Friday, July 27, 2018

Τῆς ὁμιλίας ῥῆτραι

Νεωστὶ ἐποίησα τάσδε τὰς κινηματογραφὰς ἀναγιγνώσκων τὰς ἐν τῷ τοῦ Φρανμοραρίου βιβλίῳ Ἑλληνικὰς ῥήτρας. Ἀπολαύετε ἄρα, ὦ φίλοι.





$5

Wednesday, July 25, 2018

Τὸ περιώνυμον λυχνάριον τοῦ Ἀλαντίν

$13
Ἔξεστιν ὑμῖν, ὦ φιλέλληνες, καὶ τὸν μῦθον δωρεὰν ἀναγιγνώσκειν καὶ ὠνεῖσθαι βιβλίον.

 

Friday, July 20, 2018

Πάντες οἱ Αἰσώπειοι μῦθοι

Velázquez - Esopo (Museo del Prado, 1639-41)


Μῦθοι Αἰσώπειοι· τνϛ', τνζ', τνη'

Ψύλλα καὶ ἀθλητής


Ψύλλα καθίσασα ἐπὶ τὸν πόδα ἀθλητοῦ ἀσθενοῦντός τινος, ἔδακεν. Ὁ μὲν ὀργισθεὶς  ἐπειράσατο συλλαβεῖν αὐτήν. Ἡ δὲ ἔφυγεν. Ὁ οὖν ἀθλητὴς ἐμέμψατο τὸν Ἡρακλεᾶ λέγων ὅτι εἰ οὕτω βοηθεῖ ἐπὶ ψύλλαν, πῶς ἐπὶ ἀνταγωνιστήν;

Ἀνάγνωσις τοῦ τνϛ' μύθου

Ψύλλα καὶ ἄνθρωπος

Pulex et Homo

Ψύλλα τις ἔδακνεν ἄνθρωπον. Ὁ δὲ τέλος συλλαβὼν αὐτὴν ἤρετο τίς εἴη ὥστε τρέφεσθαι ἀπ' αὐτοῦ. Αὐτῆς δὲ λεγούσης ὅτι τοῦτο μικρὸν κάκον εἴη τοσούτῳ ἀνθρώπῳ, οὗτος· οὐ πρέπει, ἔφη, τῷ κακῷ μήτε μεγάλῳ μήτε μικρῷ ὄντι ὑπάρχειν. Καὶ ἀπέκτεινεν αὐτήν.

Ἀνάγνωσις τοῦ τνζ' μύθου

Ψύλλα καὶ βοῦς


Διὰ τί, ἤρετο ἡ ψύλλα, ὦ βοῦς, τοσοῦτος ὤν, δουλεύεις τοῖς ἀνθρώποις, ὧνπερ τῷ αἵματι ἔγωγε τρέφομαι; Ὁ δὲ βοῦς ἀποκρινάμενος, χάριν οἶδα, ἔφη, αὐτοῖς, τοὶς ἐμὲ φιλοῦσί τε καὶ τὸ δέρμα μου τρίβουσιν. Ἀλλ' ὦ οὗτος, εἶπεν ἡ ψύλλα, ἐγὼ ἀποθανοῦμαι διὰ τὴν τρῖψιν.

