Friday, May 27, 2016

Μῦθοι Αἰσώπειοι· κβ', κγ', κδ'

Ἁλιεῖς καὶ θύννος


Οἱ μὲν αἱλεῖς πολὺν χρόνον πεπονηκότες οὐκ ἔλαβον οὐδένα ἰχθύα. Τέλος δὲ τύννος 
ἐνήλετο εἰς τὸ πλοῖον.

Ἀνάγνωσις τοῦ κβ' μύθου
Ἁλιεῖς <λίθον ἀγρεύσαντες>


Οὗτοι μὲν οἱ αἱλεῖς  ἔχαιρον ἕνεκα τοῦ βαρέος δικτύου. Ἐπειδὴ δὲ μόνον λίθους ἐν τῷ δικτύῳ εὗρον, ἐλυποῦντο. Γέρων δέ τις ἐξ αὐτῶν ἔδειξε καὶ ἀγαθὰ καὶ κακὰ τοῖς βροτοῖς συμβαίνειν.

Ἀνάγνωσις τοῦ κγ' μύθου

Ἁλιεὺς αὐλῶν


Οἱ μὲν ἰχθύες οὐκ ὠρχοῦντο ὅτε ὁ ἁλιεὺς ᾖδε τὸν αὐλόν. Νῦν δὲ ἐν τῷ δικτύῳ ὄντες, σπαίρουσιν.


Ἁλιεῖς καὶ θύννος
Ἁλιεῖς ἐπ' ἄγραν ἐξελθόντες καὶ πολὺν χρόνον κακοπαθήσαντες οὐδὲν συνέλαβον: καθεζόμενοι δὲ ἐν τῇ νηῒ ἠθύμουν. Ἐν τοσούτῳ δὲ θύννος διωκόμενος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος ἔλαθεν εἰς τὸ σκάφος ἐναλλόμενος. Οἱ δὲ συλλαβόντες αὐτὸν καὶ εἰς τὴν πόλιν ἐλάσαντες ἀπημπόλησαν.
Οὕτω πολλάκις ἃ μὴ τέχνη παρέσχε, ταῦτα τύχη διεβράβευσεν.
Ἁλιεῖς <λίθον ἀγρεύσαντες>
Ἁλιεῖς σαγήνην εἷλκον: βαρείας δὲ αὐτῆς οὔσης, ἔχαιρον καὶ ὠρχοῦντο, πολλὴν εἶναι νομίζοντες τὴν ἄγραν. Ὡς δὲ ἀφελκύσαντες ἐπὶ τὴν ἠιόνα τῶν μὲν ἰχθύων ὀλίγους εὗρον, λίθων δὲ καὶ ἄλλης ὕλης μεστὴν τὴν σαγήνην, οὐ μετρίως ἐβαρυθύμουν, οὐ τοσοῦτον ἐπὶ τῷ συμβεβηκότι δυσφοροῦντες ὅσον ὅτι καὶ τὰ ἐναντία προειλήφεισαν. Εἷς δέ τις ἐν αὐτοῖς γηραιὸς ὢν εἶπεν: « Ἀλλὰ παυσώμεθα, ὦ ἑταῖροι· χαρᾶς γάρ, ὡς ἔοικεν, ἀδελφή ἐστιν ἡ λύπη, καὶ ἡμᾶς ἔδει τοσαῦτα προησθέντας πάντως παθεῖν τι καὶ λυπηρόν. »
Ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τοῦ βίου τὸ εὐμετάβλητον ὁρῶντας μὴ τοῖς αὐτοῖς πράγμασιν ἀεὶ ἐπαγάλλεσθαι, λογιζομένους ὅτι ἐκ πολλῆς εὐδίας ἀνάγκη καὶ χειμῶνα γενέσθαι.
Ἁλιεὺς αὐλῶν
Ἁλιεὺς αὐλητικῆς ἔμπειρος, ἀναλαβὼν αὐλοὺς καὶ τὰ δίκτυα, παρεγένετο εἰς τὴν θάλασσαν καὶ στὰς ἐπί τινος προβλῆτος πέτρας, τὸ μὲν πρῶτον ᾖδε, νομίζων αὐτομάτους πρὸς τὴν ἡδυφωνίαν τοὺς ἰχθύας ἐξαλεῖσθαι πρὸς αὐτὸν. Ὡς δὲ, αὐτοῦ ἐπὶ πολὺ διατεινομένου, οὐδὲν πέρας ἠνύετο, ἀποθέμενος τοὺς αὐλοὺς ἀνείλετο τὸ ἀμφίβληστρον καὶ βαλὼν κατὰ τοῦ ὕδατος πολλοὺς ἰχθύας ἤγρευσεν. Ἐκβαλὼν δὲ αὐτοὺς ἀπὸ τοῦ δικτύου ἐπὶ τὴν ἠιόνα, ὡς ἐθεάσατο σπαίροντας, ἔφη· « Ὦ κάκιστα ζῷα, ὑμεῖς, ὅτε μὲν ηὔλουν, οὐκ ὠρχεῖσθε, νῦν δὲ, ὅτε πέπαυμαι, τοῦτο πράττετε. »
Πρὸς τοὺς παρὰ καιρόν τι πράττοντας ὁ λόγος εὔκαιρος.

