ἑαυτὸν παιδευόμενος

ἑαυτὸν παιδευόμενος

Saturday, December 31, 2016

Μῦθοι Αἰσώπειοι· ριε', ριϛ', ριζ'

Ἔχις καὶ ἀλώπηξ

Variable bush viper

Ἀλώπηξ τις ἰδοῦσα ἔχιν ἐπὶ κλάδοις ἀκανθῶν ὑπὲρ ποταμὸν φερόμενον, οὕτω κακός, ἔφη, ὁ τῆς νεὼς δεσπότης ὥσπερ ἡ ναῦς.

Ἀνάγνωσις τοῦ ριε' μύθου


Ἔχις καὶ ῥίνη


Ἔχις τις εἰς ἐργαστήριον χαλκουργοῦ εἰσελθὼν παρὰ μὲν τῶν σκευῶν σῖτον ἔλαβεν, παρὰ δὲ τῆς ῥίνης τῆς οὐδενὶ διδομένης οὔ.

Ἀνάγνωσις τοῦ ριϛ' μύθου


Ἔχις καὶ ὕδρος


Ἔχις τις βουλόμενος ἐκ λιμνῆς πιεῖν ὑπο τοῦ ἐκεῖ ὕδρου ἐκωλύετο. Οἱ οὖν βάτραχοι παρεκάλεσαν αὐτὸν σύμμαχον γενέσθαι ἐπὶ τὸν ὕδρον. Ἔπειτα  ὁ μὲν ἔχις καὶ ὁ ὕδρος πρὸς ἀλλήλους ἔμαχοντο, οἱ δὲ βάτραχοι μόνον ᾖδον. Τέλος δ' ὁ ἔχις νενικηκὼς ἤρετο τοὺς βατράχους διατί οὐ βοηθήσαιεν. Οἱ δὲ ἀποκρινάμενοι εἶπεν αὐτοὺς φωνῇ εἰωθέναι μάχεσθαι.

Ἀνάγνωσις τοῦ ριζ' μύθου


Ἔχις καὶ ἀλώπηξ
Ἔχις ἐπὶ παλιούρων δέσμῃ ὑπὲρ ποταμὸν παρεφέρετο.Ἀλώπηξ δὲ παριοῦσα, ὡς ἐθεάσατο αὐτόν, εἶπεν· « Ἄξιος τῆς νηὸς ὁ ναύκληρος. »
Πρὸς ἄνδρα πονηρὸν μοχθηροῖς πράγμασιν ἐγχειρήσαντα.
Ἔχις καὶ ῥίνη
Ἔχις εἰσελθὼν εἰς χαλκουργοῦ ἐργαστήριον παρὰ τῶν σκευῶν ἔρανον ᾔτει· λαβὼν δὲ παρ᾿ αὐτῶν ἧκε πρὸς τὴν ῥίνην καὶ αὐτὴν παρεκάλει δοῦναί τι αὐτῷ. Ἡ δὲ ὑποτυχοῦσα εἶπεν· « Ἀλλ᾿ εὐηθὴς εἶ παρ᾿ ἐμοῦ τι ἀποίσεσθαι οἰόμενος, ἥτις οὐ διδόναι, ἀλλὰ λαμβάνειν παρὰ πάντων εἴωθα. »
Ὁ λόγος δηλοῖ ὅτι μάταιοί εἰσιν οἱ παρὰ φιλαργύρων τι κερδανεῖν προσδοκῶντες.
Ἔχις καὶ ὕδρος
Ἔχις φοιτῶν ἐπί τινα κρήνην ἔπινεν. Ὁ δὲ ἐνταῦθα οἰκῶν ὕδρος ἐκώλυεν αὐτόν, ἀγανακτῶν ὅτι μὴ ἀρκεῖται τῇ ἰδίᾳ νομῇ, ἀλλὰ καὶ ἐπὶ τὴν αὐτοῦ δίαιταν ἀφικνεῖται. Ἀεὶ δὲ τῆς φιλονεικίας αὐξανομένης, συνέθεντο ὅπως εἰς μάχην ἀλλήλοις καταστῶσι καὶ τοῦ νικῶντος ἥ τε τοῦ ὕδατος καὶ τῆς γῆς νομὴ γίνηται. Ταξαμένων δὲ αὐτῶν προθεσμίαν, οἱ βάτραχοι διὰ μῖσος τοῦ ὕδρου παραγενόμενοι πρὸς τὸν ἔχιν παρεθάρσυνον αὐτόν, ἐπαγγελλόμενοι καὶ αὐτοὶ συμμαχήσειν αὐτῷ. Ἐνστάσης δὲ τῆς μάχης, ὁ μὲν ἔχις πρὸς τὸν ὕδρον ἐπολέμει, οἱ δὲ βάτραχοι μηδὲν περαιτέρω δρᾶν δυνάμενοι μεγάλα ἐκεκράγεισαν. Καὶ ὁ ἔχις νικήσας ᾐτιᾶτο αὐτοὺς ὅτι γε συμμαχήσειν αὐτῷ ὑποσχόμενοι παρὰ τὴν μάχην οὐ μόνον οὐκ ἐβοήθουν, ἀλλὰ καὶ ᾖδον. Οἱ δὲ ἔφασαν πρὸς αὐτόν· « Ἀλλ᾿ εὖ γε ἴσθι, ὦ οὗτος, ὅτι ἡ ἡμετέρα συμμαχία οὐ διὰ χειρῶν, διὰ δὲ μόνης φωνῆς συνέστηκεν. »
Ὁ λόγος δηλοῖ ὅτι, ἔνθα χειρῶν χρεία ἐστίν, ἡ διὰ λόγων βοήθεια οὐδὲν λυσιτελεῖ.