Ἀνάγνωσις τοῦ τνη' μύθου


Ψύλλα καὶ ἀθλητής
Ψύλλα ποτὲ πηδήσασα ἐκάθισεν ἐπὶ ταρσοῦ ποδὸς ἀνδρὸς ἀθλητοῦ νοσοῦντος καὶ ἐνῆκε δῆγμα. Ὁ δ᾽ ἀκροχολήσας εὐτρεπίσας τοὺς ὄνυχας οἷός τε ἦν συνθλάσαι τὴν ψύλλαν. Ἡ δὲ ὑφ᾽ ὁρμῆς φυσικὸν πήδημα λαϐοῦσα ἀπέδρα τοῦ θανεῖν ἀπαλλαγεῖσα. Καὶ ὃς στενάξας εἶπεν· « Ὦ Ἡράκλεις, ὅταν πρὸς ψύλλαν οὕτω <συμμαχῇς>, πῶς ἐπὶ τοὺς ἀνταγωνιστὰς συνεργὸς ἔσῃ ; »
Ἀτὰρ οὖν καὶ ἡμᾶς ὁ λόγος διδάσκει μὴ δεῖν ἐπὶ τὰ ἐλάχιστα καὶ ἀκίνδυνα πράγματα ἐπευθὺς τοὺς θεοὺς ἀνακαλεῖν, ἀλλ᾽ ἐπὶ τὰς μείζους ἀνάγκας.
Ψύλλα καὶ ἄνθρωπος
Ψύλλα δὲ ποτέ τινι πολλὰ ἠνώχλει.
Καὶ δὴ συλλαϐών· « Τίς εἶ σύ, ἀνεϐόα,
ὅτι πάντα μου μέλη κατεϐοσκήσω
εἰκῆ καὶ μάτην ἐμὲ καταναλίσκων ; »
Ἡ δὲ ἐϐόα· « Οὕτως ζῶμεν, μὴ κτείνῃς·
μέγα γὰρ κακὸν οὐ δύναμαι ποιῆσαι. »
Ὁ δὲ γελάσας πρὸς αὐτὴν οὕτως ἔφη·
« Ἄρτι τεθνήξῃ χερσί σου ταῖς ἰδίαις·
ἅπαν γὰρ κακόν, οὐ μικρόν, οὐδὲ μέγα
οὐδ᾽ ὅλως πρέπει καθόλου φυῆναι. »
Ὁ μῦθος δηλοῖ ὅτι ὁ κακὸς οὐ πρέπει ἐλεηθῆναι, κἂν μέγας ᾖ, κἂν μικρός.
Ψύλλα καὶ βοῦς
Ψύλλα δέ ποτε τὸν βοῦν οὕτως ἠρώτα·
« Τί δὴ [παθὼν] ἀνθρώποις ὁσημέραι δουλεύεις,
καὶ ταῦτα ὑπερμεγέθης καὶ ἀνδρεῖος [τυγχάνων],
μοῦ σάρκας αὐτῶν οἰκτίστως διασπώσης
καὶ τὸ αἷμα <αὐτῶν> χανδόθεν πινούσης; »
Ὁ δ᾽· « Οὐκ ἄχαρίς εἰμι μερόπων γένει·
στέργομαι γὰρ παρὰ αὐτῶν καὶ φιλοῦμαι [ἐκτόπως],
τρίϐομαί τε συχνῶς μέτωπόν [τε] καὶ ὤμους. »
Ἡ δέ· « Ἀλλ᾽ ἐμοὶ γοῦν τέως τῇ δειλαίᾳ
ἡ σοὶ φίλη τρίψις οἴκτιστος <δὴ> μόρος,
ὅτε καὶ τύχῃ συμϐαίνει <μοι ἁλῶναι>. »
Ὅτι οἱ διὰ τοῦ λόγου ἀλαζόνες καὶ ὑπὸ τοῦ εὐτελοῦς ἡττῶνται.

Friday, July 13, 2018

λ' - Ζήτω ὁ Ἀλαντίν

31g

Μῦθοι Αἰσώπειοι· τνγ', τνδ', τνε'

Χῆνες καὶ γέρανοι

Anseres et Grues - Osius

Χῆνες καὶ γέρανοι ἐτρέφοντο ἐν τῷ αὐτῷ νέμῳ. Προσελθόντων δὲ ὀρνιθευτῶν αἱ μὲν κοῦφαι γέρανοι ἔφυγον, αἱ δὲ βαρυτέραι χῆνες συνελήφθησαν ἐν τῷ δικτύῳ.

Ἀνάγνωσις τοῦ τνγ' μύθου

Χύτραι

ollae duae


Χύτρα  ὀστρακίνη  καὶ χύτρα χαλκῆ διεφέροντο ἐν τῷ αὐτῷ ποτάμῳ. Ἡ δὲ ὀστρακίνη ἐδεήθη τῆς χαλκῆς ἀπέχεσθαι ἵνα μὴ ἐκείνην βλάψαι.

Ἀνάγνωσις τοῦ τνδ' μύθου

Ψιττακὸς καὶ γαλῆ


Ψιττακός τις νεωστὶ ἠγορασμένος ἤρξατο κράζειν ἐπὶ τῆς ἑστίας καθήμενος. Ἡ δὲ γαλῆ ἰδοῦσα καὶ πυθομένη τίς ἐκεῖνος εἴη ἐμέμφθη αὐτὸν τῆς τολμῆς. Εἰ γὰρ αὐτὴ τὸ αὐτὸ ἐποίησεν, εὐθὺς οἱ ἄνθρωποι ἔδιωξαν ἄν. Αλλ' ὦ αὕτη, ἔφη ὁ ψιττακός, ἡ φωνή μου ἀρέσκει αὐτοῖς.