Monday, May 23, 2016

Διάλογος Προμηθέως καὶ Διός

Ὁ πρῶτος διάλογος τῶν θεῶν ὑπὸ Λουκιανοῦ γεγραμμένος καὶ ὑπὸ Βιβιπαριδοῦ Ἰαπωνικοῦ γραφέως κεκοσμημένος.

Friday, May 20, 2016

Μῦθοι Αἰσώπειοι· ιθ', κ', κα'

Αἴσωπος ἐν ναυπηγίῳ

Building Argo BM TerrD603

Οὐκ ἐπιπρέπει τοῖς χείροσι τοὺς κρείσσω σκώπτειν. Οὗτοι γὰρ οἷοι τ᾿ εἰσὶν ἀμύνεσθαι. Ὁ δ' Αἴσωπος ἀποκρινάμενος ἔφη τοῖς ναυπηγοῖς· τί ποιήσετε ὅταν ἡ γῆ πίῃ τὴν θάλασσαν; 


Ἀλέκτορες δύο καὶ ἀετός

Λέγει ὁ Κύριος ἐν τῷ εὐαγγελίῳ κατὰ Ματθαῖον κγ' ιβ'· ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν ὑψωθήσεται. Ἐν δὲ τούτῳ τῷ μύθῳ ὁ μὲν ὑπερήφανος ἀλέκτωρ ὑπὸ τοῦ ἀετοῦ ἁλίσκεται, ὁ δὲ ταπεινὸς ἀπολαύει τῶν ὀρνίθων.

Ἀνάγνωσις τοῦ κ' μύθου
Ἀλεκτρυόνες καὶ πέρδιξ


Ὁ ταλαίπωρος πέρδιξ ὑπὸ τοῖν ἀλεκτρυόνοιν τύπτεται. Τὼ δὲ καὶ ἀλλήλω τύπτετον. Διὰ τοῦτο ὁ πέρδιξ παρακαλεῖται.