Friday, December 23, 2016

Μῦθοι Αἰσώπειοι· ριβ', ριγ', ριδ'

Ἑρμοῦ ἅμαξα καὶ Ἄραβες 

PLATE1BX

Κατὰ τοὺς Ἕλληνας οἱ Ἄραβες ψευδεῖς εἰσιν ὅτι ἡ τοῦ Ἑρμοῦ ἅμαξα πλήρης  κακουργίας οὖσα ἐν τῇ χώρᾳ αὐτῶν συνετρίβη. Οἱ οὖν Ἄραβες πᾶν τὸ φορτίον ἐλάβοντο.

Ἀνάγνωσις τοῦ ριβ' μύθου

Εὐνοῦχος καὶ ἱερεύς

Filetero di pergamo, da villa dei papiri, peristilio rettangolare

Ἰερεύς τις, θυσὶαν πεποιηκὼς ὑπὲρ εὐνούχου θέλοντος πατέρα γένεσθαι, τὴν ὄψιν αὐτοῦ κατανοῶν,  λέγει τοῦτο ἀδύνατον τοῖς μὴ ἀνδράσι οὖσιν.

Ἀνάγνωσις τοῦ ριγ' μύθου

Ἐχθροὶ δύο


Ἐχθρὼ ἐπὶ τοῦ αὐτοῦ πλοίου ἤστην, ὁ μὲν ὀπίσω ἐπὶ τῆς πρύμνης μένων, ὁ δὲ ἔμπροσθεν ἐπὶ τῆς πρῴρας. Ἐπειδὴ δὲ  χειμὼν ἐγένετο, ὁ ὀπίσω, ἀκούσας τοῦ κυβερνήτου λέγοντος ὅτι τὸ τῆς νέως μέρος ὅπου ὁ ἐχρὸς αὐτοῦ κάθηται μέλλει πρότερον καταβαπτίζεσθαι, ἐχάρη.

