Friday, April 27, 2018

Μῦθοι Αἰσώπειοι· τκ', τκα', τκβ'

Ποταμὸς καὶ βύρσα


Δέρμα ἐκ βοὸς ἐφέρετο ἐπὶ ποταμοῦ.  Ὁ μὲν ἤρετο τί ὄνομα αὐτῷ εἴη. Τὸ δὲ ἀπεκρίνατο λέγον ὅτι στερεόν.  Ὁ δὲ ποταμὸς ὑπολαβών· ἐγώ, ἔφη, μαλακόν σε ποιήσω.

Ἀνάγνωσις τοῦ τκ' μύθου

Πρόβατον κειρόμενον

Sheep shearing

Ὦ κείρων, ἔφη ἡ ὄϊς, οὕτως  ἄτεχνος εἶ ὥστε οὐκ οἶδα πότερον βούλει τὸ κρέας μου ἢ τὸ ἔριόν μου.

Ἀνάγνωσις τοῦ τκα' μύθου

Προμηθεὺς καὶ ἄνθρωποι

Prometheus Forms Man and Animates Him with Fire from Heaven LACMA M.71.76.2

Τοῦ Προμηθέως τοὺς ἀνθρώπους τε καὶ τὰ ἄλογα ζῷα ποιούντος, ὁ Ζεὺς ἴδων ταῦτα πλείω εἶναι ἐκείνων, ἐκέλευσε τὸν τιτᾶν ἀλλάξαι ἔνια θηρία εἰς ἀνθρώπους. Διόπερ οὗτοι οἱ ἄνθρωποι ἔσω ἄγριοί εἰσιν.

Ἀνάγνωσις τοῦ τκβ' μύθου


Ποταμὸς καὶ βύρσα
Ποταμὸς δι’ αὐτοῦ βύρσαν βοείαν φερομένην ἰδὼν ἠρώτησε· « Τίς καλῇ ; » Τῆς δὲ εἰπούσης· « Σκληρὰ καλοῦμαι, » ἐπικαχλάσας τῷ ῥεύματι εἶπεν· « Ἄλλο τι ζητεῖ καλεῖσθαι· ἐγὼ γὰρ ἤδη ἁπαλήν σε ποιήσω. »
Ὅτι τολμηρὸν ἄνδρα καὶ αὐθάδη πολλάκις εἰς γῆν κατήγαγε συμφορὰ βίου.
Πρόβατον κειρόμενον
Πρόϐατον ἀφυῶς κειρόμενον πρὸς τὸν κείροντα ἔφη· « Εἰ μὲν ἔρια ζητεῖς, ἀνωτέρω τέμνε· εἰ δὲ κρεῶν ἐπιθυμεῖς, ἅπαξ με καταθύσας τοῦ κατὰ μικρὸν βασανίζειν ἀπάλλαξον. »
Πρὸς τοὺς ἀφυῶς ταῖς τέχναις προσφερομένους ὁ λόγος ἁρμόδιός ἐστι.
Προμηθεὺς καὶ ἄνθρωποι
Προμηθεὺς κατὰ πρόσταξιν Διὸς ἀνθρώπους ἔπλασε καὶ θηρία. Ὁ δὲ Ζεὺς θεασάμενος πολλῷ πλείονα τὰ ἄλογα ζῷα ἐκέλευσεν αὐτὸν τῶν θηρίων τινὰ διαφθείροντα ἀνθρώπους μετατυπῶσαι. Τοῦ δὲ τὸ προσταχθὲν ποιήσαντος, συνέϐη ἐκ τούτου τοὺς μὴ ἐξ ἀρχῆς ἀνθρώπους πλασθέντας τὴν μὲν μορφὴν ἀνθρώπων ἔχειν, τὰς δὲ ψυχὰς θηριώδεις.
Πρὸς ἄνδρα σκαιὸν καὶ θηριώδη ὁ λόγος εὔκαιρος.

Friday, April 20, 2018

Μῦθοι Αἰσώπειοι· τιζ', τιη', τιθ'

Ποιμὴν <λύκον εἰς μάνδραν εἰσάγων> καὶ κύων


Ποιμήν τις εἰσῆγε λύκον μετὰ τῶν προβάτων εἰς περικεκλημένον τόπον. Ὁ δὲ κυὼν ἰδὼν ἐνουθέτησε αὐτόν.