Αἴσωπος ἐν ναυπηγίῳ
Αἴσωπος ὁ λογοποιὸς σχολὴν ἄγων εἰς ναυπήγιον εἰσῆλθε. Τῶν δὲ ναυπηγῶν σκωπτώντων τε αὐτὸν καὶ ἐκκαλουμένων εἰς ἀπόκρισιν, ὁ Αἴσωπος ἔλεγε τὸ παλαιὸν χάος καὶ ὕδωρ γενέσθαι, τὸν δὲ Δία βουλόμενον καὶ τὸ τῆς γῆς στοιχεῖον ἀναδεῖξαι παραινέσαι αὐτῇ ὅπως ἐπὶ τρὶς ἐκροφήσῃ τὴν θάλασσαν. Κἀκείνη ἀρξαμένη τὸ μὲν πρῶτον τὰ ὄρη ἐξέφηνεν, ἐκ δευτέρου δὲ ἐκροφήσασα καὶ τὰ πεδία ἀπεγύμνωσεν· « Ἐὰν δὲ δόξῃ αὐτῇ καὶ τὸ τρίτον ἐκπιεῖν τὸ ὕδωρ, ἄχρηστος ὑμῶν ἡ τέχνη γενήσεται. »
Ὁ λόγος δηλοῖ ὅτι οἱ τοὺς κρείττονας χλευάζοντες λανθάνουσι μείζονας ἑαυτοῖς τὰς ἀνίας ἐξ αὐτῶν ἐπισπώμενοι.
Ἀλέκτορες δύο καὶ ἀετός
Ἀλεκτόρων δύο μαχομένων περὶ θηλειῶν ὀρνίθων, ὁ εἷς τὸν ἕτερον κατετροπώσατο. Καὶ ὁ μὲν ἡττηθεὶς εἰς τόπον κατάσκιον ἀπιὼν ἐκρύβη· ὁ δὲ νικήσας εἰς ὕψος ἀρθεὶς καὶ ἐφ' ὑψηλοῦ τοίχου στὰς μεγαλοφώνως ἐβόησε. Καὶ παρευθὺς ἀετὸς καταπτὰς ἥρπασεν αὐτόν. Ὁ δ' ἐν σκότῳ κεκρυμμένος ἀδεῶς ἔκτοτε ταῖς θηλείαις ἐπέβαινε.
Ὁ μῦθος δηλοῖ ὅτι Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.
Ἀλεκτρυόνες καὶ πέρδιξ
Ἀλεκτρυόνας τις ἐπὶ τῆς οἰκίας ἔχων, ὡς περιέτυχε πέρδικι τιθασῷ πωλουμένῳ, τοῦτον ἀγοράσας ἐκόμισεν οἴκαδε ὡς συντραφησόμενον. Τῶν δὲ τυπτόντων αὐτὸν καὶ ἐκδιωκόντων, ὁ πέρδιξ ἐβαρυθύμει, νομίζων διὰ τοῦτο αὐτὸν καταφρονεῖσθαι ὅτι ἀλλόφυλός ἐστι. Μικρὸν δὲ διαλιπών, ὡς ἐθεάσατο τοὺς ἀλεκτρυόνας πρὸς ἑαυτοὺς μαχομένους καὶ οὐ πρότερον ἀποστάντας πρὶν ἢ ἀλλήλους αἱμάξαι, ἔφη πρὸς ἑαυτόν : « Ἀλλ' ἔγωγε οὐκέτι ἄχθομαι ὑπ' αὐτῶν τυπτόμενος: ὁρῶ γὰρ αὐτοὺς οὐδὲ αὑτῶν ἀπεχομένους. »
Ὁ λόγος δηλοῖ ὅτι ῥᾴδιον φέρουσι τὰς τῶν πέλας ὕβρεις οἱ φρόνιμοι, ὅταν ἴδωσιν αὐτοὺς μηδὲ τῶν οἰκείων ἀπεχομένους.

Friday, May 13, 2016

Μῦθοι Αἰσώπειοι· ιϛ', ιζ', ιη'

Αἲξ καὶ ὄνος


Ἡ αἲξ φθονοῦσα τῷ ὄνῳ παραινεῖ αὐτὸν καταπεσεῖν ἵνα μὴ μᾶλλον κάμνῃ.  Ὁ δὲ ἰατρὸς κεκλημένος ἀποκτείνει τὴν αἶγα ὡς τὸν ὄνον σώσων.

Ἀνάγνωσις τοῦ ιϛ' μύθου

Αἰπόλος καὶ αἶγες ἄγριαι

Afghan goatherd, Helmand Province

Δεῖ ἡμᾶς ἴσους εἶναι καὶ τοῖς νέοις καὶ τοῖς παλαιοῖς φίλοις. Ὁ μὲν αἰπόλος μᾶλλον τὰς ἀγρίας αἶγας ἔτρεφεν ἢ τὰς ἰδίας, βουλόμενος καὶ ἐκείνας ἔχειν. Αἱ δ' ἄγριαι κατέλιπον αὐτόν.

Ἀνάγνωσις τοῦ ιζ' μύθου
Αἰσχρὰ δούλη καὶ Ἀφροδίτη

Aphrodite swan BM D2

Αἰσχρὰ δούλη τις ὑπὸ τῆς δεσπότου ἐρωμένη παραιτεῖται τῆς Ἀφροδίτης καλὴ γενέσθαι. Ἡ δὲ Ἀφροδίτη οὐ μόνον αὐτὴν ἀλλὰ καὶ τὸν δεσπότην μέμφεται.


