Friday, April 28, 2017

Μῦθοι Αἰσώπειοι· ρξϛ', ρξζ', ρξη'

Κόραξ καὶ Ἑρμῆς

Crow traps at junction between Upper Dagie and Upper Broomhill. - geograph.org.uk - 439868

Κόραξ τις ἐν πάγῃ συνειληγμένος ἐπήγγειλε θύσειν τῷ Ἀπολλῶνι ἐὰν σωθῇ. Τοῦτο οὖν παρέδωκεν ὁ θεός. Ἔπειτα δὲ ἐπιλαθόμενος  καὶ πάλιν ἐν πάγῃ ἁλοὺς  ὁ κόραξ προσηύχετο τῷ Ἑρμῇ. Ὁ δὲ οὐκ ἐδέξατο τὴν δέησιν αὐτοῦ ὡς ψευδοῦς ὄντος.

Ἀνάγνωσις τοῦ ρξϛ' μύθου

Κόραξ καὶ ὄφις


Οὗτος ὁ μῦθος ὅμοιός ἐστι τῷ ρκη'. Κόραξ γάρ τις πειρασάμενος ὄφιν λαβεῖν ἀπέθανε διὰ τὸν τοῦ ὄφεως ἰόν.

Ἀνάγνωσις τοῦ ρξζ' μύθου

Κόραξ νοσῶν

Milvus Aegrotus


Κόραξ τις ἀσθενὴς ὢν παρῃτήσατο τὴν μητέρα  προσεύχεσθαι ὑπὲρ αὐτοῦ. Ἀλλὰ τίς τῶν θεῶν βοηθήσει αὐτῷ κλέπτοντι τὴν σάρκα προσδεδομένην αὐτοῖς;

Ἀνάγνωσις τοῦ ρξη' μύθου


Κόραξ καὶ Ἑρμῆς
Κόραξ ἐν παγίδι κρατηθεὶς ηὔξατο τῷ Ἀπόλλωνι λιβανωτὸν ἐπιθύσειν, εἰ τῆς παγίδος αὐτὸν ῥύσειε. Σωθεὶς δὲ τῆς ὑποσχέσεως ἐπελάθετο. Αὖθις δὲ ἐν ἑτέρᾳ παγίδι ληφθείς, ἀφεὶς τὸν Ἀπόλλωνα, τῷ Ἑρμῇ ηὔξατο θῦσαι. Ὁ δὲ πρὸς αὐτὸν εἶπεν· « Ὦ κάκιστον ζῷον, πῶς σοι πιστεύσω, ὅτι πρότερόν σου δεσπότην ἠδίκησας; »
Ὅτι οἱ πρὸς τοὺς εὐεργέτας ἀγνώμενες γενόμενον ἐν περιστάσει ἐμπεσόντες οὐχ ἕξουσι βοηθούς.
Κόραξ καὶ ὄφις
Κόραξ τροφῆς ἀπορῶν, ὡς ἐθέασατο ὄφιν ἔν τινι εὐηλίῳ τόπῳ κοιμώμενον, τοῦτον καταπτὰς ἥρπασε. Τοῦ δὲ ἐπιστραφέντος καὶ δακόντος αὐτόν, ἀποθνῄσκειν μέλλων, ἔφη· « Ἀλλ᾿ ἔγωγε δείλαιος, ὅστις τοιοῦτον ἕρμαιον εὕρηκα ἐξ οὗ καὶ ἀπόλλυμαι .»
Οὗτος ὁ λόγος λεχθείη ἂν ἐπ᾿ ἄνδρα ὅς διὰ θησαυροῦ εὕρεσιν καὶ περὶ σωτηρίας ἐκινδύνευσεν.
Κόραξ νοσῶν
Κόραξ νοσῶν ἔφη τῇ μητρί· « Μῆτερ, εὔχου τῷ θεῷ καὶ μὴ θρήνει. » Ἡ δ᾿ ὑπολαβοῦσα ἔφη· « Τίς σε, ὦ τέκνον, τῶν θεῶν ἐλεήσει; τίνος γὰρ κρέας ὑπὸ σοῦ γε οὐκ ἐκλάπη; »
Ὁ μῦθος δηλοῖ ὅτι οἱ πολλοὺς ἐχθροὺς ἐν βίῳ ἔχοντες οὐδένα φίλον ἐν ἀνάγκῃ εὑρήσουσιν.

