Friday, September 30, 2016

Μῦθοι Αἰσώπειοι· οϛ', οζ', οη'

Γαλῆ καὶ Ἀφροδίτη


Γαλῆ τις ἠράσθη νεανίου. Διὰ τοῦτο προσευξαμένη τῇ Ἀφροδίτῃ  εἰς καλὴν γυναῖκα ὑπὸ τῆς θεοῦ ἠλλάχθη. Ἔπειτα δὲ ἐν τῷ θαλάμῳ μετὰ τοῦ ἀνδρὸς οὖσα, μῦν  ἰδοῦσα, ἐδίωκε αὐτόν. Ἡ οὖν Ἀφροδίτη ὀργισθεῖσα πάλιν εἰς γαλῆν μετεμόρφωσεν  αὐτήν.

Ἀνάγνωσις τοῦ οϛ' μύθου

Γαλῆ καὶ ῥίνη


Αὑτὴ ἡ μωρὰ γαλῆ ἀπώλεσε τὴν γλῶσσαν διὰ τὸ ῥίνην λείχειν.

Ἀνάγνωσις τοῦ οζ' μύθου

Γέρων καὶ θάνατος


Γέρων τις  φορτίον φέρων καὶ κεκοπιακὼς παρεκάλεσε τὸν θάνατον. Τῷ δὲ θανάτῷ ἐληλυθότι καὶ ἐρωτῶντι τί θέλεις, ὁ ἀνὴρ ἔφη·  ἐπᾶρον τὸ φορτίον.

Ἀνάγνωσις τοῦ οη' μύθου


Γαλῆ καὶ Ἀφροδίτη
Γαλῆ ἐρασθεῖσα νεανίσκου εὐπρέπους ηὔξατο τῇ Ἀφροδίτῃ ὅπως αὐτὴν μεταμορφώσῃ εἰς γυναῖκα. Καὶ ἡ θεὸς ἐλεήσασα αὐτῆς τὸ πάθος μετετύπωσεν αὐτὴν εἰς κόρην εὐειδῆ, καὶ οὕτως ὁ νεανίσκος θεασάμενος αὐτὴν καὶ ἐρασθεὶς οἴκαδε ὡς ἑαυτὸν ἀπήγαγε. Καθημένων δὲ αὐτῶν ἐν τῷ θαλάμῳ, ἡ Ἀφροδίτη γνῶναι βουλομένη εἰ μεταβαλοῦσα τὸ σῶμα ἡ γαλῆ καὶ τὸν τρόπον ἤλλαξε, μῦν εἰς τὸ μέσον καθῆκεν. Ἡ δὲ ἐπιλαθομένη τῶν παρόντων ἐξαναστᾶσα ἀπὸ τῆς κοίτης τὸν μῦν ἐδίωκε καταφαγεῖν θέλουσα. Καὶ ἡ θεὸς ἀγανακτήσασα κατ᾿ αὐτῆς πάλιν αὐτὴν εἰς τὴν ἀρχαίαν φύσιν ἀποκατέστησεν.
Οὕτω καὶ τῶν ἀνθρώπων οἱ φύσει πονηροί, κἂν φύσιν ἀλλάξωσι, τὸν γοῦν τρόπον οὐ μεταβάλλονται.
Γαλῆ καὶ ῥίνη
Γαλῆ εἰσελθοῦσα εἰς χαλκέως ἐργαστήριον τὴν ἐκεῖ κειμένην ῥίνην περιέλειχε. Συνέβη δὲ, ἐκτριβομένης τῆς γλώσσης, πολὺ αἷμα φέρεσθαι. Ἡ δὲ ἐτέρπετο ὑπονοοῦσά τι τοῦ σιδήρου ἀφαιρεῖσθαι, μεχρὶ παντελῶς ἀπέβαλε τὴν γλῶσσαν.
Ὁ λόγος εἴρηται πρὸς τοὺς ἐν φιλονεικίαις ἑαυτοὺς καταβλάπτοντας.
Γέρων καὶ θάνατος
Γέρων ποτὲ ξύλα κόψας καὶ ταῦτα φέρων πολλὴν ὁδὸν ἐβάδιζε. Διὰ δὲ τὸν κόπον τῆς ὁδοῦ ἀποθέμενος τὸ φορτίον τὸν Θάνατον ἐπεκαλεῖτο. Τοῦ δὲ Θανάτου φανέντος καὶ πυθομένου δι᾿ ἣν αἰτίαν αὐτὸν παρακαλεῖται, ὁ γέρων ἔφη· « Ἵνα τὸ φορτίον ἄρῃς. »
Ὁ μῦθος δηλοῖ ὅτι πᾶς ἄνθρωπος φιλόζωος, [ἐν τῷ βίῳ] κἂν δυστυχῇ.

