ἑαυτὸν παιδευόμενος

ἑαυτὸν παιδευόμενος

Friday, November 25, 2016

Μῦθοι Αἰσώπειοι· ρ', ρα', ρβ'

Δρυτόμοι καὶ πεύκη
SPD soldiers splitting spruce with wedges

Λυπεῖται ἡ πεύκη ὅτι οἱ ἐργᾶται ἐκ τοῦ ξύλου αὐτῆς σφῆνας ἐποίησαν τοῦ εὐκόπως αὐτὴν κόπτεσθαι.

Ἀνάγνωσις τοῦ ρ' μύθου

Ἐλάτη καὶ βάτος



Ἡ μὲν ἐλάτη καλὸν δένδρον οὖσα ἐπῄνει ἑαυτήν. Ἡ δὲ βάτος ἀποκρινομένη εἶπεν αὐτὴν μᾶλλον βάτον εἶναι βούλεσθαι ἄν,  ὅτε ὁ δρυτόμος ἔλθοι.

Ἀνάγνωσις τοῦ ρα' μύθου

Ἔλαφος <ἐπὶ νάματος> καὶ λέων

Ἔλαφός τις κατανοῶν ἑαυτὸν ἐν τῷ ὕδατι τὰ μὲν κέρατα ἐπῄνει τὰ δὲ σκέλη οὔ. Λεόντος δὲ τυχόντος καὶ διώκοντος  αὐτόν, τὰ σκέλη εἰς σωτηρίαν ἤνεγκεν ἂν τὸν ἔλαφον, εἰ μὴ τὰ κέρατα ἐνεπλάκη τοῖς ἐν τῇ ὕλῃ κλάδοις.

Ἀνάγνωσις τοῦ ρβ' μύθου


Δρυτόμοι καὶ πεύκη
Δρυτόμοι ἔσχιζόν τινα πεύκην· σφῆνας δὲ ἐξ αὐτῆς πεποιηκότες εὐκόλως ἔσχιζον. Ἡ δὲ εἶπεν· « Οὐ τοσοῦτον τὸν κόψαντα πέλεκυν μέμφομαι ὅσον τοὺς ἐξ ἐμοῦ γεννηγέντας σφῆνας. »
Ὅτι οὐ τοσοῦτόν ἐστι δεινόν, ὅτε τις ὑπὸ ἀλλοτρίων ἀνθρώπων πάθῃ τι τῶν ἀπαισίων ὅσον ὑπὸ τῶν οἰκείων.
Ἐλάτη καὶ βάτος
Ἤριζον πρὸς ἀλλήλας ἐλάτη καὶ βάτος. Ἡ δὲ ἐλάτη ἑαυτὴν ἐπαινοῦσα ἔφη ὅτι « καλή εἰμι καὶ εὐμήκης καὶ ὑψηλὴ καὶ χρησιμεύω εἰς ναῶν στέγη καὶ εἰς πλοῖα· καὶ πῶς ἐμοὶ συγκρίνῃ; » Ἡ δὲ βάτος εἶπεν· « Εἰ μνησθῇς τῶν πελέκεων καὶ τῶν πριόνων τῶν σε κοπτόντων, βάτος γενέσθαι καὶ σὺ μᾶλλον θελήσεις. »
Ὅτι οὐ δεῖ ἐν βίῳ ὄντας ἐπαίρεσθαι ἐν τῇ δόξῃ· τῶν γὰρ εὐτελῶν ἀκίνδυνός ἐστιν ὁ βίος.
Ἔλαφος <ἐπὶ νάματος> καὶ λέων
Ἔλαφος δίψῃ συσχεθεῖσα παρεγένετο ἐπί τινα πηγήν· πιοῦσα δέ, ὡς ἐθεάσατο τὴν ἑαυτῆς σκιὰν ἐπὶ τοῦ ὕδατος, ἐπὶ μὲν τοῖς κέρασιν ἠγάλλετο, ὁρῶσα τὸ μέγεθος καὶ τὴν ποικιλίαν, ἐπὶ δὲ τοῖς ποσὶ πάνυ ἤχθετο ὡς λεπτοῖς οὖσι καὶ ἀσθενέσιν. Ἔτι δὲ αὐτῆς διανοουμένης, λέων ἐπιφανεὶς ἐδίωκεν αὐτήν· κἀκείνη εἰς φυγὴν τραπεῖσα κατὰ πολὺ αὐτοῦ προεῖχεν· ἀλκὴ γὰρ ἐλάφων μὲν ἐν τοῖς ποσί, λεόντων δὲ ἐν καρδίᾳ. Μέχρι μὲν οὖν ψιλὸν ἦν τὸ πεδίον, ἡ μὲν προθέουσα διεσώζετο· ἐπειδὴ δὲ ἐγένετο κατά τινα ὑλώδη τόπον, τηνικαῦτα συνέβη, τῶν κεράτων αὐτῆς ἐμπλακέντων τοῖς κλάδοις, μὴ δυναμένην τρέχειν συλληφθῆναι. Μέλλουσα δὲ ἀναιρεῖσθαι ἔφη πρὸς ἑαυτήν· « Δειλαία ἔγωγε, ἥτις ὑφ᾿ ὧν μὲν προδοθήσεσθαι ἔμελλον, ὑπὸ τούτων ἐσῳζόμην, οἷς δὲ καὶ σφόδρα ἐπεποίθειν, ὑπὸ τούτων ἀπόλλυμαι. »
Οὕτω πολλάκις ἐν κινδύνοις οἱ μὲν ὕποπτοι τῶν φίλων σωτῆρες ἐγένοντο, οἱ δὲ σφόδρα ἐμπιστευθέντες προδόται.