Ἀνάγνωσις τοῦ τνε' μύθου


Χῆνες καὶ γέρανοι
Χῆνες καὶ γέρανοι τὸν αὐτὸν λειμῶνα ἐνέμοντο. Ἐπιφανέντων δὲ αὐτοῖς θηρευτῶν, αἱ μὲν γέρανοι ἐλαφραὶ οὖσαι ἀπέπτησαν, οἱ δὲ χῆνες μείναντες διὰ τὸ βάρος τῶν σωμάτων συνελήφθησαν.
Οὕτω καὶ τῶν ἀνθρώπων, ἐπὰν πόλεμος ἐν πόλει γένηται, οἱ μὲν πένητες εὐπρόφοροι ὄντες, ῥᾳδίως ἀπὸ πόλεως εἰς ἑτέραν πόλιν διασῴζονται τῆς ἐλευθερίας μετέχοντες, οἱ δὲ πλούσιοι διὰ τὴν τῶν ὑπαρχόντων ὑπερϐολὴν μένοντες πολλάκις δουλεύουσιν.
Χύτραι
Χύτραν ὀστρακίνην καὶ χαλκῆν ποταμὸς κατέφερεν. Ἡ δὲ ὀστρακίνη τῇ χαλκῇ ἔλεγεν· « Μακρόθεν μου κολύμϐα, καὶ μὴ πλησίον· ἐὰν γάρ μοι σὺ προσψαύσῃς, κατακλῶμαι, κἂν ἐγὼ μὴ θέλουσα προσψαύσω. »
Ὅτι ἐπισφαλής ἐστι βίος πένητι δυναστοῦ ἅρπαγος πλησίον παροικοῦντι.
Ψιττακὸς καὶ γαλῆ
Ψιττακόν τις ἀγοράσας ἀφῆκεν ἐπὶ τῆς οἰκίας νέμεσθαι. Ὁ δὲ τῇ ἡμερότητι χρησάμενος, ἀναπηδήσας ἐπὶ τὴν ἑστίαν ἐκάθισε, κἀκεῖθεν τερπνὸν ἐκεκράγει. Γαλῆ δὲ θεασαμένη ἐπυνθάνετο αὐτοῦ τίς τέ ἐστι καὶ πόθεν ἦλθεν. Ὁ δὲ εἶπεν· « Ὁ δεσπότης με νεωστὶ ἐπρίατο. — Οὐκοῦν, ἰταμώτατε ζῴων, ἔφη, πρόσφατος ὢν τοιαῦτα βοᾷς, ὅτε ἐμοὶ τῇ οἰκογενεῖ ἐπιτρέπουσιν οἱ δεσπόται, ἀλλ᾽ ἐάν ποτε τοῦτο πράξω, προσαγανακτοῦντες ἀπελαύνουσί με. » Ὁ δὲ ἀπεκρίνατο λέγων· « Οἰκοδέσποινα, ἀλλὰ σύ γε βάδιζε μακράν· οὐχ ὁμοίως γὰρ δυσχεραίνουσιν οἱ δεσπόται ἐπὶ τῇ ἐμῇ φωνῇ ὅσον ἐπὶ τῇ σῇ. »
Πρὸς ἄνδρα πονηροψόγον ἑτέροις ἀεὶ αἰτίας προσάπτειν ἐπιχειροῦντα ὁ λόγος εὔκαιρος.

Thursday, July 5, 2018

ΛΕΞΙΚΟΝ ΕΛΛΗΝΙΚΟΝ



Ἐκ τῆς εἰσαγωγῆς ·

τούτῳ τῷ λεξικῷ χρώμενος, οὐ μόνον γράψεις τε καὶ λαλήσεις περὶ τὰ καθ’ ἡμέραν τῶν ἀρχαίων Ἑλλήνων ἀλλὰ καὶ περὶ τὰ τῶν νῦν ἀνθρώπων. αὕτη γάρ ἐστιν ἡ εἰς τὴν Ἑλληνικὴν γλῶσσαν μετάφρασις ἐκείνου τοῦ εἰκόνων Ῥωμαϊκοῦ λεξικοῦ

Sigrides Albert
Imaginum Vocabularium Latinum
Secunda editio aucta.
Saraviponti 2009
ISBN 978-3-923587-55-4
http://www.voxlatina.uni-saarland.de/

Μῦθοι Αἰσώπειοι· τν', τνα', τνβ'

Χελιδὼν <κομπάζουσα> καὶ κορώνη

Cornix et Hirundo


Ἡ χελιδὼν ὑπερήφανος οὖσα διηγεῖτο τὸν βίον τῇ κορώνῃ. Ἦν γὰρ πάλαι ἡ τοῦ  ἐν ταῖς Ἀθήναις βασιλέως  θυγάτηρ. Ὑπὸ δὲ τοῦ Τηρέως ὑβρισθεῖσα καὶ τμηθεῖσα τὴν γλῶσσαν εἰς χελιδόνα μετηλλάχθη. Ἡ δὲ κορώνη ὑπολαβοῦσα ἤρετο ὅποσα ἀν ἐλάλει γλῶσσαν ἔχουσα.