Friday, September 23, 2016

Τὰ τοῦ Στεφάνου ἑρμηνεύματα

Roman school

Τὰ ἑρμηνεύματα τοῦ Στεφάνου, ὥσπερ τὰ ἄλλα ἑμηνεύματα, ἔχει τὸ κείμενον καὶ ἐν τῇ Ῥωμαϊκῇ καὶ ἐν τῇ Ἑλληνικῇ. Οἱ γὰρ πάλαι διδάσκαλοι τοῖς ἑρμηνεύμασιν ἐχρῶντο τοῦ ταύτας τὰς γλώσσας διδάσκειν. Ἐνταῦθα δὲ ἀναγιγνώσκω φωνῇ μεγάλῇ ἐκ τῶν τοῦ Στεφάνου ἑρμηνευμάτων τὴν ὁμιλίαν, καὶ τὰς Νικιαρίου ἐρωτήσεις καὶ ἀποκρίσεις, καὶ τὰς Καρφιλίδος , καὶ τὰς ἀποκρίσεις φρονίμων, καὶ τὰ παραγγέλματα ἐν Δελφοῖς παρὰ τοῦ Ἀπόλλωνος ἐπὶ τοῦ στύλου γεγραμμένα πλησίον τοῦ θεοῦ, καὶ τὰ Ἀδριανοῦ αποφάσεις. Ἐνταῦθα μὲν εὐρίσκεται τὸ βιβλίον, ἐγὼ δὲ τοῦτο ἀνέγνων ὅτι διωρθωμένον δοκεῖ εἶναι· μέρος α', β', γ'. Ἀπολαύσατε οὖν.

Μῦθοι Αἰσώπειοι· ογ', οδ', οε'

Βορέας καὶ Ἥλιος


Ὁ μὲν Βορέας βίᾳ πειραζόμενος ὁδοιποροῦντά τινα τὸ ἱμάτιον ἀποδύσαι οὐκ οἷος τ' ἦν.
Ὁ δ' Ἥλιος τῷ φλογὶ ἐδύνατο.

Ἀνάγνωσις τοῦ ογ' μύθου

Βουκόλος καὶ λέων


Βουκόλος τις μόσχον ἀπολέσας ὑπέσχετο θύσειν τῷ Διὶ ἔριφον ὅταν τὸν κλέπτην εὕρῃ. Ἑορακὼς δὲ λέοντα κατεσθίοντα τὸν μόσχον,  ὑπέσχετο ταῦρον ἵνα τὸν λέοντα ἐκφύγοι.


Βωταλὶς καὶ νυκτερίς


Ἄνρθωπός τις καταλαβὼν ἀηδόνα, τοῦτο γὰρ τὸ Βροταλὶς σημαίνει, ἡμέρας ᾄδουσαν  ἐδεδήκει αὐτὴν θυρίδι. Ἡ δὲ μόνον νυκτὸς ᾖδεν. Ἀλλ' ὦ αὕτη, ἔφη ἡ νυκτερίς, ἔδει σε τοῦτο ποιεῖν πρὶν ἢ τὸν ἄνθροπον καταλαβεῖν σε.