Friday, November 18, 2016

κθ' Βενώρ· Ἡ νίκη

gp30

Μῦθοι Αἰσώπειοι· ϙζ', ϙη', ϙθ'

Διογένης καὶ φαλακρός

Waterhouse-Diogenes

Ἄνθρωπός τις ψιλὸς τὴν κεφαλὴν ὢν ἐλοιδόρει τὸν Διογήνην. Ὁ δὲ ἐπήνασε τὰς τρίχας αὐτοῦ τὰς καταλελοιπυίας  τὸ τοῦ πονηροῦ κρανίον.

Ἀνάγνωσις τοῦ ϙζ' μύθου
Διογένης ὁδοιπορῶν
Jason carries Hera across the river

Ὁ Διογήνης διαβὰς μὲν διὰ τοῦ πορθμέως τὸν ποταμὸν ἰδὼν δὲ καὶ ἄλλον ἄνθρωπον ὑπ' αὐτοῦ διενεχθέντα οὐκ ἔδωκε χάριν αὐτῷ ὅτι οὐκ ἐκ φιλανθρωπίας ἀλλ' ἐκ κενοδοξίας τοῦτο ποιοίη.

Ἀνάγνωσις τοῦ ϙη' μύθου

Δρύες καὶ Ζεύς

Αἱ μὲν δρύες χαλεπῶς ἔφερον ὅτι οἱ ἄνθρωποι ταῖς πέλυξιν κατατέμνουσιν αὐτάς. Ὁ δὲ Ζεύς· ἔνοχοί ἐστε,  ἐφή, αὐταί, αἱ  χρησιμώταται οὖσαι πρὸς τὸ τὰς πέλυκας ποιεῖν.

