Sunday, November 29, 2015

Φέρε ζῦθον!

A dictionary of Greek and Roman antiquities.. (1849) (14759223346)
Εἰκὼν ἐν Πομπήιοις δεικνῦσα καπηλεῖόν τι. Πάρεισιν δ' ἐν τῷ καπηλείῳ τέτταρες ὠνῆται καὶ εἷς παῖς. 
Ἡ δεκάτη καὶ ὀγδόη ἠχωγραφὴ διδάσκει τί λέγωμεν ἐν τῷ καπηλείῳ. Ἐκεῖ οἱ μὲν ἄνθρωποι πίνουσιν ζῦθον καὶ ἐσθίουσι λαγῷα, ὁ δὲ παῖς κομίζει αὐτούς. Διὰ δὲ τὸ πολὺ ζῦθον πίνειν μεθύσκονται. Καπνὸς δὲ γίγνεται ἐκ τοῦ πυρός.  

Ἀνάγνωσις τοῦ ιη' διδάγματος


παῖ! παῖ!
οὐ περιδραμεῖταί τις δεῦρο τῶν παίδων;
οὗτος σὺ, παῖ, ποῖ θεῖς; -- Ἐπ' ἐκπώματα.
ἐλθὲ δεῦρο!
ἔνεγκέ μοι ταχέως ζῦθον καὶ λαγῷα.
ταῦτα, ὦ δέσποτα.
ἰδού, ἅπαντ’ ἐγὼ φέρω.
ὡς ἡδὺς ὁ ζῦθος!
οὐκ ἀρέσκει με.
ὄζει πίττης ὁ ζῦθος ὀξύτατον.
φέρε σὺ ζῦθον ὁ παῖς -- πάσῃ τέχνῃ!
οὐ θᾶττον ἐγκονήσεις;
κακῶς ἐπιμελεῖ ἡμῶν!
παῖ, ἕτερον ἔγχεον!
ἔγχει κἀμοί!
εἰς ἑσπέραν μεθυσθῶμεν διὰ χρόνου.
κακὸν τὸ πίνειν!
κραιπάλη γίγνεται ἀπὸ τοῦ ζύθου.
ἐπὶ ζῦθον εἶμι.
καλῶ σε, εἴ τι δέοι. (ἐάν τι δέῃ).
ἕτερον ἰὼν κομιοῦμαι.
ἰδού, τουτὶ λαβέ
καλῶς. εὐεργετήσω σε.
οὐχ οἷός τ’ εἰμὶ ἐνθάδε μένειν.
ὁ καπνὸς δάκνει τὰ βλέφαρά μου.
ἤ πίθι ἤ ἄπιθι!
ἕπου μετ’ ἐμοῦ.
ὁ καπνός μ’ ἐκπέμπει.
παῖ, λόγισαι ταῦτα.
εἴχετε ζύθου ἕξ (ποτήρια) καὶ λαγῷα καὶ ἄρτον· γίγνονται οὖν ἡμἶν δύο μάρκια καὶ ἡμίσεια.
ἰδού, λαβέ.
σφαλλόμενος ἔρχομαι.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.