Ἀνάγνωσις τοῦ οε' μύθου


Βορέας καὶ Ἥλιος
Βορέας καὶ Ἥλιος περὶ δυνάμεως ἤριζον. Ἔδοξε δὲ αὐτοῖς ἐκείνῳ τὴν νίκην ἀπονεῖμαι, ὃς ἂν αὐτῶν ἄνθρωπον ὁδοιπόρον ἀποδύσῃ. Καὶ ὁ Βορέας ἀρξάμενος σφοδρὸς ἦν· τοῦ δὲ ἀνθρώπου ἀντεχομένου τῆς ἐσθῆτος μᾶλλον ἐπέκειτο. Ὁ δὲ ὑπὸ τοῦ ψύχους καταπονούμενος ἔτι μᾶλλον καὶ περιττοτέραν ἐσθῆτα προσελάμβανεν, ἕως ἀποκαμὼν <ὁ Βορέας> τῷ Ἡλίῳ μεταπαρέδωκε. Κἀκεῖνος τὸ μὲν πρῶτον μετρίως προσέλαμψε· τοῦ δὲ ἀνθρώπου τὰ περισσὰ τῶν ἱματίων ἀποτιθεμένου, σφοδρότερον τὸ καῦμα ἐπέτεινεν, ἕως οὗ πρὸς τὴν ἀλέαν ἀντέχειν μὴ δυνάμενος, ἀποδυσάμενος, ποταμοῦ παραῤῥέοντος ἐπὶ λουτρὸν ἀπῄει.
Ὁ λόγος δηλοῖ, ὅτι πολλάκις τὸ πείθειν τοῦ βιάζεσθαι ἀνυστικώτερόν ἐστι.
Βουκόλος καὶ λέων.
Βουκόλος βόσκων ἀγέλην ταύρων ἀπώλεσε μόσχον. Περιελθὼν δὲ καὶ μὴ εὑρὼν ηὔξατο τῷ Διί, ἐάν τὸν κλέπτην εὕρῃ, ἔριφον αὐτῷ θῦσαι. Ἐλθὼν δὲ εἴς τινα δρυμῶνα καὶ θεασάμενος λέοντα κατεσθίοντα τὸν μόσχον, περίφοβος γενόμενος, ἐπάρας τὰς χεῖρας εἰς τὸν οὐρανόν, εἶπε· « Ζεῦ δέσποτα, πάλαι μέν σοι ηὐξάμην ἔριφον θῦσαι, ἂν τὸν κλέπτην εὕρω, νῦν δὲ ταῦρόν σοι θύσω, ἐὰν τὰς τοῦ κλέπτου χεῖρας ἐκφύγω. »
Οὗτος ὁ λόγος λεχθείη ἂν ἐπ᾿ ἀνδρῶν δυστυχούντων, οἵτινες ἀπορούμενοι εὔχονται εὑρεῖν, εὑρόντες δὲ ζητοῦσιν ἀποφυγεῖν.
Βωταλὶς καὶ νυκτερίς
Βωταλὶς ἀπό τινος θυρίδος κρεμαμένη νυκτὸς ᾖδε. Νυκτερὶς δὲ ἐξήκουσε αὐτῆς τὴν φωνὴν καὶ προσελθοῦσα ἐπυνθάνετο ἀπ᾿ αὐτῆς τὴν αἰτίαν δι᾿ ἣν ἡμέρας μὲν ἡσυχάζει, νύκτωρ δὲ ᾄδει. Τῆς δὲ λεγούσης ὡς οὐ μάτην τοῦτο πράττει· ἡμέρας γάρ ποτε ᾄδουσα συνελήφθη, διὸ ἀπ᾿ ἐκείνου ἐσωφρονίσθη, ἡ νυκτερὶς εἶπεν· « Ἀλλ᾿ οὐ νῦν σε δεῖ φυλάττεσθαι, ὅτε οὐδὲν ὄφελός ἐστι, τότε δὲ πρὶν ἢ συλληφθῆναι. »
Ὁ λόγος δηλοῖ ὅτι ἐπὶ τοῖς ἀτυχήμασι μετάνοια ἀνωφελὴς καθέστηκεν.

Friday, September 16, 2016

Μῦθοι Αἰσώπειοι· ο', οα', οβ'

Βόες καὶ ἄξων


Ὁ μὲν τῆς ἁμάξης ἄξων οὐδὲν ποιῶν πολὺ κλάιε. Οἱ δὲ βόες σιγῶντες κάμνουσιν. Τὸ δὲ αὐτὸ ἐν τοῖς ἀνθρώποις.