Wednesday, April 26, 2017

Friday, April 21, 2017

Μῦθοι Αἰσώπειοι· ρξγ', ρξδ', ρξε'

Κολοιὸς καὶ περιστεραί


Κολοιός τις ἰδὼν περιστερὰς λιπαρὰς οὔσας λευκὸς γενόμενος ἦλθεν πρὸς τὸν περιστερῶνα ἵνα ἀπολαύοι τῆς τροφῆς αὐτῶν. Αἱ μὲν πρῶτον ἐδέξαντο αὐτόν, ἔπειτα δὲ ἀκούσασαι τὴν φωνὴν αὐτοῦ ἐξέβαλον αὐτόν. Ὁ δὲ πάλιν παρὰ τοῖς κολοιοῖς ἥξας διὰ τὸ χρῶμα ὠστρακίσθη.

Ἀνάγνωσις τοῦ ρξγ' μύθου

Κολοιὸς φυγάς


Κολοιός τις συλληφθεὶς καὶ παιδίῳ δοθεὶς ἔφυγεν τὸν δεσμὸν ἔτι ἔχων. Ἐπανελθόντος αὐτοῦ εἰς τὸ δένδρον ὁ δεσμὸς τοῖ κλαδίοις περιείλετο. Διὰ τοῦτο ὁ κολοιος κλαίων τὴν τύχην ἀπέθανεν.

Ἀνάγνωσις τοῦ ρξδ' μύθου

Κόραξ καὶ ἀλώπηξ

Frivolous Fables fox and raven

 Ἀλώπηξ τις ἰδοῦσα κόρακα ἐπὶ κλαιδῷ καθήμενον καὶ μέρος σαρκὸς ἔχοντα, ἐκολάκευεν αὐτὸν λέγουσα ὅτι καλὸς καὶ ἀγαθός ἐστιν ὥστε βασιλεύειν ἄν, εἰ εἶχε φωνήν. Ὁ μὲν κόραξ ἔκραξεν, ἡ δὲ ἀλώπηξ ἄρασα τὸ σαρκίδιον, εἰ καὶ φρένας εἶχες, ἔφη, βασιλεύῃς ἄν.

Ἀνάγνωσις τοῦ ρξε' μύθου


Κολοιὸς καὶ περιστεραί
Κολοιὸς ἰδὼν περιστερὰς ἔν τινι περιστεροτροφείῳ καλῶς τρεφομένας, λευκάνας ἑαυτὸν ἧκεν ὡς καὶ ἀπὸ τῆς αὐτῆς διαίτης μεταληψόμενος. Αἱ δέ, μέχρι μὲν ἡσύχαζεν, οἰόμεναι περιστερὰν αὐτὸν εἶναι, προσίεντο· ἐπειδὴ δέ ποτε ἐκλαθόμενος ἐφθέγξατο, τηνικαῦτα ἀμφιγνοήσασαι αὐτοῦ τὴν φωνὴν ἐξήλασαν αὐτόν. Καὶ ὃς ἀποτυχὼν τῆς ἐνταῦθα τροφῆς ἐπανῆλθε πάλιν πρὸς τοὺς κολοιούς· κἀκεῖνοι οὐ γνωρίζοντες αὐτὸν διὰ τὸ χρῶμα τῆς μετ᾿ αὐτῶν διαίτης ἀπεῖρξαν αὐτόν. Οὕτω τε δυοῖν ἐπιθυμήσας οὐδὲ μιᾶς ἔτυχεν.
Ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τοῖς ἑαυτῶν ἀρκεῖσθαι, λογιζομένους ὅτι ἡ πλεονεξία πρὸς τῷ μηδὲν ὠφελεῖν πολλάκις καὶ τὰ προσόντα ἀφαιρεῖται.
Κολοιὸς φυγάς
Κολοιόν τις συλλαβὼν καὶ δήσας αὐτοῦ τὸν πόδα λινῷ κάλῳ τῷ ἑαυτοῦ παιδὶ ἔδωκεν. Ὁ δὲ οὐχ ὑπομείνας τὴν μετ᾿ ἀνθρώπων δίαιταν, ὡς πρὸς ὀλίγον ἀδείας ἔτυχε, φυγὼν ἧκεν εἰς τὴν ἑαυτοῦ καλιάν. Περιειληθέντος δὲ τοῦ δεσμοῦ τοῖς κλάδοις, ἀναπτῆναι μὴ δυνάμενος ἐπειδὴ ἀποθνῄσκειν ἔμελλεν, ἔφη πρὸς ἑαυτόν· « Ἀλλ᾿ ἔγωγε δείλαιος, ὅστις τὴν παρὰ ἀνθρώπων δουλείαν μὴ ὑπομείνας ἔλαθον ἐμαυτὸν καὶ σωτηρίας στερήσας. »
Οὗτος ὁ λόγος ἁρμόσειεν ἂν ἐπ᾿ ἐκείνων τῶν ἀνθρώπων οἳ μετρίων ἑαυτοὺς κινδύνων ῥύσασθαι βουλόμενοι ἔλαθον εἰς μείζονα δεινὰ περιπεσόντες.
Κόραξ καὶ ἀλώπηξ
Κόραξ κρέας ἁρπάσας ἐπί τινος δένδρου ἐκάθισεν. Ἀλώπηξ δὲ θεασαμένη αὐτὸν καὶ βουλομένη τοῦ κρέατος περιγενέσθαι στᾶσα ἐπῄνει αὐτον ὡς εὐμεγέθη τε καὶ καλόν, λέγουσα καὶ ὡς πρέπει αὐτῷ μάλιστα τῶν ὀρνέων βασιλεύειν, καὶ τοῦτο πάντως ἂν ἐγένετο, εἰ φωνὴν εἶχεν. Ὁ δὲ παραστῆσαι αὐτῇ θέλων ὅτι καὶ φωνὴν ἔχει, ἀποϐαλὼν τὸ κρέας μεγάλα ἐκεκράγει. Ἐκείνη δὲ προσδραμοῦσα καὶ τὸ κρέας ἁπράσασα ἔφη· « Ὦ κόραξ, καὶ φρένας εἰ εἶχες, οὐδὲν ἂν ἐδέησας εἰς τὸ πάντων σε βασιλεῦσαι. »»
Πρὸς ἄνδρα ἀνόητον ὁ λόγος εὔκαιρος.