Ἀνάγνωσις τοῦ ριδ' μύθου


Ἑρμοῦ ἅμαξα καὶ Ἄραβες
Ἑρμῆς ποτε ἅμαξαν ψευσμάτων καὶ πανουργίας καὶ ἀπάτης μεστὴν διὰ πάσης ἤλαυνε γῆς, κατὰ χώραν μικρόν τι διανέμων τοῦ φόρτου. Ὡς δὲ εἰς τὴν τῶν Ἀράβων χώραν ἦλθε, λέγεται ἐξαίφνης συντριβῆναι τὴν ἅμαξαν. Οἱ δὲ ὥσπερ πολύτιμον φόρτον τὰ ἐξ αὐτῆς ἁρπάσαντες οὐκ ἀφῆκαν εἰς ἀλλους ἀνθρώπους προελθεῖν.
Ὅτι Ἄραβες ὑπὲρ πᾶν ἔθνος ψευσταὶ καὶ ἀπατεῶνες εἰσίν· ἐν γλώσσῃ γὰρ αὐτῶν οὐκ ἔστιν ἀλήθεια.
Εὐνοῦχος καὶ ἱερεύς
Εὐνοῦχος προσῆλθε ἱερεῖ, θυσίαν ὑπὲρ αὐτοῦ ποιῆσαι παρακαλῶν εἰς τὸ γενέσθαι παίδων πατέρα. Ὁ δὲ ἱερεὺς ἔφη· « Ὅτε μὲν πρὸς τὴν θυσίαν ἀπίδω, πατέρα σε γενέσθαι παίδων παρακαλῶ· ὅτε δὲ τὴν σὴν ὄψιν ἴδω, οὐδ᾿ ἀνὴρ φαίνῃ. »
Οὕτω πολλοῖς ἀνθρώποις τὰ ἴδια βουλεύματα κακῶν αἴτια γίνεται.
Ἐχθροὶ δύο
Δύο τινὲς ἀλλήλοις ἐχθραίνοντες ἐπὶ τῆς αὐτῆς νεὼς ἔπλεον, ὧν ἅτερος μὲν ἐπὶ τῆς πρύμνης, ἅτερος δὲ ἐπὶ τῆς πρώρας ἐκάθητο. Χειμῶνος δὲ ἐπιγενομένου καὶ τῆς νεὼς μελλούσης ἤδη καταποντίζεσθαι, ὁ ἐπὶ τῆς πρύμνης τὸν κυβερνήτην ἤρετο πότερον τῶν μερῶν τοῦ πλοίου πρότερον μέλλει καταβαπτίζεσθαι. Τοῦ δὲ τὴν πρώραν εἰπόντος· « Ἀλλ᾿ ἔμοιγε οὐκ ἔστι λυπηρόν, εἶπεν, ὁ θάνατος, εἴγε ὁρᾶν μέλλω πρὸ ἐμοῦ τὸν ἐχθρὸν ἀποθνῄσκοντα. »
Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων οὐδὲν τῆς ἑαυτῶν βλάβης φροντίζουσιν, ἐὰν τοὺς ἐχθροὺς μόνον ἴδωσι πρὸ αὐτῶν κακουμένους.

Saturday, December 17, 2016

Μῦθοι Αἰσώπειοι· ρθ', ρι', ρια'

Ἑρμῆς καὶ Γῆ 


Ἄγαγε τὼ ἀνθρώπω νῦν πεπλασμένω ἐπὶ τὴν Γήν, ἔφη ὁ Ζεῦς τῷ Ἑρμῷ, ἵνα ποιήσωνται σπήλαιον. Ἡ μὲν Γὴ ἐκώλυεν αὐτούς, ὁ δ' Ἑρμῆς εἶπεν ὅτι θέλημα τοῦ Διὸς εἴη. Ἔστω οὖν, ἔφη ἡ Γῆ, ἀλλὰ πολὺ κάμνοντες ὀρύξουσί με.