Ἀνάγνωσις τοῦ ο' μύθου

Βόες <τρεῖς> καὶ λέων


Οὐκ ἐδύνατο ὁ λέων τρεῖς βόας συνηγμένους φαγεῖν. Ὁ οὖν ἀπατήσας  ἕνα ἀναχωρεῖν, ἀπέκτεινεν αὐτὸν. Καὶ τὸ αὐτὸ ἐποίησε τοῖς ἄλλοις βουσίν.

Ἀνάγνωσις τοῦ οα' μύθου

Βοηλάτης καὶ Ἡρακλῆς


Βοηλάτης τις, τῆς ἁμάξης μὴ κινούσης, προσηύχετο τὸν Ἡρακλέα ἵνα βοηθοίη. Ὁ δὲ Ἡρακλῆς, ὦ οὗτος, ἔφη, πρῶτον κάμνων βοήθησον σαυτόν.

Ἀνάγνωσις τοῦ οβ' μύθου


Βόες καὶ ἄξων
Βόες ἅμαξαν εἷλκον. Τοῦ δὲ ἄξονος τρίζοντος, ἐπιστραφέντες ἔφασαν οὕτως πρὸς αὐτόν· « Ὦ οὗτος, ἡμῶν τὸ ὅλον βάρος φερόντων, σὺ κέκραγας; »
Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι, μοχθούντων ἑτέρων, αὐτοὶ προσποιοῦνται κάμνειν.
Βόες <τρεῖς> καὶ λέων
Ἐνέμοντο μετ᾿ ἀλλήλων τρεῖς ἀεὶ βόες. Λέων δὲ τούτους φαγεῖν θέλων διὰ τὴν αὐτῶν ὁμόνοιαν οὐκ ἠδύνατο· ὑπούλοις δὲ λόγοις διαβαλὼν ἐχώρισεν ἀπ᾿ ἀλλήλων, καὶ τότε ἕνα ἕκαστον αὐτῶν μεμονωμένους εὑρὼν κατεθοινήσατο.
[Ὅτι], εἰ θέλεις μάλιστα ζῆν ἀκινδύνως, τοῖς μὲν ἐχθροῖς ἀπίστει, τοῖς δὲ φίλοις πίστευε καὶ συντήρει.
Βοηλάτης καὶ Ἡρακλῆς
Βοηλάτης ἅμαξαν ἦγεν εἰς κώμην.
Τῆς δ᾿ ἐμπεσούσης εἰς φάραγγα κοιλώδη,
δέον βοηθεῖν, ὅδε ἀργὸς εἱστήκει,
τῷ δὲ Ἡρακλεῖ προσηύχετο μόνῳ
ἁπάντων θεῶν ὡς πολλὰ τιμωμένῳ.
Αὐτὸς δ᾿ ἐπιστὰς εἶπε· « Τῶν τρόχων ἅπτου
καὶ τοὺς βόας κέντριζε, τοῖς θεοῖς δ᾿ εὔχου,
ὅταν τι ποιῇς καὐτός· μὴ μάτην εὔξῃ. »

Friday, September 9, 2016

κϛ' Βενώρ· Ἡ τοῦ ἀγῶνος ἡμέρα ἐπιγίγνεται

gp26
>

Μῦθοι Αἰσώπειοι· ξζ', ξη', ξθ'

Βάτραχοι <γείτονες>



Βάτραχός τις ἐν λίμνῃ οἰκῶν παρεκάλεσεν ἕτερον βάτραχον ἐκ τῆς ὁδοῦ μετοικῆσαι ὅτι ἀσφαλεστέρα ἡ λίμνη. Ὁ δὲ οὐ θέλων  ὑπὸ ἁμάξης ἀπέθανεν.

Ἀνάγνωσις τοῦ ξζ' μύθου

Βάτραχοι <ἐν λίμνῃ>


Ὁ μὲν ἕτερος βάτραχος ἕτοιμος ἦν καταβῆναι εἰς τὸ φρέαρ. Ὁ δ' ἕτερος ἀποκρινάμενος πῶς ἀναβησόμεθα, ἔφη, ἐὰν τὸ ὕδωρ ἀπέλθῃ;

Ἀνάγνωσις τοῦ ξη' μύθου

Βάτραχος <ἰατρὸς> καὶ ἀλώπηξ


Βάτραχός τις ἠπάτων τὰ ζῷα λέγων ἰατρὸς εἶναι. Ἡ δ' ἀλώπηξ εἶπε οὖτον ψευδῆ εἶναι ὅτι χωλὸς ὢν οὐ θεραπεύοι ἑαυτόν.