Ἀνάγνωσις τοῦ τιζ' μύθου

Ποιμὴν παίζων

Puer Mendax

Ποιμήν τις εἰώθει παίζων καλεῖν τοὺς οἰκοῦντας τὴν κώμην εἰς βοηθείαν ὡς ἐπὶ προσίοντας λύκους. Ἤδη δὴ τῶν λύκων ἀληθῶς προσελθόντων οἱ μὲν κωμῆται οὐκ ἐπίστευσαν, τὰ δὲ πρόβατα ἀπώλετο.

Ἀνάγνωσις τοῦ τιη' μύθου

Πόλεμος καὶ Ὕβρις


Ἐν τοῖς γάμοις τῶν θεῶν, Πόλεμος ἔσχατος γενόμενος ἐδέξατο Ὕβριν. Πῶς γὰρ οὔ; Ἀκουόντων οὖν καὶ οἱ νῦν ἄνρθωποι. Πόλεμος γὰρ καὶ Ὕβρις ἀεὶ συγγίγνονται.

Ἀνάγνωσις τοῦ τιθ' μύθου


Ποιμὴν <λύκον εἰς μάνδραν εἰσάγων> καὶ κύων
Μάνδρας ἔσω πρόϐατα ποιμὴν εἰσάγων
μετ’ αὐτῶν καὶ λύκον ἤμελλε συγκλεῖσαι,
εἰ μὴ <ὁ> κύων ἰδὼν πρὸς αὐτὸν εἶπεν·
« Πῶς τὰ πρόϐατα τῆς ποίμνης θέλων σῶσαι
τόνδε τὸν λύκον συνεισάγεις τῇ ποίμνῃ ; »

Ὅτι μεγίστην βλάϐην καὶ θανάτου παραιτίαν οἶδε ποιεῖν τῶν κακῶν ἡ συνοίκησις.
Ποιμὴν παίζων
Ποιμὴν ἐξελαύνων αὐτοῦ τὴν ποίμνην ἀπό τινος κώμης πορρωτέρω, διετέλει τοιαύτῃ παιδιᾷ χρώμενος· ἐπιϐοώμενος γὰρ τοὺς κωμήτας ἐπὶ βοήθειαν, ἔλεγεν ὡς λύκοι τοῖς προϐάτοις ἐπῆλθον. Δὶς δὲ καὶ τρὶς τῶν ἐκ τῆς κώμης ἐκπλαγέντων καὶ ἐκπηδησάντων, εἶτα μετὰ γέλωτος ἀπαλλαγέντων, συνέϐη τὸ τελευταῖον τῇ ἀληθείᾳ λύκους ἐπελθεῖν. Ἀποτεμνομένων δὲ αὐτῶν τὴν ποίμνην καὶ τοῦ ποιμένος ἐπὶ βοηθείᾳ τοὺς κωμήτας ἐπικαλουμένου, ἐκεινοῖ ὑπολαϐόντες αὐτὸν παίζειν κατὰ τὸ ἔθος, ἧττον ἐφρόντιζον· καὶ οὕτως αὐτῷ συνέϐη τῶν προϐάτων στερηθῆναι.
Ὁ λόγος δηλοῖ ὅτι τοῦτο κερδαίνουσιν οἱ ψευδολόγοι τὸ μηδὲ ὅταν ἀληθεύωσι, πιστεύεσθαι.
Πόλεμος καὶ Ὕϐρις
Θεοὶ πάντες ἔγημαν ἣν ἕκαστος εἴληφεν ἐν κλήρῳ. Πόλεμος παρῆν ἐσχάτῳ κλήρῳ· Ὕϐριν δὲ μόνην κατέλαϐεν· ταύτης περισσῶς ἐρασθεὶς ἔγημεν. Ἐπακολουθεῖ δὲ αὐτῇ πανταχοῦ βαδιζούσῃ.
Ὅτι ἔνθα <ἂν> προέλθῃ ὕϐρις ἢ ἐν πόλει ἢ ἐν ἔθνεσι, πόλεμος καὶ μάχαι εὐθὺς μετ’ αὐτὴν ἀκολουθεῖ.