Friday, April 14, 2017

λζ' Βενώρ· Ἄφρων

gp38

Μῦθοι Αἰσώπειοι· ρξ', ρξα', ρξβ'

Κολοιὸς καὶ ἀλώπηξ


Ὁ μὲν κολοιὸς καθημένος ἐπὶ τῆς συκῆς προσεδόκα τὰ σῦκα. Ἡ δὲ ἄλωπηξ παρατυχοῦσα· ματαία, ἔφη, ἡ ἐλπίς σού ἐστιν.

Ἀνάγνωσις τοῦ ρξ' μύθου

Κολοιὸς καὶ κόρακες



Κολοιός τις μέγας μὲν ὢν ὑπερήφανος δέ, καταλιπὼν τοὺς τῆς ἑαυτοῦ φυλῆς, πρὸς τοὺς κόρακας ἦλθεν. Τῶν δὲ κοράκων οὐ δεξαμένων αὐτόν, ἐπανελθὼν εἰς τὴν πατρίδα οὐκ ἐλήφθη ὑπὸ τῶν ἄλλων.

Ἀνάγνωσις τοῦ ρξα' μύθου

Κολοιὸς καὶ ὄρνεα



Ὁ Ζεὺς προύθηκεν ἡμέραν ἵνα καταστήσειε τὸν κάλλιστον τῶν ὁρνέων ὡς βασιλέα. Τὰ μὲν ὄρνεα ἐλούετο ἐν ποταμῶ. Κολοιὸς δέ τις εἰδὼς αἰσχρὸς ὤν, συνελέξατο τὰ τῶν ὀρνέων πτερὰ  ἵνα παραβάλοιτο ἑαυτόν. Τῆς δὲ ἡμέρας παραγενομένης τῆς χειροτονίας, ὁ μὲν Ζεὺς  εἵλετο τὸν κολοιὸν ὡς ὠραιότατον ὄντα, τὰ δὲ ἄλλα ὄρνεα ὀργισθέντα ἀπέσπα τὰ καλὰ πτερὰ ὥστε τὸν κολοιὸν γυμνὸν γίγνεσθαι.

