καὶ ἡ Ἑλληνική. Τὰ  δὲ πολλὰ  ἐν τῷ τοῦ ἔργου τέλει ἀπογεγραμμένα σφάλματα διωρθώθη. Ὁ μὲν τῆς ἐκδόσεως ἐπιμελητὴς  ἐνόμιζεν ὅτι οὐ Τωμᾶς ὁ Κεμπήσιος ἄλλ' Ἰωάννης ὁ Γέρσεν ἔγραψε ταῦτα τὰ βιβλία. Οἱ  δὲ νῦν οὐχ ὁμολογοῦσι τούτῳ.

$17.50
χαρτόδετος βίβλος 

$30.00
σκληρόδετος  βίβλος 


Saturday, March 21, 2015

Σκορπίου

Οὗτος  ὁ μέγας σκορπίος ὑπὸ τῆς  Ἀρτέμιδος ἐκ  λόφου τινὸς τῆς Χίου νήσου ἀπεσταλμένος ἀπέκτεινε τὸν Ὠρίωνα, τὸν θηρευτήν, τὸν ὑβρίσαντα αὐτήν.

Sidney Hall - Urania's Mirror - Scorpio
Ὁ δὲ Ζεὺς εἰς μνήμην  τοῦτου τοῦ ἔργου  ἔθηκε τὸ εἶδος  ἐν τῷ οὐρανῷ. Οὕτως μέγας ἐστὶν ὁ σκορπίος, ὥστε κεῖσθαι ἐπὶ τῷ ἕκτῳ μέρει τοῦ κύκλου.  


Οὗτος διὰ τὸ μέγεθος εἰς δύο δωδεκατημόρια διαιρεῖται· καὶ τὸ μὲν ἐπέχουσιν αἱ χηλαί, θάτερον δὲ τὸ σῶμα καὶ τὸ κέντρον. τοῦτον, φασίν, ἐποίησεν Ἂρτεμις ἀναδοθῆναι <ἐκ> τῆς κολώνης τῆς Χίου νήσου, καὶ τὸν Ὠρίωνα πλῆξαι, καὶ οὕτως ἀποθανεῖν, ἐπειδὴ ἐν κυνηγεσίῳ ἀκόσμως αὐτὴν ἐβιάσατο· ὃν Ζεὺς ἐν τοῖς λαμπροῖς ἔθηκε τῶν ἄστρων, ἵν' εἰδῶσιν οἱ ἐπιγινόμενοι ἄνθρωποι τὴν ἰσχύν τε αὐτοῦ καὶ τὴν δύναμιν. ῎Εχει δὲ ἀστέρας ἐφ' ἑκατέρας χηλῆς β, ὧν εἰσιν οἱ μὲν πρῶτοι μεγάλοι, οἱ δὲ δεύτεροι ἀμαυροί, ἐπὶ δὲ τοῦ μετώπου <λαμπροὺς γ, ὧν ὁ μέσος λαμπρότατος, ἐπὶ τῆς ῥάχεως> λαμπροὺς γ, ἐπὶ τῆς κοιλίας β, ἐπὶ τῆς κέρκου ε, ἐπὶ τοῦ κέντρου β· προηγεῖται μὲν ἐν αὐτοῖς πάντων φαιδρότερος ὢν ὁ ἐπὶ τῆς βορείας χηλῆς λαμπρὸς ἀστήρ· <τοὺς πάντας ιθ>.

Saturday, March 14, 2015

Ὀφιούχου

Sidney Hall - Urania's Mirror - Taurus Poniatowski, Serpentarius, Scutum Sobiesky, and Serpens
Ὡς τοὔνομα σημαίνει,  ὁ Ὀφιοῦχος ἔχει ὄφιν ἐν ταῖς χειρσίν, Ἀσκληπιὸς ὁ ἔνδοξος ἰατρὸς ὤν. 

Esculape rend la vie à Hippolyte
 Ὁ  μὲν  Ἀσκληπιὸς οὕτως ἀγαθὸς ἦν ἰατρὸς ὥστε ἐκ τῶν νεκρῶν  Ἱππόλυτον  ἐγεῖραι.  Τοῦτο δὲ τοὔργον οὐκ ἤρεσε τοῖς θεοῖς, τοῖς ζηλοτύποις οὖσιν. 
OMGIALMOSTDIED
Διόπερ ὁ Ζεὺς καταβαλὼν κεραυνὸν ἐπὶ τὸν τοῦ Ἀσκληπιοῦ οἶκον ἀπέκτεινεν αὐτόν.Ἔπειτα δ' ἀνέθηκε  τὴν μορφὴν ἐν τῷ οὐρανῷ ἵνα τῷ Ἀπόλλωνι χαρίζοιτο.