Friday, April 13, 2018

Μῦθοι Αἰσώπειοι· τιδ', τιε', τιϛ'

Ποιμὴν καὶ λύκος <σὺν κυσὶ τρεφόμενος>


Ποιμήν τις ἔθρεψε σκύλακα λύκου ἅμα τοῖς κυσίν.  Ὁ δέ, λύκος γενόμενος, ὅτε ἄλλος λύκος πρόβατον ἐκλάβοι, ἐδίωκε μετὰ τῶν κυνῶν. Τῶν δὲ κυνῶν τὴν δίωξιν καταλιπόντων, ἐμέριζε τὴν θήραν μετὰ τοῦ ἀγρίου λύκου. Καὶ δὴ καὶ ἐδιδάσκε τοὺς κύνας ἐσθίειν τὰ πρόβατα. Τέλος δὲ ὁ ποιμὴν ταῦτα μαθὼν ἔθυσε τὸ κακὸν ζῷον.

Ἀνάγνωσις τοῦ τιδ' μύθου

Ποιμὴν καὶ λύκου σκύμνος

Paul and wolf cub (3684549114)

Ποιμήν τις εὑρὼν μικρὸν λύκον ἐδίδαξεν αὐτὸν θηρεύειν τὰ πρόβατα τῶν γειτόνων.  Οὗτος δὲ ηὐξημένος ἐβούλετο ἐσθίειν καὶ τὰ τοῦ δεσπότου.

Ἀνάγνωσις τοῦ τιε' μύθου

Ποιμὴν καὶ πρόβατα


Ποιμὴν ἀγαγὼν τὴν ποίμνην παρὰ δρῦν πολλὰς βαλάνους ἔχουσαν, στορέσας τὸ ἱμάτιον, ἀνέβη ἀνὰ τὸ δένδρον ἵνα κατασείσαι τοὺς καρπούς. Αἱ δὲ οἶες, αἱ τὸ ἔριον τοῖς ἀνθρώποις διδοῦσαι ὑπὲρ ἐσθῶν,  φαγοῦσαι τὰς βαλάνους διέφθειραν τὴν ἐσθὴν αὐτοῦ. Διόπερ ἐκεῖνος ἐμέμψατο τὰ πονηρὰ ζῷα.