Ἀνάγνωσις τοῦ ρθ' μύθου

Ἑρμῆς καὶ Τειρεσίας


Ὁ Ἑρμῆς, κλέψας τοὺς τοῦ Τειρεσίου τοὺ μάντεως βοῦς ὡς πειρασόμενος τὴν τέχνην τούτου, παρεγένετο ἐν ἀνθρωπίνῃ μορφῇ παρὰ αὐτῷ. Ὁ δὲ Τειρεσίας, ἀκούσας τῆς κλοπῆς, παρεκάλεσε τὸν Ἑρμὴν εἰπεῖν ὅποιον ὄρνιν ὁρῴη. Ὁ μὲν πρῶτον λέγει αἐτὸν  ἐξ εὐωνύμων εἰς δεξιὰ πέτεσθαι. Ἀλλὰ τοῦτο οὐδέν ἐστι κατὰ τὸν Τειρεσίαν. Ἐπεῖτα δὲ ὁ Ἑρμῆς ὁρᾷ κορώνην βλέπουσαν ἄνω καὶ κάτω. Ὁ οὖν Τειρεσίας ἔγνω τὸν ὄρνιν ὀμνύντα τόν τε οὐρανὸν καὶ τὴν γῆν ὅτι ὁ Ἑρμῆς τὴν ἀλήθειαν οἶδεν.

Ἀνάγνωσις τοῦ ρι' μύθου

Ἑρμῆς καὶ τεχνῖται


Διατί πάντες μὲν οἱ τεχνῖται ψευδεῖς εἰσι, μάλιστα δ' ὁ σκυτεύς; Ὅτι, τοῦ Διὸς ἐπιτάξαντος, ὁ Ἑρμῆς, φάρμακον ψεύδους ποιήσας, ἐκείνοις μὲν τὸ ἴσον μέρος ἔδωκεν. Τέλος δὲ οὗτος ἐδέξατο τὸ λοιπὸν τοῦ φαρμάκου.

Ἀνάγνωσις τοῦ ρια' μύθου


Ἑρμῆς καὶ Γῆ
Ζεὺς πλάσας ἄνδρα καὶ γυναῖκα ἐκέλευσεν Ἑρμῆν ἀγαγεῖν αὐτοὺς ἐπὶ τὴν Γῆν καὶ δεῖξαι ὅθεν ὀρύξαντες σπήλαιον ποιήσουσι. Τοῦ δὲ τὸ προσταχθὲν ποιήσαντος, ἡ Γῆ τὸ μὲν πρῶτον ἐκώλυεν. Ὡς δὲ Ἑρμῆς ἠνάγκαζε λέγων τὸν Δία προστεταχέναι, ἔφη· « Ἀλλ᾿ ὀρυσσέτωσαν ὅσον βούλονται· στένοντες γὰρ αὐτὸ καὶ κλαίοντες ἀποδώσουσι. »
Πρὸς τοὺς ῥᾳδίως δανειζομένους, μετὰ λύπης δὲ ἀποδιδόντας ὁ λόγος εὔκαιρος.
Ἑρμῆς καὶ Τειρεσίας
Ἑρμῆς βουλόμενος τὴν Τειρεσίου μαντικὴν πειρᾶσαι εἰ ἀληθής ἐστι, κλέψας αὐτοῦ τοὺς βόας ἐξ ἀγροῦ, ἧκε πρὸς αὐτὸν εἰς ἄστυ, ὁμοιωθεὶς ἀνθρώπῳ, καὶ ἐπεξενώθη παρ᾿ αὐτῷ. Παραγγελθείσης δὲ τῷ Τειρεσίᾳ τῆς τοῦ ζεύγους ἀπωλείας, παραλαβὼν τὸν Ἑρμῆν, ἧκεν εἰς τὸ προαστεῖον, οἰωνόν τινα περὶ τῆς κλοπῆς σκεψόμενος, καὶ τούτῳ παρῄνει λέγειν ὅ τι ἂν θεάσηται ὄρνεον. Καὶ ὁ Ἑρμῆς τὸ μὲν πρῶτον θεασάμενος ἀετὸν ἐξ ἀριστερῶν ἐπὶ δεξιὰ παριπτάμενον, ἀπήγγειλεν αὐτῷ. Τοῦ δὲ εἰπόντος μὴ πρὸς αὐτοὺς τοῦτον εἶναι, ἐκ δευτέρου ἰδὼν κορώνην ἐπί τινος δένδρου καθημένην, καὶ ποτὲ μὲν ἄνω βλέπουσαν, ποτὲ δὲ εἰς γῆν κύπτουσαν, ἐδήλωσεν αὐτῷ. Ὁ δὲ ὑποτυχὼν ἔφη· « Ἀλλ᾿ αὕτη γε ἡ κορώνη διόμνυται τόν τε Οὐρανὸν καὶ τὴν Γῆν ὅτι, ἂν σὺ θέλῃς, τοὺς ἐμαυτοῦ βόας ἀπολήψομαι. »
Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα κλέπτην.
Ἑρμῆς καὶ τεχνῖται
Ζεὺς Ἑρμῇ προσέταξε πᾶσι τοῖς τεχνίταις ψεύδους φάρμακον χέαι. Ὁ δὲ τοῦτο τρίψας καὶ μέτρον ποιήσας ἴσον ἑκάστῳ ἐνέχει. Ἐπεὶ δέ, μόνου τοῦ σκυτέως ὑπολειφθέντος, πολὺ φάρμακον κατελείπετο, λαβὼν ὅλην τὴν χύσιν κατ᾿ αὐτοῦ κατέχεεν. Ἐκ τούτου συνέβη τοὺς τεχνίτας πάντας ψεύδεσθαι, μάλιστα δὲ πάντων τοὺς σκυτέας.
Πρὸς ἄνδρα ψευδολόγον ὁ λόγος εὔκαιρος.

