Thursday, November 19, 2015

Τὸ ἔρχεσθαι. Ἡ ὁδός.

North End Road - geograph.org.uk - 656712
Οἱ μὲν βαδίζουσιν, οἱ δὲ χρῶνται τῇ ἁμάξῃ, οἱ δὲ τῷ λεωφορείῳ. 
Ἐν τῷ πέμπτῳ καὶ δεκάτῳ διδάγματι ἀκούομεν ὅπως οἱ ἄνθρωποι ἔρχονται πρὸς τὸν σταθμόν. Τί δ' ἐστὶ τὸ λεωφορεῖον; Οἱ γὰρ πάλαι οὐκ εἶχον αὐτό. Ἀλλὰ ῥᾴδιόν ἐστιν·  τὸ λεωφορεῖόν ἐστιν ὄχημα τὸν λαὸν φέρον. 

Ἀνάγνωσις τοῦ ιε' διδάγματος


ἕπου!
ἕπου μετ’ ἐμοῦ!
ἔστ’ οὐ μακρὰν ἄποθεν ὁ σταθμός.
ἄγε νυν ἴωμεν.
ἀπίωμεν.
χωρῶμεν.
χώρει!
προίωμεν ὑμῶν.
ἁμάξῃ χρήσομαι.
ἐγὼ μὲν οὖν χρήσομαι τῷ λεωφορείῳ.*
βαδίζω ἔγωγε.
ὀχεῖ.
φράζε, ὅπῃ τάχιστα ἀφιξόμεθα εἰς τὸν σταθμόν;
οὐ δυνάμεθα ἐξευρεῖν τὴν ὁδόν.
οὐκέτι οἶδα, ποῦ γῆς ἐσμεν.
τῆς ὁδοῦ ἡμάρτηκας.
ὦ φίλοι θεοί!
ἴθι τὴν ὁδὸν ταυτηνὶ καὶ εὐθὺς ἐπὶ τὴν ἀγορὰν ἥξεις.
εἶτα τί;
εἶτα βαδιστέα σοι ἐπὶ δεξιά (ἐπ’ ἀριστερά).
ὀρθήν!
πόση τις ἡ ὁδός;
καλῶς.
ἀλλὰ σπεύδωμεν.
χώρει!
ὕστερον ἤλθομεν τοῦ δευτέρου σημείου.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.