Οὗτός ἐστιν ὁ ἐπὶ Σκορπίου ἑστηκώς, ἔχων ἐν ἀμφοτέραις χερσὶν [τὸν] ὄφιν· λέγεται δὲ εἶναι Ἀσκληπιός, ὃν Ζεὺς χαριζόμενος Ἀπόλλωνι εἰς τὰ ἄστρα ἀνήγαγεν· τούτου τέχνῃ ἰατρικῇ χρωμένου, ὡς καὶ τοὺς ἤδη τεθνηκότας ἐγείρειν, ἐν οἷς καὶ ἔσχατον Ἱππόλυτον τὸν Θησέως, καὶ τῶν Θεῶν δυσχερῶς τοῦτο φερόντων, εἰ αἱ τιμαὶ καταλυθήσονται αὐτῶν τηλικαῦτα ἔργα Ἀσκληπιοῦ ἐπιτελοῦντος, λέγεται τὸν Δία ὀργισθέντα κεραυνοβολῆσαι τὴν οἰκίαν αὐτοῦ, εἶτα διὰ τὸν Ἀπόλλωνα τοῦτον εἰς τὰ ἄστρα ἀναγαγεῖν· ἔχει δὲ ἐπιφάνειαν ἱκανὴν ἐπὶ τοῦ μεγίστου ἄστρου ὤν, λέγω δὴ τοῦ Σκορπίου, εὐσήμῳ τῷ τύπῳ φαινόμενος. ῎Εχει δ' ἀστέρας ἐπὶ τῆς κεφαλῆς λαμπρὸν α, ἐφ' ἑκατέρων τῶν ὤμων λαμπρὸν α, ἐπὶ τῆς ἀριστερᾶς χειρὸς γ, ἐπὶ τῆς δεξιᾶς δ, ἐφ' ἑκατέρων ἰσχίων α, ἐφ' ἑκατέρων γονάτων α, <ἐπὶ τῆς δεξιᾶς κνήμης α, ἐφ' ἑκατέρων ποδῶν α>, τὸν ἐπὶ τοῦ δεξιοῦ [ποδὸς] λαμπρότερον α· τοὺς πάντας ιζ· τοῦ δὲ Ὂφεως ἐπ' ἄκρας κεφαλῆς β.

