ἑαυτὸν παιδευόμενος

ἑαυτὸν παιδευόμενος

Saturday, September 20, 2014

Τὰ Ἑρμηνεύματα

Τὰ Ἑρμηνεύματα εἰσιν τέσσαρες διάλοιγοι καὶ Ῥωμαϊστὶ καὶ Ἑλληνιστὶ γεγραμμένοι ὐπὸ διδασκάλου τινὸς ἐν τῷ τρίτῳ αἰῶνι μετὰ τὴν Χριστοῦ γενετήν. Τινὲς δὲ ἐνόμιζον ἁμαρτάνοντες ὅτι ὁ Δωσίθεος ὁ γραμματικὸς ἔγραψεν αὐτά. Οἱ δὲ διάλογοι χρήσιμοί εἰσιν τοῖς μὲν μαθηταῖς τὰ γλώττα μανθάνουσιν, τοῖς δὲ σοφοῖς τὸν  τῶν πάλαι ἀνθρώπων  βίον ἐπιζητοῦσιν. Ἀνέγνων δὲ φωνῇ μεγάλῃ τὰ Ἑρμηνεύματα ἠχωγραφὰς ποιήσας ἵνα καὶ χρησιμώτερα εἶεν τοῖς μαθηταῖς. Καὶ εὔχομαι κινούμενα μετὰ εἰκόνων ὑπό τινος ποιηθήσεσθαι, ἵνα ἡ τῶν λόγων σημείωσις  φανερὴ ᾖ. Τίς οὖν ποιήσει τοῦτο;



 Πάντα τὰ ἀρχεῖα   HTTPS Torrent 

ἥλιος ἀνέτειλεν

Wednesday, September 10, 2014

Τετελεύτηκα τὴν ἀνάγνωσιν ῥᾳδίαν τε καὶ ἐπιτηδείαν ἐκ τῆς τοῦ Ξενοφῶντος Ἀναβάσεως

Θάλαττα, θάλαττα, βοῶσιν οἱ Ἕλληνες.
Πολλοὶ μαθηταὶ ἐν πάσῃ τῇ οἰκουμένῃ μανθάνουσιν τὴν Ἑλληνικὴν ἀναγιγνώσκοντες τὴν τοῦ Ξενοφῶντος Ἀνάβασιν.  Αὕτη μὲν ἡ βίβλος ῥᾳδίων ἐστὶ τοῖς νέοις μαθηταῖς ἢ  ἄλλαι γραφαὶ ἐν τῇ Ἀττικῇ διαλέκτῳ γεγραμμέναι, χαλεπωτέρα δὲ ὥστε τὸ μὴ τὴν ἠχωγραφὴν αὐτῆς συνιέναι. Διὰ τοῦτο ἄμεινόν ἐστι τοῖς ἀρχομένοις γε ἀκούειν τὴν ἀνάγνωσιν ῥᾳδίαν τε καὶ ἐπιτηδείαν, ἣν ἐνταῦθα εὑρήσεσθε. Τοῦτο γὰρ τὸ βίβλιον Βρεταννικοὶ διδάσκαλοι μὲν συνέλεξαν, ἐγὼ δὲ φωνῇ μεγάλῃ αὐτὸ ἀναγνοὺς, τὰς ἠχωγραφὰς ἐποίησα. Πᾶσαι δὲ αἱ ἠχωγραφαὶ καρτεροῦσιν διὰ τεττάρων ὡρῶν καὶ τεττάρων καὶ τριάκοντα λεπτῶν. Ἐλπίζω οὖν ὑμᾶς χρήσεσθαι αὐταῖς.   Εὰν δὲ σφάλματα εὑρίσκητε, παρακαλῶ γρωρίζειν με.


  Πάντα τὰ ἀρχεῖα  HTTPS Torrent