Ἀνάγνωσις τοῦ τιϛ' μύθου


Ποιμὴν καὶ λύκος <σὺν κυσὶ τρεφόμενος>
Ποιμὴν νεογνὸν λύκου σκύμνον εὑρὼν καὶ ἀνελόμενος σὺν τοῖς κυσὶν ἔτρεφεν. Ἐπεὶ δὲ ηὐξήθη, εἴ ποτε λύκος πρόβατον ἥρπασε, μετὰ τῶν κυνῶν καὶ αὐτὸς ἐδίωκε. Τῶν δὲ κυνῶν ἔσθ’ ὅτε μὴ δυναμένων καταλαβεῖν τὸν λύκον καὶ διὰ ταῦτα ὑποστρεφόντων, ἐκεῖνος ἠκολούθει, μέχρις ἂν τοῦτον καταλαβών, οἷα δὴ λύκος, συμμετάσχῃ τῆς θήρας· εἶτα ὑπέστρεφεν. Εἰ δὲ μὴ λύκος ἔξωθεν ἁρπάσειε πρόβατον, αὐτὸς λάθρᾳ θύων ἅμα τοῖς κυσὶν ἐθοινεῖτο, ἕως ὁ ποιμὴν στοχασάμενος καὶ συνεὶς τὸ δρώμενον, εἰς δένδρον αὐτὸν ἀναρτήσας ἀπέκτεινεν.
Ὁ μῦθος δηλοῖ ὅτι φύσις πονηρὰ χρηστὸν ἦθος οὐ τρέφει.
Ποιμὴν καὶ λύκου σκύμνος
Ποιμὴν μικρὸν λύκον εὑρὼν ἐθρέψατο, εἶτα σκύμνον γενόμενον ἐδίδαξεν ἁρπάζειν ἐκ τῶν σύνεγγυς ποιμνίων. Ὁ λύκος δὲ διδαχθεὶς ἔφη· « Ὅρα μή πως σὺ ἐθίσας με ἁρπάζειν πολλὰ τῶν σεαυτοῦ προβάτων ζητήσῃς. »
Ὅτι οἱ τῇ φύσει δεινοὶ ἁρπάζειν καὶ πλεονεκτεῖν μαθόντες τοὺς διδάξαντας πολλάκις ἔβλαψαν.
Ποιμὴν καὶ πρόβατα
Ποιμὴν εἰσελάσας τὰ πρόβατα εἴς τινα δρυμῶνα, ὡς ἐθεάσατο δρῦν παμμεγέθη μεστὴν βαλάνων, ὑποστρώσας τὸ ἱματίον αὐτοῦ ἐπὶ ταύτην ἀνέβη καὶ τὸν καρπὸν κατέσειε. Τὰ δὲ πρόβατα ἐσθίοντα τὰς βαλάνους ἔλαθε καὶ τὰ ἱμάτια συγκαταφαγόντα. Ὁ δὲ ποιμὴν καταβάς, ὡς ἐθεάσατο τὸ γεγονός, εἶπεν· « Ὦ κάκιστα ζῷα, ὑμεῖς τοῖς λοιποῖς ἔρια εἰς ἐσθῆτας παρεχόμενα, ἐμοῦ τοῦ τρέφοντος καὶ τὸ ἱμάτιον ἀφείλεσθε. »
Οὕτω τῶν ἀνθρώπων πολλοὶ δι’ ἄγνοιαν τοὺς μηδὲν προσήκοντας εὐεργετοῦντες κατὰ τῶν οἰκείων φαῦλα ἐργάζονται.

Sunday, April 8, 2018

Ὁ κόσμος ἐν εἰκόσι

Ἐλπίζω τάσδε τὰχ ἠχωγραφὰς χρησίμας ὑμῖν ἔσεσθαι, ὦ φίλοι ἀναγνῶσται, καίπερ ἐνίοτε  πεποιημένας λέξεσιν μὴ Ἀττικαῖς οὔσαις.  Τὸ γὰρ ἔργον τὸ καλούμενον ὁ κόσμος ἐν εἰκόσι, Ῥωμαϊστὶ μὲν γραφθὲν  ὑπὸ Ἰωάννου Ἀμὼς Κομενίου, μεθερμηνευθὲν δ' ὑπὸ ἄλλων εἰς ποικίλας γλώσσας, εὑρίσκεται καὶ ἐν τῇ Ἑλληνικῇ.  Ἀπολαύετε οὖν.


 

Friday, April 6, 2018

Μῦθοι Αἰσώπειοι· τια', τιβ', τιγ'

Ποιμὴν καὶ θάλασσα

Pastor Mercaturam Faciens

Ποιμήν τις παρὰ τὴν θάλασσαν τὰ πρόβατα τρέφων, γαλήνης ἐχούσης, ἐψηφίσατο ἔμπορος γενέσθαι.  Πωλήσας οὖν τὸ ποίμνιον καὶ πριάμενος φοινίκας, ἀνέβη εἰς ναῦν. Ἐπεῖτα δέ, χειμῶνος γενομένου, ἐδέησε αὐτὸν τὸ φόρτιον ἐκβαλεῖν ἐκ τῆς νεὼς ἵνα σωθείη. Μετὰ δὲ ὀλίγον χρόνον, θαυμάσαντί τινι τῆς θαλάσσης ἡσυχαζούσης εἶπεν αὐτὴν  βούλεσθαι  πλείονας φοινίκας.

Ἀνάγνωσις τοῦ τια' μύθου

Ποιμὴν καὶ κύων <τὰ πρόϐατα σαίνων>


Ποιμήν τις θρέψας τὸν κύνα τοῖς νοσοῦσιν προβάτοις, εἶδεν αὐτὸν ἐπιθυμοῦντα καὶ τὰ ἄλλα. Μὴ αὑτὴ ἡ συμφορὰ γένοιτο, ἔφη ὁ ἀνήρ.