Thursday, March 12, 2015

Περὶ τῆς Σπίνης




Italien Nördlicher Teil Karte 10 F. W. Putzgers Historischer Schul-Atlas, 1905.jpg
Μέρος τῆς Ἰταλίας ἐν τῷ τῶν παλαιῶν Ῥωμαίων χρόνῳ  
Τίς ἐστιν Σπῖνα; Σπῖνα ἦν Ἰταλικὴ πόλις ἐγγὺς τῆς Φερραρίας. Ἐγεννήθην μὲν ἐγὼ ἐν Φερραρίᾳ, οὐ δ' ἔστιν ἡ Φερραρίᾳ ἐν τῷ πίνακι, ὡς παλαιτέρῳ ὄντι. Πολλοὶ δὲ συγγραφεῖς ἔγραψαν περὶ αὐτῆς. Ὁ δὲ Διονύσιος Ἀλεξάνδρου Ἁλικαρνᾱσσεὺς ἔγραψεν ὅτι τινὲς τῶν παλαιῶν Πελασγῶν εἰς ἐκείνην τὴχ χώραν ὑπὸ τοῦ ἀνέμου πεμφθέντες, ἔκτισαν τὴν πόλιν·
ὑπὸ δὲ νοτίου πνεύματος καὶ ἀγνοίας τῶν τόπων μετεωρότεροι ἐνεχθέντες καὶ πρὸς ἐνὶ τῶν τοῦ Πάδου στομάτων ὁρμισάμενοι Σπινῆτι καλουμένῳ ναῦς μὲν αὐτοῦ ταύτῃ καταλείπουσι καὶ τὸν ἥκιστα δυνάμενον ταλαιπωρεῖν ὄχλον, φυλακὴν ἐπ' αὐταῖς καταστήσαντες, ὧς ἔχοιεν εἰ μὴ προχωροίη σφίσι τὰ πράγματα καταφυγήν. καὶ οἱ μὲν ὑπομείναντες ἐν τούτῳ τῷ χωρίῳ, τεῖχος τῷ στρατοπέδῳ περιβαλόμενοι καὶ ταῖς ναυσὶν εἰσκομίσαντες τὰς εἰς τὸν βίον εὐπορίας, ἐπειδὴ κατὰ γνώμὴν ἐδόκει χωρεῖν αὐτοῖς τὰ πράγματα, πόλιν ἔκτισαν ὁμώνυμον τῷ στόματι τοῦ ποταμοῦ· εὐτύχησάν τε μάλιστα τῶν περὶ τὸν Ἰόνιον οἰκούντων θαλαττοκρατοῦντες ἄχρι πολλοῦ, καὶ δεκάτας εἰς Δελφοὺς ἀνῆγον τῷ θεῷ [καὶ] τῶν ἀπὸ τῆς θαλάττης ὠφελειῶν,  εἴπερ τινὲς καὶ ἄλλοι, λαμπροτάτας. ὕστερον μέντοι μεγάλῃ χειρὶ τῶν προσοικούντων βαρβάρων ἐπιστρατευσάντων αὐτοῖς ἐξέλιπον τὴν πόλιν
Κατὰ οὖν τὸν Διονύσιον,  τὸ τῆς πόλεως ὄνομα ἐκ τοῦ τοῦ στόματος τοῦ ποταμοῦ ἔρχεται.Ἐν δὲ τῷ Ψευδο-Σκύλακος τοῦ Καρυανδέως βιβλίῳ τάδε εὑρίσκεται·
 Μετὰ δὲ τὸ Ὀμβρικὸν Τυρρηνοί. Διήκουσι δὲ καὶ οὗτοι ἀπὸ τοῦ Τυρρηνικοῦ πελάγους ἔξωθεν εἰς τὸν Ἀδρίαν· καὶ πόλις ἐν αὐτῇ Ἑλληνὶς [Σπῖνα], καὶ ποταμός· καὶ ἀνάπλους εἰς τὴν πόλιν κατὰ ποταμὸν ὡς κ ́ σταδίων. Καί ἐστιν ἐπὶ αυτῆς ἀπὸ Πίσης πόλεως ὁδὸς ἡμερῶν τριῶν. 
Οὑτῶς ὁ Ψευδο-Σκύλαξ, ὁ ἐν τῷ τετάρτῳ αἰῶνι  πρὸ Χριστοῦ γεγραφώς.  Ὁ δὲ Στράβων τάδε ἔχει ἐν τῷ πέμπτῳ τῶν Γεωγραφικῶν·
Μεταξὺ δὲ Βούτριον τῆς Ῥαουέννης πόλισμα καὶ ἡ Σπῖνα, νῦν μὲν κωμίον πάλαι δὲ Ἑλληνὶς πόλις ἔνδοξος. Θησαυρὸς γοῦν ἐν Δελφοῖς Σπινητῶν δείκνυται, καὶ τἆλλα ἱστορεῖται περὶ αὐτῶν ὡς θαλασσοκρατησάντων. Φασὶ δὲ καὶ ἐπὶ θαλάττῃ ὑπάρξαι, νῦν δ´ ἐστὶν ἐν μεσογαίᾳ τὸ χωρίον περὶ ἐνενήκοντα τῆς θαλάττης σταδίους ἀπέχον. 
Ὁ μὲν Στράβων λέγει ὅτι  ἡ Σπῖνη ἀπέχει ἐνενήκοντα τῆς θαλάττης σταδίους, κατὰ δὲ τὸν Ψευδο-Σκύλακα εἴκοσι.  Καὶ δὴ καὶ ἐν μὲν τῷ πίνακι  ἡ Ῥαουέννη ὑπάρχει ἐπὶ τῆς θαλάσσης, σήμερον δὲ ἡ Ῥαουέννη ἀπέχει ὀκτὼ χιλιόμετρα ἀπὸ τῆς θαλάσσης.  Τοῦτ' ἔστιν  τεσσεράκοντα στάδιοι. Ὁ γὰρ  Στράβων ἤνθησεν ἐν τῷ πρώτῳ αἰῶνι μετὰ Χριστόν. Ἴσμεν δὲ τὸν Πάδον ποταμὸν λελοιπότα πολὺν ἄμμον διὰ τῶν αἰώνων ὥστε τὰς πόλεις μᾶλλον ἀπέχειν ἀπὸ τῆς θαλάσσης.

Τέλος δὲ Στέφανος ὁ Βυζάντιος τάδε ἔγραψεν ἐν τῷ ἕκτῳ αἰῶνι μετὰ Χριστόν·
Σπῖνα, πόλις Ἰταλίας, ὡς Εὔδοξος καὶ Ἀρτεμίδωρος. τὸ ἐθνικὸν Σπινάτης, ὡς τοῦ Βέμβινα Βεμβινάτης. ἔστι δὲ καὶ ποταμὸς Σπῖνος καλούμενος. 
Τὸ οὖν  ὄνομα τῇ πόλει ἐστὶν Σπῖνα. Τὸ δὲ τῷ ποταμῷ Σπινὴς κατὰ τὸν Διονύσιον, ἢ  Σπῖνος κατὰ τὸν Στέφανον. Οἱ δὲ οἰκοῦντές εἰσι Σπινᾶται κατὰ τὸν Στέφανον, ἢ Σπινῆται κατὰ τὸν Στράβωνα. Οἱ μὲν ἀρχαιολόγοι εὑρήκασι τὸν τῆς πόλεως τόπον ἐν τῷ ἀπελθόντι αἰῶνι. Νομίζω δέ γε τόνδε εἶναι·