Ἀνάγνωσις τοῦ ξθ' μύθου


Βάτραχοι <γείτονες>
Δύο βάτραχοι ἀλλήλοις ἐγειτνίων. Ἐνέμοντο δὲ ὁ μὲν βαθείαν καὶ τῆς ὁδοῦ πόρρω λίμνην, ὁ δὲ ἐν ὁδῷ μικρὸν ὕδωρ ἔχων. Καὶ δὴ τοῦ ἐν τῇ λίμνῃ παραινοῦντος θατέρῳ μεταβῆναι πρὸς αὐτόν, ἵνα καὶ ἀμείνονος καὶ ἀσφαλεστέρας διαίτης μεταλάβῃ, ἐκεῖνος οὐκ ἐπείθετο λέγων δυσαποσπάστως ἔχειν τῆς τοῦ τόπου συνηθείας, ἕως οὗ συνέβη ἅμαξαν τῇδε παριοῦσαν θλᾶσαι αὐτόν.
Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς φαύλοις ἐπιτηδεύμασιν ἐνδιατρίβοντες φθάνουσιν ἀπολλύμενοι πρὶν ἢ ἐπὶ τὰ καλλίονα τρέπεσθαι.
Βάτραχοι <ἐν λίμνῃ>
Βάτραχοι δύο ἐν λίμνῃ ἐνέμοντο. Θέρους δὲ ξηρανθείσης τῆς λίμνης, ἐκείνην καταλιπόντες ἐπεζήτουν ἑτέραν. Καὶ δὴ βαθεῖ περιέτυχον φρέατι, ὅπερ ἰδὼν ἅτερος θατέρῳ φησί· « Συγκατέλθωμεν, ὦ οὗτος, εἰς τόδε τὸ φρέαρ. » Ὁ δὲ ὑπολαβὼν εἶπεν· « Ἂν οὖν καὶ τὸ ἐνθάδε ὕδωρ ξηρανθῇ, πῶς ἀναβησόμεθα; »
Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ ἀπερισκέπτως προσιέναι τοῖς πράγμασιν.
Βάτραχος <ἰατρὸς> καὶ ἀλώπηξ
Ὄντος ποτὲ βατράχου ἐν τῇ λίμνῃ καὶ τοῖς ζῴοις πᾶσιν ἀναβοήσαντος· « Ἐγὼ ἰατρός εἰμι φαρμάκων ἐπιστήμων, » ἀλώπηξ ἀκούσασα ἔφη· « Πῶς σὺ ἄλλους σώσεις, σαυτὸν χωλὸν ὄντα μὴ θεραπεύων; »
Ὁ μῦθος δηλοῖ ὅτι ὁ παιδείας ἀμύητος ὑπάρχων, πῶς ἄλλους παιδεῦσαι δυνήσεται;

Sunday, September 4, 2016

Μῦθοι Αἰσώπειοι· ξδ',ξε', ξϛ'

Ἀρότης καὶ λύκος

Ἀπελθόντος τοῦ ἀρότου, λύκος τις πρὸς τὸ ἀρατρον ἥκων καὶ ταῖς ζεύγλαις κατειλημμένος, εἷλκε τὸ ἄρατρον. Ὁ δ' ἀρότης ἐπιστραφεὶς  ὦ οὗτος, ἔφη, εἴθε ἀληθῶς τὴν φύσιν ἤλλαττεν.

Ἀνάγνωσις τοῦ ξδ' μύθου

Ἀστρολόγος


Ἀστρολόγος τις τῆς νυκτὸς τὸν οὐρανὸν βλέπων κατἐπεσε εἰς φρέαρ. Ἄνθρωπος δέ τις ἐκεῖ παρὼν κατεγέλασε τὸν τὰ μὲν τῶν ἀστέρων σκοποῦντα τὰ δὲ τῆς γῆς μὴ δυνάμενον ὁρᾶν.