Αἲξ καὶ ὄνος


Αἶγα καὶ ὄνον ἔτρεφέ τις. Ἡ δὲ αἶξ, φθονήσασα τῷ ὄνῳ διὰ τὸ περισσὸν τῆς τροφῆς, ἔλεγεν ὡς ἄπειρα κολάζῃ, ποτὲ μὲν ἀλήθων, ποτὲ δὲ ἀχθοφορῶν, καὶ συνεβούλευεν ἐπίληπτον ἑαυτὸν ποιήσαντα καταπεσεῖν ἔν τινι βόθρῳ καὶ ἀναπαύσεως τυχεῖν. Ὁ δὲ πιστεύσας καὶ πεσὼν συνετρίβη. Ὁ δὲ δεσπότης τὸν ἰατρὸν καλέσας ᾔτει βοηθεῖν. Ὁ δὲ αἰγὸς πνεύμονα ἐγχυματίσαι ἔλεγεν αὐτῷ καὶ τῆς ὑγείας τυχεῖν. Τὴν δὲ αἶγα θύσαντες τὸν ὄνον ἰάτρευον.
Ὅτι ὅστις καθ᾿ ἑτέρου δόλια μηχανᾶται ἑαυτοῦ γίνεται τῶν κακῶν ἀρχηγός.
Αἰπόλος καὶ αἶγες ἄγριαι
Αἰπόλος τὰς αἶγας αὑτοῦ ἀπελάσας ἐπὶ νομήν, ὡς ἐθεάσατο ἀγρίαις αὐτὰς ἀναμιγείσας, ἑσπέρας ἐπιλαβούσης, πάσας εἰς τὸ ἑαυτοῦ σπήλαιον εἰσήλασε. Τῇ δὲ ὑστεραίᾳ χειμῶνος πολλοῦ γενομένου, μὴ δυνάμενος ἐπὶ τὴν συνήθη νομὴν αὐτὰς παραγαγεῖν, ἔνδον ἐτημέλει, ταῖς μὲν ἰδίαις μετρίαν τροφὴν παραβάλλων πρὸς μόνον τὸ μὴ λιμώττειν, ταῖς δὲ ὀθνείαις πλείονα παρασωρεύων πρὸς τὸ καὶ αὐτὰς ἰδιοποιήσασθαι. Παυσαμένου δὲ τοῦ χειμῶνος, ἐπειδὴ πάσας ἐπὶ νομὴν ἐξήγαγεν, αἱ ἄγριαι ἐπιλαβόμεναι τῶν ὀρῶν ἔφευγον. Τοῦ δὲ ποιμένος ἀχαριστίαν αὐτῶν κατηγοροῦντος, εἴγε περιττοτέρας αὐταὶ τημελείας ἐπιτυχοῦσαι καταλείπουσιν αὐτὸν, ἔφασαν ἐπιστραφεῖσαι·
« Ἀλλὰ καὶ δι' αὐτὸ τοῦτο μᾶλλον φυλαττόμεθα· εἰ γὰρ ἡμᾶς τὰς χθές σοι προσεληλυθυίας τῶν πάλαι σὺν σοὶ προετίμησας, δῆλον ὅτι, εἰ καὶ ἕτεραί σοι μετὰ ταῦτα προσπελάσουσιν, ἐκείνας ἡμῶν προκρινεῖς. »
Ὁ λόγος δηλοῖ μὴ δεῖν τούτων ἀσμενίζεσθαι τὰς φιλίας οἳ τῶν παλαιῶν φίλων ἡμᾶς τοὺς προσφάτους προτιμῶσι, λογιζομένους ὅτι, κἂν ἡμῶν ἐγχρονιζόντων ἑτέροις φιλιάσωσιν, ἐκείνους προκρινοῦσιν.
<Αἰσχρὰ> δούλη καὶ Ἀφροδίτη
Αἰσχρᾶς καὶ κακοτρόπου δούλης ἤρα δεσπότης. Ἡ δὲ χρυσίον λαμβάνουσα λαμπρῶς ἑαυτὴν ἐκόσμει καὶ τῇ ἰδίᾳ δεσποίνῃ μάχας συνῆπτε· τῇ δὲ Ἀφροδίτῃ ἔθυεν συνεχῶς καὶ ηὔχετο ὡς ὡραίαν αὐτὴν ποιούσῃ. Ἡ δὲ καθ' ὕπνου φανεῖσα τῇ δούλῃ ἔφη μὴ ἔχειν αὐτῇ χάριν ὡς καλὴν αὐτὴν ποιούσῃ, « ἀλλ' ἐκείνῳ θυμοῦμαι καὶ ὀργίζομαι ᾧ σὺ φαίνῃ καλή. »
Ὅτι οὐ δεῖ τυφοῦσθαι τοὺς δι' αἰσχρὰ πλουτοῦντας καὶ μάλιστα, εἰ ἀγενεῖς εἰσι καὶ ἄμορφοι [πρὸς αἰσχύνην μείζονα].