Ἀνάγνωσις τοῦ ϙθ' μύθου


Διογένης καὶ φαλακρός
Διογένης ὁ κυνικὸς φιλόσοφος λοιδορούμενος ὑπό τινος φαλακροῦ εἶπεν· « Ἐγὼ μὲν οὐ λοιδορῶ· μὴ γένοιτο· ἐπαινῶ δὲ τὰς τρίχας ὅτι κρανίου κακοῦ ἀπηλλάγησαν. »
Διογένης ὁδοιπορῶν
Διογένης ὁ κύων ὁδοιπορῶν, ὡς ἐγένετο κατά τινα ποταμὸν πλημμυροῦντα, εἱστήκει πρὸς τῇ βαλβίδι ἀμηχανῶν. Εἷς δέ τις τῶν διαβιβάζειν εἰθισμένων θεασάμενος αὐτὸν διαποροῦντα, προσελθὼν καὶ ἀράμενος αὐτόν, σὺν φιλοφροσύνῃ διεπέρασεν αὐτόν. Ὁ δὲ εἱστήκει τὴν αὐτοῦ πενίαν μεμφόμενος, δι᾿ ἣν ἀμείψασθαι τὸν εὐεργέτην οὐ δύναται. Ἔτι δὲ αὐτοῦ ταῦτα διανοουμένου, ἐκεῖνος θεασάμενος ἕτερον ὁδοιπόρον διελθεῖν μὴ δυνάμενον, προσδραμὼν καὶ αὐτὸν διεπέρασε. Καὶ ὁ Διογένης προσελθὼν αὐτῷ εἶπεν· « Ἀλλ᾿ ἔγωγε οὐκέτι σοι χάριν ἔχω ἐπὶ τῷ γεγονότι· ὁρῶ γὰρ ὅτι οὐ κρίσει, ἀλλὰ νόσῳ αὐτὸ ποιεῖς. »
Ὁ μῦθος δηλοῖ ὅτι <οἱ> μετὰ τῶν σπουδαίων καὶ τοὺς ἀνεπιτηδείους εὐεργετοῦντες οὐκ εὐεργεσίας δόξαν, ἀλογιστίας δὲ μᾶλλον ὀφλισκάνουσι.
Δρύες καὶ Ζεύς
Αἱ δρύες κατεμέμφοντο τοῦ Διὸς λέγουσαι ὅτι « μάτην παρήχθημεν ἐν τῷ βίῳ· ὑπὲρ πάντα γὰρ τὰ φυτὰ βιαίως τὴν τομὴν ὑφιστάμεθα. » Καὶ ὁ Ζεύς· « Ὑμεῖς αὐταὶ αἴτιοι τῆς τοιαύτης ἑαταῖς καθεστήκατε συμφορᾶς· εἰ μὴ γὰρ τοὺς στειλειοὺς ἐγεννᾶτε, καὶ πρὸς τεκτονικὴν καὶ γεωργικὴν χρήσιμοι ἦτε, οὐκ ἂν πέλεκυς ὑμᾶς ἐξέκοπτεν. »
Αἴτιοί τινες ἑαυτοῖς τῶν κακῶν καταστάντες τὴν μέμψιν ἀφρόνως τιθέασι τῷ θεῷ.

Friday, November 11, 2016

Μῦθοι Αἰσώπειοι· ϙδ', ϙε', ϙϛ'

Δέλφαξ καὶ πρόβατα


Ὗς τις ὐπὸ τοῦ ποιμένος ἀρθεὶς  πολὺ ἔκραζεν. Ὁ δέ, τῶν προβάτων τὴν αἰτίαν ἐρομένων,  ἀποκρινάμενος, ὁ ἄνθρωπος, ἔφη, λαμβάνει τὸ μὲν γάλα ἢ τὸ ἔριον ἀπὸ τῶν προβάτων , τὸ δὲ κρέας ἀπὸ τῶν ὑῶν.

Ἀνάγνωσις τοῦ ϙδ' μύθου
Δελφῖνες καὶ φάλαιναι καὶ κωβιός



Πολεμὸς ἦν μετὰ τῶν φαλλαινῶν καὶ τῶν δελφίνων. Κωβιὸς μέν τις, μικρὸς ἰχθὺς ὤν, ἤθελε τὰς σπονδὰς ποιεῖσθαι. Οἱ δὲ μεγάλοι ἰχθῦς κατεφρόνησαν αὐτοῦ.

Ἀνάγνωσις τοῦ ϙε' μύθου

Δημάδης ὁ ῥήτωρ


Δημάδης ὁ ἀθηναῖος οὐχ οἷος τ' ἦν τοὺς πολίτας ἐπὶ τὰ πολιτικὰ ἐπιστρέφειν. Διὰ τοῦτο ἔλεγεν μῦθον περὶ χελιδόνα καὶ  ἔγχελυν καὶ Δημήτρα θελούσας ποταμὸν διαβῆναι. Ἡ μὲν χελιδὼν πέτεται, ἡ δὲ ἔγχυλυς νεῖ. Οἱ οὖν πολῖται ἤροντο τὸν ῥήτορα ὅτι ἡ Δημήτηρ πράττοι. Μέμφεται, ἔφη ὁ Δημάδης, ὑμᾶς τὰ δημόσια ἀμελούντας.