Friday, December 9, 2016

Μῦθοι Αἰσώπειοι· ρϛ', ρζ', ρη'

Ἔριφος <ἐπὶ δώματος ἑστὼς> καὶ λύκος


Εἶπεν ὁ λύκος τῷ ἐρίφῳ ἐκ τῆς ὀροφῆς αὐτὸν λοιδοροῦντι· μᾶλλον ὁ ἀσφαλὴς τόπος λοιδορεῖ με ἢ σύ.

Ἀνάγνωσις τοῦ ρϛ' μύθου
Ἔριφος καὶ λύκος <αὐλῶν>

Lupus et Haedus Saltans

Ἔριφός τις ὑπὸ λύκου διωκόμενος ᾔτησε τὸν ἐχθρὸν αὐλεῖν ἵνα αὐτὸς ὀρχοῖτο πρὶν ἀποθανεῖν. Ὁ μὲν λύκος ηὔλει, οἱ δὲ κύνες ἀκούσαντες καὶ ἐλθόντες ἔσωσαν τὸν ἔριφον.

Ἀνάγνωσις τοῦ ρζ' μύθου

Ἑρμῆς καὶ ἀγαλματοποιός

Mercurius et Statuarius

Ὁ Ἑρμὴς ἐν μορφῇ ἀνθρώπου μεταβαλλόμενος ἤρετο ἀγαλματογλύφον τινὰ ὁπόσου τὰ τῶν θεῶν ἀγάλματα εἴη. Τὸ μὲν τοῦ Διός, δραχμῆς, ἔφη ὁ ἀνήρ, τὸ δὲ τῆς Ἥρας, μείζονος, τὸ δὲ τοῦ Ἑρμοῦ, ἐὰν πάντα ἀγοράσῃς, οὐδενός.