Friday, May 6, 2016

ιθ' Βενώρ· Δίψα τοῦ γιγνώσκειν

gp19

Μῦθοι Αἰσώπειοι· ιγ', ιδ', ιε'

Αἴλουρος καὶ μύες

Steinhowel cat

Ὁ μὲν αἴλουρος πολλοὺς μύας κατέφαγεν. Οἱ δὲ λοιποὶ μύες, φρόνιμοι γενόμενοι, οὐκέτι ἐπείσθησαν αὐτῷ.

Ἀνάγνωσις τοῦ ιγ' μύθου
Αἴλουρος καὶ ὄρνιθες

Gatto che azzanna pollo, anatre, pesci, uccelli e conchiglie, da casa del fauno a pompei, 9994, 03

Αἱ δ'ὄρνιθες καὶ σοφώτεραι τῶν μυῶν εἰσιν. Οὐδέποτε γὰρ πείθονται τῷ αἰλούρῳ  σχηματίζοντι ἰατρὸν εἶναι.

Αἲξ καὶ αἰγοβοσκός

Oregon goat herder

Πῶς δύναται ἡ αἲξ τὸ ἑαυτῆς κέρας ὑπὸ τοῦ αἰγοβοσκοῦ κεκλασμένον κρύπτειν; Φαίνεται γάρ.


Αἴλουρος καὶ μύες
Ἔν τινι οἰκίᾳ πολλοὶ μύες ἦσαν. Αἴλουρος δὲ τοῦτο γνοὺς ἦκεν ἐνταῦθα καὶ συλλαμβάνων ἕνα ἕκαστον κατήσθιεν. Οἱ δὲ μύες συνεχῶς ἀναλισκόμενοι κατὰ τῶν ὀπῶν ἔδυνον, καὶ ὁ αἴλουρος μηκέτι αὐτῶν ἐφικνεῖσθαι δυνάμενος, δεῖν ἔγνω δι' ἐπινοίας αὐτοὺς ἐκκαλεῖσθαι. Διόπερ ἀναβὰς ἐπί τινα πάσσαλον καὶ ἑαυτὸν ἐνθένδε ἀποκρεμάσας προσεποιεῖτο τὸν νεκρόν. Τῶν δὲ μυῶν τις παρακύψας, ὡς ἐθεάσατο αὐτὸν, εἶπεν· « Ἀλλ', ὦ οὗτος, σοί γε, κἂν θῦλαξ γένῃ, οὐ προσελεύσομαι. »
Ὁ λόγος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων, ὅταν τῆς ἐνίων μοχθηρίας πειραθῶσιν, οὐκέτι αὐτῶν ταῖς ὑποκρίσεσιν [οὗτοι] ἐξαπατῶνται.
Aἴλουρος καὶ ὄρνιθες
Αἴλουρος ἀκούσας ὅτι ἔν τινι ἐπαύλει ὄρνεις νοσοῦσι, σχηματίσας ἑαυτὸν εἰς ἰατρὸν καὶ τὰ τῆς ἐπιστήμης πρόσφορα ἀναλαβὼν ἐργαλεῖα, παραγένετο, καὶ στὰς πρὸ τῆς ἐπαύλεως ἐπυνθάνετο αὐτῶν πῶς ἔχοιεν. Αἱ δὲ ὑποτυχοῦσαι· « Καλῶς, ἔφασαν, ἐὰν σὺ ἐντεῦθεν ἀπαλλαγῇς. »
Οὕτως καὶ τῶν ἀθρώπων οἱ πονηροὶ τοὺς φρονίμους οὐ λανθάνουσι, κἂν τὰ μάλιστα χρηστότητα ὑποκρίνωνται.
Αἲξ καὶ αἰγοβοσκός
Αἰγοβοσκὸς τὰς αἶγας ἀνεκαλεῖτο πρὸς τὴν μάνδραν. Μία δὲ ἐξ αὐτῶν ὑπελείφθη, ἡδύ τι βοσκομένη. Ῥίψας δ᾿ ὁ ποιμὴν πέτραν τὸ κέρας αὐτῆς κατέαξεν εὐστοχήσας. Ἐδυσώπει δὲ τὴν αἶγα μὴ εἰπεῖν τοῦτο τῷ δεσπότῃ. Ἡ δὲ εἶπεν· « Κἂν ἐγὼ σιωπήσω, πῶς κρύψω; πρόδηλον γάρ ἐστι πᾶσι τὸ κέρας μου κεκλασμένον. »
Ὅτι, τῆς αἰτίας προδήλου οὔσης, οὐ δυνατὸν ταύτην καλύψαι.