Ἀνάγνωσις τοῦ τν' μύθου

Χελώνη καὶ ἀετός

Aquila et Testudo


Ἡ χελώνη ἐπιθυμοῦσα τοῦ πέτεσθαι μάλα ἱκέτευε τὸν ἀετὸν διδάσκειν αὐτήν. Καίπερ τούτου παρὰ φύσιν ὄντος, τέλος ὁ ἀετὸς ἀνάρας  αὐτὴν τοῖς ὄνυξιν ἀπέπτετο. Ἐπεῖτα δὲ τοῦ αἐτοῦ αὐτὴν ἀφέντος, ἡ χελώνη πεσοῦσα εἰς τὰς πέτρας ἀπέθανεν.

Ἀνάγνωσις τοῦ τνα' μύθου

Χελώνη καὶ λαγωός

Lepus et Testudo


Ἐρίδος μετὰ τῆς χελώνης καὶ τοῦ λαγωοῦ οὔσης ὅστις ταχίων εἴη, ἀγὼν ἐστάθη, δηλαδή δρόμος. Ὁ μὲν λαγωὸς καταφρονήσας τῆς χελώνης ἤρξατο καθεύδειν. Ἡ δὲ χελώνη βραδέως βαδίσασα ἐνίκησεν τὸν δρόμον.

Ἀνάγνωσις τοῦ τνβ' μύθου


Χελιδὼν <κομπάζουσα> καὶ κορώνη
Ἡ χελιδὼν ἔφη πρὸς τὴν κορώνην· « Ἐγὼ παρθένος καὶ Ἀθηναία καὶ βασίλισσα καὶ βασιλέως τῶν Ἀθηνῶν θυγάτηρ <εἰμί>, » καὶ προσέθηκε καὶ τὸν Τηρέα καὶ τὴν βίαν καὶ τὴν ἀποκοπὴν τῆς γλώττης. Καὶ ἡ κορώνη· « Τί ἄν, ἔφη, ἐποίησας, εἰ τὴν γλῶτταν εἶχες, ὅπου, τμηθείσης, τοσαῦτα λαλεῖς ; »
Ὅτι οἱ ἀλαζόνες διὰ τοῦ λόγου ψευδολογοῦντες αὐτοὶ ἑαυτοῖς ἔλεγχος καθίστανται.
Χελώνη καὶ ἀετός
Χελώνη ἀετοῦ ἐδεῖτο ἵπτασθαι αὐτὴν διδάξαι. Τοῦ δὲ παραινοῦντος πόρρω τοῦτο τῆς φύσεως αὐτῆς εἶναι, ἐκείνη μᾶλλον τῇ δεήσει προσέκειτο. Λαϐὼν οὖν αὐτὴν τοῖς ὄνυξι καὶ εἰς ὕψος ἀνενεγκὼν, εἶτ’ ἀφῆκεν. Ἡ δὲ κατὰ πετρῶν πεσοῦσα συνετρίϐη.
Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ ἐν φιλονεικίαις τῶν φρονιμωτέρων παρακούσαντες ἑαυτοὺς ἔϐλαψαν.
Χελώνη καὶ λαγωός
Χελώνη καὶ λαγωὸς περὶ ὀξύτητος ἤριζον. Καὶ δὴ προθεσμίαν στήσαντες καὶ τόπον ἀπηλλάγησαν. Ὁ μὲν οὖν λαγωὸς διὰ τὴν φυσικὴν ὠκύτητα ἀμελήσας τοῦ δρόμου, πεσὼν παρ’ ὁδὸν ἐκοιμᾶτο. Ἡ δὲ χελώνη συνειδυῖα ἑαυτῇ βραδύτητα, οὐ διέλιπε τρέχουσα, καὶ οὕτω κοιμώμενον τὸν λαγωὸν παραδραμοῦσα ἐπὶ τὸ βραδεῖον τῆς νίκης ἀφίκετο.
Ὁ λόγος δηλοῖ ὅτι πολλάκις φύσιν ἀμελοῦσαν πόνος ἐνίκησεν.