Ἀνάγνωσις τοῦ ρη' μύθου


Ἔριφος <ἐπὶ δώματος ἑστὼς> καὶ λύκος
Ἔριφος ἐπί τινος δώματος ἑστώς, ἐπειδὴ λύκον παριόντα εἶδεν, ἐλοιδόρει καὶ ἔσκωπτεν αὐτόν. Ὁ δὲ λύκος ἔφη· « Ὦ οὗτος, οὐ σύ με λοιδορεῖς, ἀλλ᾿ ὁ τόπος. »
Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις καὶ ὁ τόπος καὶ ὁ καιρὸς δίδωσι τὸ θράσος κατὰ τῶν ἀμεινόνων.
Ἔριφος καὶ λύκος <αὐλῶν>
Ἔριφος ὑστερήσας ἀπὸ ποίμνης ὑπὸ λύκου κατεδιώκετο· ἐπιστραφεὶς δὲ ὁ ἔριφος λέγει τῷ λύκῳ· « Πέπεισμαι, λύκε, ὅτι σὸν βρῶμά εἰμι· ἀλλ᾿ ἵνα μὴ ἀδόξως ἀποθάνω, αὔλησον, ὅπως ὀρχήσωμαι ». Αὐλοῦντος δὲ τοῦ λύκου καὶ ὀρχουμένου τοῦ ἐρίφου, οἱ κύνες ἀκούσαντες καὶ ἐξελθόντες κατεδίωκον τὸν λύκον. Ἐπιστραφεὶς δὲ ὁ λύκος λέγει τῷ ἐρίφῳ· « Ταῦτα ἐμοὶ καλῶς γίνεται· ἔδει γάρ με μακελλάριον ὄντα αὐλητὴν μὴ μιμεῖσθαι. »
Οὕτως οἱ παρὰ γνώμην τοῦ καιροῦ τι πράττοντες καὶ ὧν ἐν χερσὶν ἔχουσιν ὑστεροῦνται.
Ἑρμῆς καὶ ἀγαλματοποιός
Ἑρμῆς βουλόμενος γνῶναι ἐν τίνι τιμῇ παρὰ ἀνθρώποις ἐστίν, ἧκεν ἀφομοιωθεὶς ἀνθρώπῳ εἰς ἀγαλματοποιοῦ ἐργαστήριον. Καὶ θεασάμενος Διὸς ἄγαλμα ἐπυνθάνετο πόσου. Εἰπόντος δὲ αὐτοῦ ὅτι δραχμῆς, γελάσας ἠρώτα τὸ τῆς Ἥρας πόσου. Εἰπόντος δὲ ἔτι μείζονος, θεασάμενος καὶ αὑτοῦ ἄγαλμα ὑπέλαβεν ὅτι αὐτόν, ἐπειδὴ καὶ ἄγγελός ἐστι καὶ ἐπικερδής, περὶ πολλοῦ ποιοῦνται οἱ ἄνθρωποι. Διόπερ ἐπυνθάνετο ὁ Ἑρμῆς πόσου, καὶ ὁ ἀγαλματογλύφος ἔφη· « Ἀλλ᾿ ἐὰν τούτους ἀγοράσῃς, τοῦτόν σοι προσθήκην δώσω. »
Πρὸς ἄνδρα κενόδοξον ἐν οὐδεμίᾳ μοίρᾳ παρὰ τοῖς ἄλοις ὄντα ὁ λόγος ἁρμόζει.

Friday, December 2, 2016

Μῦθοι Αἰσώπειοι· ργ', ρδ', ρε'


Ἔλαφος καὶ ἄμπελος


Ἔλαφός τις τοὺς θηρευτῶν κύνας φυγοῦσα ἐν ἀμπελῶνι ἐκρύφθη. Τὰ δὲ φύλλα καταφαγοῦσα ἐφάνη τοῖς κυσίν. Οἱ οὖν κυνηγέται ἀπέκτειναν  αὐτὴν πολὺ λυπουμένην διὰ τὴν ἄνοιαν αὐτῆς.

Ἀνάγνωσις τοῦ ργ' μύθου
Ἔλαφος καὶ λέων <ἐν σπηλαίῳ> 

Cervus Venatores Fugiens et Leo

Ἄλλη δ' ἔλαφος ὑπὸ τῶν θηρατῶν διωκομένη εἰς σπήλαιον λέοντος εἰσῆλθεν. Ὁ δὲ κατέφαγεν αὐτήν. Ταλαίπωρος ἄρα ἡ ἔλαφος.