Σκοπεῖν μακρότερον πίνακα

Museo di Spina sala 3, Ferrara - Pittore di Pentesilea - Zeus e Ganimede.jpg
Κύλιξ Ἀττικὴ ἐν τῷ τῆς Σπίνης μουσείῳ
 Ὅταν δὲ ἐν Φερραρίᾳ ὦ, τὸ τῆς Σπίνης μουσεῖον ἐπισκέψομαι εἰκόνας φωτογραφιγὰς ποιῶν.
Χάριν δ'οἶδα τῷ Ἰωήλ, τῷ παραδόντι τὴν τοῦ Στράβωνος  γραφήν.


Saturday, March 7, 2015

Στεφάνου

Golden crown Armento Staatliche Antikensammlungen 01
Ὁρᾶτε μὲν ἐν τούτῳ τῷ πίνακι κάλλιστον χρυσοῦν στέφανον, ᾧ  πλουσία νυμφή τις ἐστεφανώθη ἐν τοῖς γάμοις αὐτῆς. 

Titian Bacchus and Ariadne.jpg
Ὁ δὲ Διόνυσος, ὁ τοῦ οἴνου θεός, ἀνέβαλεν εἰς τοὺς οὐρανοὺς  τὸν τῆς Ἀριάδνης στέφανον.  Ἔγημε γὰρ αὐτὴν πρὸ πασῶν τῶν θεῶν, τὸν στέφανον  ἀπὸ τῆς Ἀφροδίτης τε καὶ τῶν Ὡρῶν δεξομένην.  Φασὶν δὲ τὸν στέφανον ὑπὸ τοῦ Ἡφαίστου ποιηθῆναι. Ἒστι μέντοι ἄλλος  μῦθος λέγων ὅτι ὁ Διόνυσος, τῆς Ἀριάδνης ἐρῶν, ἐλθὼν πρὸς τὸν Μίνω τὸν πατέρα αὐτῆς, ἔδωκε τὸν στέφανον δῶρον ὥστε συμμιγνύναι αὐτῇ. Ἔπειτα ὁ  Θησεὺς τῷ φωτίζοντι στεφάνῳ χρώμενος ἐκ τοῦ λαβυρίνθου ἐξῆλθεν.  Τέλος δὲ ἐν τῇ Νάξῳ νήσῳ μετὰ τῆς Ἀριάδνης  ὤν, ἔθηκε τὸν στέφανον ὡς εἶδος ἐν τῷ οὐρανῷ. 


Οὗτος λέγεται ὁ τῆς Ἀριάδνης· Διόνυσος δὲ αὐτὸν εἰς τὰ ἄστρα ἔθηκεν, ὅτε τοὺς γάμους οἱ Θεοὶ ἐν τῇ καλουμένῃ Δίᾳ ἐποίησαν, αὐτοῖς βουλόμενος ἐπιφανὴς γενέσθαι· ᾧ πρῶτον ἡ νύμφη ἐστεφανώσατο παρ' Ὡρῶν λαβοῦσα καὶ Ἀφροδίτης. ὅ τε τὰ Κρητικὰ γεγραφὼς λέγει <ὅτι> ὅτε ἦλθε Διόνυσος πρὸς Μίνω φθεῖραι βουλόμενος αὐτήν, δῶρον αὐτῇ τοῦτο δέδωκεν· ᾧ ἠπατήθη ἡ Ἀριάδνη. Ἡφαίστου δὲ ἔργον εἶναί φασιν ἐκ χρυσοῦ πυρώδους καὶ λίθων ἰνδικῶν· ἱστορεῖται δὲ διὰ τούτου καὶ τὸν Θησέα σωθῆναι ἐκ τοῦ λαβυρίνθου ποιοῦντος τοῦ στεφάνου φέγγος· ἐν δὲ τοῖς ἄστροις ὕστερον αὐτὸν τεθεικέναι, ὅτε εἰς Νάξον ἦλθον ἀμφότεροι, σημεῖον τῆς αἱρέσεως· συνεδόκει δὲ καὶ τοῖς Θεοῖς. Φασὶ καὶ τὸν πλόκαμον ταύτης εἶναι τὸν φαινόμενον ὑπὸ τὴν κέρκον τοῦ Λέοντος. ῎Εχει δὲ ἀστέρας ὁ Στέφανος ἐννέα κύκλῳ κειμένους, ὧν εἰσι λαμπροὶ <γ> οἱ κατὰ τὴν κεφαλὴν τοῦ Ὂφεως τοῦ διὰ τῶν Ἂρκτων.