Ἀνάγνωσις τοῦ ρξβ' μύθου



Κολοιὸς καὶ ἀλώπηξ
Κολοιὸς λιμώττων ἐπί τινος συκῆς ἐκάθισεν· εὑρὼν δὲ τοὺς ὀλύνθους μηδέπω πεπείρους προσέμενεν ἕως σῦκα γένωνται. Ἀλώπηξ δὲ θεασαμένη αὐτον ἐγχρονίζοντα καὶ τὴν αἰτίαν παρ᾿ αὐτοῦ μαθοῦσα ἔφη· « Ἀλλὰ πεπλάνησαι, ὦ οὗτος, ἐλπίδι προσέχων, ἥτις βουκολεῖν μὲν οἶδε, τρέφειν δὲ οὐδαμῶς. »
[Πρὸς ἄνδρα φιλόνεικον.]
Κολοιὸς καὶ κόρακες
Κολοιὸς τῷ μεγέθει τῶν ἄλλων κολοιῶν διαφέρων, ὑπερφρονήσας τοὺς ὁμοφύλους, παρεγένετο πρὸς τοὺς κόρακας καὶ τούτοις ἠξίου συνδιαιτᾶσθαι. Οἱ δὲ ἀμφιγνοοῦντες αὐτοῦ τό τε εἶδος καὶ τὴν φωνὴν παίοντες αὐτὸν ἐξέβαλον. Καὶ ὃς ἀπελαθεὶς ὑπ᾿ αὐτῶν ἧκε πάλιν πρὸς τοὺς κολοιούς. Οἱ δὲ ἀγανακτοῦντες ἐπὶ τῇ ὕβρει οὐ προσεδέξαντο αὐτόν. Οὕτω τε συνέβη αὐτῷ τῆς ἐξ ἀμφοτέρων διαίτης στερηθῆναι.
Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τὰς πατρίδας ἀπολιπόντες καὶ τὰς ἀλλοδαπὰς προκρίνοντες οὔτε ἐν ἐκείναις εὐδοκιμοῦσι διὰ τὸ ξένοι εἶναι καὶ ὑπὸ τῶν πολιτῶν δυσχεραίνονται διὰ τὸ ὑπερπεφρονηκέναι αὐτούς.
Κολοιὸς καὶ ὄρνεα
Ζεὺς βουλόμενος βασιλέα ὀρνέων καταστῆσαι, προθεσμίαν αὐτοῖς ἔταξεν ἐν ᾗ παραγενήσονται πάντα, ὅπως τὸν ὡραιότατον πάντων καταστήσῃ ἐπ᾿ αὐτοῖς βασιλέα. Τὰ δὲ παραγενόμενα ἐπί τινα ποταμὸν ἀπενίζοντο. Κολοιὸς δέ, συνιδὼν ἑαυτὸν δυσμορφίᾳ περικείμενον, ἀπελθὼν καὶ τὰ ἀποπίπτοντα τῶν ὀρνέων πτερὰ συλλεξάμενος, ἑαυτῷ περιέθηκε καὶ προσεκόλλησε. Συνέβη οὖν ἐκ τούτου εὐειδέστερον πάντων γεγονέναι. Ἐπέστη οὖν ἡ ἡμέρα τῆς προθεσμίας καὶ ἦλθον πάντα τὰ ὄρνεα πρὸς τὸν Δία. Ὁ δὲ κολοιὸς ποικίλος γενόμενος ἧκε καὶ αὐτός. Τοῦ δὲ Διὸς μέλλοντος χειροτονῆσαι αὐτοῖς τὸν κολοιὸν βασιλέα διὰ τὴν εὐπρέπειαν, ἀγανακτήσαντα τὰ ὄρνεα, ἕκαστον τὸ ἴδιον αὐτοῦ πτερὸν ἀφείλετο. Οὕτω τε συνέβη αὐτῷ ἀπογυμνωθέντι κολοιὸν πάλιν γενέσθαι.
Οὕτω καὶ τῶν ἀνθρώπων οἱ χρεωφειλέται, μέχρι μὲν τὰ ἀλλότρια ἔχουσι χρήματα, δοκοῦσί τινες εἶναι, ἐπειδὰν δὲ αὐτὰ ἀποδώσωσιν, ὁποῖοι ἐξ ἀρχῆς ἦσαν εὑρίσκονται.

Friday, April 7, 2017

Μῦθοι Αἰσώπειοι· ρνζ', ρνη', ρνθ'

Κίχλα 


Κίχλα τις φιλοῦσα τοὺς τῆς μυρσίνης καρποὺς ἀεὶ ἐγγὺς τοῦ δένδρου ἔμεινεν ὥστε ἰξευτήν τινα συλλαβεῖν αὐτήν. Ἡ δὲ μυρσίνη ἐστὶ τὸ τῆς Ἀφροδίτης φυτόν.