Ἀνάγνωσις τοῦ ρδ' μύθου

Ἔλαφος πηρωθεῖσα


Καὶ ἄλλη ἔλαφος μόνον ἓν ὀφθολμὸν ἔχουσα ἐν νέμῳ παρὰ τὴν θάλασσαν ἔμενεν. Βλέπουσα μὲν μόνον πρὸς τὴν γῆν οὐκ εἶδε κυνηγέτας ἐν πλοίῳ πλέοντας. Οἱ δὲ βέλεσιν ἀπέκτειναν αὐτήν.

Ἀνάγνωσις τοῦ ρε' μύθου


Ἔλαφος καὶ ἄμπελος
Ἔλαφος κυνηγοὺς φεύγουσα ὑπ᾿ ἀμπέλῳ ἐκρύβη. Παρελθόντων δ᾿ ὀλίγον ἐκείνων, ἡ ἔλαφος τελέως ἤδη λαθεῖν δόξασα, τῶν τῆς ἀμπέλου φύλλων ἐσθίειν ἤρξατο. Τούτων δὲ σειομένων, οἱ κυνηγοὶ ἐπιστραφέντες καί, ὅπερ ἦν ἀληθές, νομίσαντες τῶν ζῴων ὑπὸ τοῖς φύλλοις τι κρύπτεσθαι, βέλεσιν ἀνεῖλον τὴν ἔλαφον. Ἡ δὲ θνῄσκουσα τοιαῦτ᾿ ἔλεγε· « Δίκαια πέπονθα· οὐ γὰρ ἔδει τὴν σώσασάν με λυμαίνεσθαι. »
Ὁ μῦθος δηλοῖ ὅτι οἱ ἀδικοῦντες τοὺς εὐεργέτας ὑπὸ θεοῦ κολάζονται.
Ἔλαφος καὶ λέων <ἐν σπηλαίῳ>
Ἔλαφος κυνηγοὺς φεύγουσα ἐγένετο κατά τι σπήλαιον, ἐν ᾧ λέων ἦν, καὶ ἐνταῦθα εἰσῄει κρυβησομένη. Συλληφθεῖσα δὲ ὑπὸ τοῦ λέοντος καὶ ἀναιρουμένη ἔφη· « Βαρυδαίμων ἔγωγε, ἥτις ἀνθρώπους φεύγουσα ἐμαυτὴν θηρίῳ ἐνεχείρισα. »
Οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ φόβον ἐλάττονος εἰς κίνδυνον μείζονα ἑαυτοὺς ἐμβάλλουσιν.
Ἔλαφος πηρωθεῖσα
Ἔλαφος πηρωθεῖσα τὸν ἕτερον τῶν ὀφθαλμῶν παρεγένετο εἴς τινα εἰγιαλὸν καὶ ἐνταῦθα ἐνέμετο, τὸν μὲν ὁλόκληρον πρὸς τὴν γῆν ἔχουσα καὶ τὴν τῶν κυνηγῶν ἔφοδον παρατηρουμένη, τὸν δὲ πεπηρωμένον πρὸς τὴν θάλασσαν· ἔνθεν γὰρ οὐδένα ὑφωρᾶτο κίνδυνον. Καὶ δή τινες παραπλέοντες ἐκεῖνον τὸν τόπον καὶ θεασάμενοι αὐτὴν κατηυστόχησαν. Καὶ ἐπειδὴ ἐλιποψύχει, εἶπε πρὸς αὑτήν· « Ἀλλ᾿ ἐγὼ ἀθλία, ἥτις τὴν γῆν ὡς ἐπίβουλον φυλαττομένη πολὺ χαλεπωτέραν ἔσχον τὴν θάλασσαν ἐφ᾿ ἣν κατέφυγον. »
Οὕτω πολλάκις παρὰ τὴν ἡμετέραν ὑπόληψιν τὰ μὲν χαλεπὰ τῶν πραγμάτων δοκοῦντα εἶναι ὠφέλιμα εὑρίσκεται, τὰ δὲ σωτήρια νομιζόμενα ἐπισφαλῆ.