Ἀνάγνωσις τοῦ ϙϛ' μύθου


Δέλφαξ καὶ πρόβατα
Ἔν τινι ποίμνῃ προβάτων δέλφαξ εἰσελθὼν ἐνέμετο. Καὶ δή ποτε τοῦ ποιμένος συλλαμβάνοντος αὐτόν, ἐκεκράγει τε καὶ ἀντέτεινε. Τῶν δὲ προβάτων αἰτιωμένων αὐτὸν ἐπὶ τῷ βοᾶν καὶ λεγόντων· « Ἡμᾶς μὲν συνεχῶς συλλαμβάνει καὶ οὐ κράζομεν, » ἔφη πρὸς ταῦτα· « Ἀλλ᾿ οὐχ ὅμοία γε τῇ ὑμετέρᾳ ἡ ἐμὴ σύλληψις· ὑμᾶς γὰρ ἢ διὰ τὰ ἔρια ἀγρεύει ἢ διὰ τὸ γάλα, ἐμὲ δὲ διὰ τὰ κρέα. »
Ὁ λόγος δηλοῖ ὅτι εἰκότως ἐκεῖνοι ἀνοιμώζουσιν οἷς ὁ κίνδυνος οὐ περὶ χρημάτων ἐστίν, ἀλλὰ περὶ σωτηρίας.
Δελφῖνες καὶ φάλαιναι καὶ κωβιός
Δελφῖνες καὶ φάλαιναι πρὸς ἀλλήλους ἐμάχοντο. Ἐπὶ πολὺ δὲ τῆς διαφορᾶς σφοδρυνομένης, κωβιὸς ἀνέδυ (ἐστὶ δὲ οὗτος μικρὸς ἰχθύς) καὶ ἐπειρᾶτο αὐτοὺς διαλύειν. Εἷς δέ τις τῶν δελφίνων ὑποτυχὼν ἔφη τρὸς αὐτόν· « Ἀλλ᾿ ἡμῖν ἀνεκτότερόν ἐστι μαχομένους ἑπ᾿ ἀλλήλων διαφθαρῆναι ἢ σοῦ διαλλακτοῦ τυχεῖν. »
Οὕτως ἔνιοι τῶν ἀνθρώπων οὐδενὸς ἄξιοι ὄντες, ὅταν ταραχῆς λάβωνται, δοκοῦσί τινες εἶναι.
Δημάδης ὁ ῥήτωρ
Δημάδης ὁ ῥήτωρ δημηγορῶν ποτε ἐν Ἀθήναις, ἐκείνων μὴ πάνυ τι αὐτῷ προσεχόντων, ἐδεήθη αὐτῶν ὅπως ἐπιτρέψωσιν αὐτῷ Αἰσώπειον μῦθον εἰπεῖν. Τῶν δὲ συγχωρησάντων αὐτῷ, ἀρξάμενος ἔλεγε· « Δήμητρα καὶ χελιδὼν καὶ ἔγχελυς τὴν αὐτὴν ὁδὸν ἐβάδιζον· γενομένων δὲ αὐτῶν κατά τινα ποταμόν, ἡ μὲν χελιδὼν ἔπτη, ἡ δὲ ἔγχελυς κατέδυ· » καὶ ταῦτα εἰπὼν ἐσιώπησεν. Ἐρομένων δὲ αὐτῶν· « Ἡ οὖν Δήμητρα τί ἔπαθεν; » ἔφη· « Κεχόλωται ὑμῖν, οἵτινες τὰ τῆς πόλεως πράγματα ἐάσαντες Αἰσωπείων μύθων ἀντέχεσθε. »
Οὕτω καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν ὅσοι τῶν μὲν ἀναγκαίων ὀλιγωροῦσι, τὰ δὲ πρὸς ἡδονὴν μᾶλλον αἱροῦνται.

Friday, November 4, 2016

Μῦθοι Αἰσώπειοι· ϙα', ϙβ', ϙγ'

Γυνὴ μάγος


Γυνή τις διὰ τῆς μαγικῆς τέχνης τὸν μισθὸν ἐλάμβανεν. Εἰς δὲ τὸ δικαστήριον κληθεῖσα καὶ  καταγνωσθεῖσα καινότητος περὶ τὰ τῶν θεῶν,  κατεδικάσθη  ἐπὶ θανάτῳ. Βλέψας δέ τις πρὸς αὐτήν, ὦ αὕτη, ἔφη, οὐκέτι ὠφελεῖ σοι ἡ τέχνη σου;

Ἀνάγνωσις τοῦ ϙα' μύθου

Δάμαλις καὶ βοῦς

vitula et bos

Πρῶτον μὲν ἡ δάμαλις ἀργὸς οὖσα καταφρονεῖ τοῦ βοὸς ἐν τῷ ἀγρῷ πονοῦντος. Ἔπειτα δέ, τῆς ἑορτῆς ἀρξαμένης καὶ τῆς δαμάλεως μελλούσης θύεσθαι, ὁ βοῦς καταγελᾷ αὐτῆς.