Ἀνάγνωσις τοῦ ρνζ' μύθου

Κλέπται καὶ ἀλεκτρυών


Κλέπται τινὲς εἰς οἰκὶαν εἰσελθόντες ἐλάβοντο μόνον ἀλεκρτρύονα. Μελλόντων δὲ ἀποκτεῖναι αὐτόν, ὁ ἀλεκτρύων ἐδεῖτο αὐτῶν φείσασθαι ὅτι ἐγείρων τοὺς ἀνθρώπους χρήσιμος εἴη. Οἱ μέντοι κλέπται φοβοῦμενοι μὴ ὁ ἀλεκτρύων ἐμποδίζῃ τῷ κλέπτειν ἔθυσαν αὐτόν.

Ἀνάγνωσις τοῦ ρνη' μύθου

Κοιλία καὶ πόδες

Membra et Venter

Πότερον οἱ πόδες ἢ ἡ γαστὴρ ἀμείνους εἰσίν; Οἱ μὲν γὰρ πόδες βαστάζουσι τὸ σῶμα, ἡ δὲ κοιλία τρέφει αὐτό.

Ἀνάγνωσις τοῦ ρνθ' μύθου


Κίχλα
Ἔν τινι μυρσινῶνι κίχλα ἐνέμετο· διὰ δὲ τὴν γλυκύτητα τοῦ καρποῦ οὐκ ἀφίστατο. Ἰξευτὴς δὲ παρατηρησάμενος ἐμφιλοχωροῦσαν ἰξεύσας συνέλαβε. Καὶ δὴ μέλλουσα ἀναιρεῖσθαι ἔφη· « Δειλαία εἰμί, ἥτις διὰ τροφῆς γλυκύτητα σωτηρίας στερίσκομαι. »
Ὁ λόγος πρὸς ἄνδρα ἄσωτον δι᾿ ἡδυπάθειαν ἀπολωλότα εὔκαιρός ἐστιν.
Κλέπται καὶ ἀλεκτρυών
Κλέπται εἴς τινα οἰκίαν εἰσελθόντες οὐδὲν μὲν ἄλλο εὗρον, μόνον δὲ ἀλεκτρυόνα, καὶ τοῦτον λαβόντες απηλλάγησαν. Ὁ δὲ μέλλων ὑπ᾿ αὐτῶν θύεσθαι ἐδέετο ὅπως αὐτὸν ἀπολύσωσι, λέγων χρήσιμον ἑαυτὸν τοῖς ἀνθρώποις εἶναι νύκτωρ αὐτοὺς ἐπὶ τὰ ἔργα ἐγείροντα. Οἱ δὲ ὑποτυχόντες ἔφασαν· « Ἀλλὰ καὶ διὰ τοῦτό σε μᾶλλον θύομεν· ἐκείνους γὰρ ἐγείρων ἡμᾶς οὐκ ἐᾷς κλέπτειν. »
Ὁ λόγος δηλοῖ ὅτι ταῦτα μάλιστα τοῖς πονηροῖς ἠναντίωται ἅτινα τῶν χρηστῶν ἐστιν εὐεργετήματα.
Κοιλία καὶ πόδες
Κοιλία καὶ πόδες περὶ δυνάμεως ἤριζον. Παρ᾿ ἕκαστα δὲ τῶν ποδῶν λεγόντων ὅτι τοσοῦτον προέχουσι τῇ ἰσχύι ὡς καὶ αὐτὴν τὴν γαστέρα βαστάζειν, ἐκείνη ἀπεκρίνατο· « Ἀλλ᾿, ὦ οὗτοι, ἐὰν μὴ ἐγὼ τροφὴν ὑμῖν παράσχωμαι, οὐδὲ ὑμεῖς βαστάζειν δυνήσεσθε. »
Οὕτω καὶ ἐπὶ τῶν στρατευμάτων τὸ μηδὲν ἐπὶ τὸ πολὺ πλῆθος, ἐὰν μὴ οἱ στρατηγοὶ ἄριστα φρονῶσιν.

Thursday, April 6, 2017

Νέα ἔκδοσις τοῦ Greek Prose Phrase Book

$5


Νῦν μὲν ἔξεστιν ὑμῖν, ὦ φιλέλληνες, πρίασθαι τοῦτο τὸ βιβλίον ἐν νέᾳ ἐκ χάρτου ἐκδόσει. Ἀεὶ δ' ἡ ἠλεκτρονικὴ ἔκδοσις ἐνταῦθα δωρεὰν μένει.