Ἀνάγνωσις τοῦ τιβ' μύθου

Ποιμὴν καὶ λυκιδεῖς

Lupus Familiaris et Pastor (2)

Ποιμήν τις εὑρὼν τέκνα λύκου ἤνεγκε πρὸς τὸν οἶκον. Ἤλπιζε γὰρ χρήσεσθαι αὐτοῖς τοῦ τε ἀμύνεσθαι τὴν ποίμνην  καὶ τοῦ ἁρπάζειν τὰ πρόβατα τῶν γειτόνων. Ἀλλὰ οἱ λύκοι εἰς ἡλικίαν ἀφικόμενοι διέφθειραν πρῶτον τὰ αὐτοῦ.  Διόπερ  ἤλεγξεν ἑαυτὸν περὶ τῆς μωρίας.

Ἀνάγνωσις τοῦ τιγ' μύθου


Ποιμὴν καὶ θάλασσα.
Ποιμὴν ἐν παραθαλασσίῳ τόπῳ ποίμνιον νέμων, ἑωρακὼς γαληνιῶσαν τὴν θάλατταν, ἐπεθύμησε πλεῦσαι πρὸς ἐμπορίαν. Ἀπεμπολήσας οὖν τὰ πρόϐατα καὶ φοινίκων βαλάνους πριάμενος ἀνήχθη. Χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νεὼς κινδυνευούσης βαπτίζεσθαι, πάντα τὸν φόρτον ἐκϐαλὼν εἰς τὴν θάλατταν, μόλις κενῇ τῇ νηῒ διεσώθη. Μετὰ δ’ ἡμέρας οὐκ ὀλίγας παριόντος τινὸς καὶ τῆς θαλάττης (ἔτυχε γὰρ αὕτη γαληνιῶσα) τὴν ἠρεμίαν θαυμάζοντος, ὑπολαϐὼν οὗτος εἶπεν· « Ὦ λῷστε, φοινίκων αὖθις, ὡς ἔοικεν, ἐπιθυμεῖ, καὶ διὰ τοῦτο φαίνεται ἡσυχάζουσα. »
Ὁ μῦθος δηλοῖ ὅτι τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνεται.
Ποιμὴν καὶ κύων <τὰ πρόϐατα σαίνων>
Ποιμὴν ἔχων κύνα παμμεγέθη τούτῳ εἰώθει τὰ ἔμϐρυα καὶ τὰ ἀποθνῄσκοντα τῶν προϐάτων παραϐάλλειν. Καὶ δή ποτε εἰσελθούσης τῆς ποίμνης, ὁ ποιμὴν θεασάμενος τὸν κύνα προσιόντα τοῖς προϐάτοις καὶ σαίνοντα αὐτὰ εἶπεν· « Ἀλλ’, ὦ οὗτος, ὃ θέλεις σὺ τούτοις ἐπὶ τῇ σῇ κεφαλῇ γένοιτο. »
Πρὸς ἄνδρα κόλακα ὁ λόγος εὔκαιρος.
Ποιμὴν καὶ λυκιδεῖς
Ποιμὴν εὑρὼν λυκιδεῖς, τούτους μετὰ πολλῆς ἐπιμελείας ἔτρεφεν, οἰόμενος ὅτι τελειωθέντες οὐ μόνον τὰ ἑαυτοῦ πρόϐατα τηρήσουσιν, ἀλλὰ καὶ ἕτερα ἁρπάζοντες αὐτῷ οἴσουσιν. Οἱ δέ, ὡς τάχιστα ηὐξήθησαν, ἀδείας τυχόντες πρῶτον αὐτοῦ τὴν ποίμνην διαφθείρειν ἤρξαντο. Καὶ ὡς ταῦτα ᾔσθετο, ἀναστενάξας εἶπεν· « Ἀλλ’ ἔγωγε δίκαια πέπονθα· τί γὰρ τούτους νηπίους ὄντας ἔσῳζον οὓς ἔδει καὶ ηὐξημένους ἀναιρεῖν ; »
Οὕτως οἱ τοὺς πονηροὺς περισῴζοντες λανθάνουσι καθ’ ἑαυτῶν πρῶτον αὐτοὺς ῥωννύντες.