Ἀνάγνωσις τοῦ ϙβ' μύθου


Δειλὸς κυνηγὸς καὶ δρυτόμος


0601 Leo et Venator Meticulosus

θηρευτής τις δειλὸς ὢν καὶ  ἴχνη λεόντος ἑπόμενος ἔρετο δρυτόμον εἰ ἴδοι αὐτά. Ὁ δὲ ἀποκρινάμενος εἶπε δείξειν οὐ μόνον τὰ ἴχνη ἀλλὰ καὶ τὸν λεόντα. Ὁ δὲ θηρατὴς φοβηθείς· τὰ μὲν ἴχνη, ἔφη, ζητῶ, τὸν δὲ αὐτὰ ποιήσαντα οὔ.

Ἀνάγνωσις τοῦ ϙγ' μύθου


Γυνὴ μάγος
Γυνὴ μάγος ἐπῳδὰς καὶ θείων καταθέσεις μηνιμάτων ἐπαγγελλομένη διετέλει πολλὰ τελοῦσα καὶ ἐκ τούτων οὐ μικρὰ βιοποριστοῦσα. Ἐπὶ τούτοις ἐγγραφόμενοί τινες αὐτὴν ὡς καινοτομοῦσαν περὶ τὰ θεῖα, εἰς δίκην ἀπήγαγον καὶ κατηγορήσαντες κατεδίκασαν αὐτὴν ἐπὶ θανάτῳ. Θεασάμενος δέ τις αὐτὴν ἀπαγομένην ἐκ τῶν δικαστηρίων ἔφη· « Ὦ αὕτη, ἡ τὰς δαιμόνων ὀργὰς ἀποτρέπειν ἐπαγγελλομένη, πῶς οὐδὲ ἀνθρώπους πεῖσαι ἠδυνήθης; »
Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς γυναῖκα πλάνον, ἥτις τὰ μείζονα κατεπαγγελλομένη τοῖς μετρίοις ἀδύνατος ἐλέγχεται.
Δάμαλις καὶ βοῦς
Δάμαλις βοῦν ὁρῶσα ἐργαζόμενον ἐταλάνιζεν αὐτὸν ἐπὶ τῷ κόπῳ. Ἐπειδὴ δὲ ἑορτὴ κατέλαβε, τὸν βοῦν ἀπολύσαντες, τὴν δάμαλιν ἐκράτησαν τοῦ σφάξαι. Ἰδὼν δὲ ὁ βοῦς ἐμειδίασε καὶ πρὸς αὐτὴν εἶπεν· « Ὦ δάμαλις, διὰ τοῦτο ἤργεις διότι ἔμελλες ἀρτίως τυθῆναι. »
Ὁ μῦθος δηλοῖ ὅτι τὸν ἀργοῦντα κίνδυνος μένει.
Δειλὸς κυνηγὸς καὶ δρυτόμος
Λέοντός τις κυνηγὸς ἴχνη ἐπεζήτει· δρυτόμον δὲ ἐρωτήσας εἰ εἶδεν ἴχνη λέοντος καὶ ποῦ κοιτάζει, ἐφη· « Καὶ αὐτὸν τὸν λέοντά σοι ἤδη δείξω. » Ὁ δὲ ὠχριάσας ἐκ τοῦ φόβου καὶ τοὺς ὀδόντας συγκρούων εἶπεν· « Ἴχνη μόνα ζητῶ, οὐχὶ αὐτὸν τὸν λέοντα. »
[Ὅτι] τοὺς θρασεῖς καὶ δειλοὺς ὁ μῦθος ἐλέγχει, τοὺς τολμηροὺς ἐν τοῖς λόγοις καὶ οὐκ ἐν τοῖς ἔργοις.