Ἀνάγνωσις τοῦ ξε' μύθου

Βάτραχοι <αἰτοῦντες βασιλέα>

A broad-banded water snake eats a green tree frog at Mingo National Wildlife Refuge


Οἱ βάτραχοι ᾔτησαν βασιλὲα παρὰ τοῦ Διός. Ὁ μὲν θέλων ἐκείνους ὑπὸ πρᾴου  βασιλέως ἄρχεσθαι ἔδωκεν αὐτοῖς ξύλον. Οἱ δὲ καταφρονήσαντες τὸ ξύλον παρεκάλεσαν τὸν Δία ἰσχυρὸν βασιλέα δοῦναι αὐτοῖς. Ὁ οὖν ὀργισθεὶς ὕδρον ἔπεμψε πρὸς αὐτοὺς ἵνα καθεσθίοιεν πάντας.

Ἀνάγνωσις τοῦ ξϛ' μύθου


Ἀρότης καὶ λύκος
Ἀρότης λύσας τὸ ζεῦγος ἐπὶ ποτὸν ἀπῆγε· λύκος δὲ λιμώττων καὶ τροφὴν ζητῶν, ὡς περιέτυχε τῷ ἀρότρῳ, τὸ μὲν πρῶτον τὰς τῶν ταύρων ζεύγλας περιέλειχε, λαθὼν δὲ κατὰ μικρόν, ἐπειδὴ καθῆκε τὸν αὐχένα, ἀνασπᾶν μὴ δυνάμενος, ἐπὶ τὴν ἄρουραν τὸ ἄροτρον ἔσυρεν. Ὁ δὲ ἀρότης ἐπανελθὼν καὶ θεασάμενος αὐτὸν ἔλεγεν· « Εἴθε γὰρ, ὦ κακὴ κεφαλή, καταλιπὼν τὰς ἁρπαγὰς καὶ τὸ ἀδικεῖν ἐπὶ τὸ γεωπονεῖν τραπείης. »
Οὕτως οἱ πονηροὶ τῶν ἀνθρώπων, κἂν χρηστότητα ἐπαγγέλλωνται, διὰ τὸν τρόπον οὐ πιστεύονται.
Ἀστρολόγος
Ἀστρολόγος ἐξιὼν ἑκάστοτε ἑσπέρας ἔθος εἶχε τοὺς ἀστέρας ἐπισκοπῆσαι. Καὶ δή ποτε περιιὼν εἰς τὸ προάστειον καὶ τὸν νοῦν ὅλον ἔχων πρὸς τὸν οὐρανὸν ἔλαθε καταπεσὼν εἰς φρέαρ. Ὀδυρομένου δὲ αὐτοῦ καὶ βοῶντος, παριών τις, ὡς ἤκουσε τῶν στενάγμων, προσελθὼν καὶ μαθὼν τὰ συμβεβηκότα, ἔφη πρὸς αὐτόν· « Ὦ οὗτος, σὺ τὰ ἐν οὐρανῷ βλέπειν πειρώμενος τὰ ἐπὶ τῆς γῆς οὐχ ὁρᾷς; »
Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις ἐπ᾿ ἐκείνων τῶν ἀνθρώπων οἳ παραδόξως ἀλαζονεύονται, μηδὲ τὰ κοινὰ τοῖς ἀνθρώποις ἐπιτελεῖν δυνάμενοι.
Βάτραχοι <αἰτοῦντες βασιλέα>
Βάτραχοι λυπούμενοι ἐπὶ τῇ ἑαυτῶν ἀναρχίᾳ πρέσβεις ἔπεμψαν πρὸς τὸν Δία, δεόμενοι βασιλέα αὐτοῖς παρασχεῖν. Ὁ δὲ συνιδὼν τὴν εὐήθειαν αὐτῶν ξύλον εἰς τὴν λίμνην καθῆκε. Καὶ οἱ βάτραχοι, τὸ μὲν πρῶτον καταπλαγέντες τὸν ψόφον, εἰς τὰ βάθη τῆς λίμνης ἐνέδυσαν. Ὕστερον δὲ, ὡς ἀκίνητον ἦν τὸ ξύλον, ἀναδύντες εἰς τοσοῦτον καταφρονήσεως ἦλθον ὡς ἐπιβαίνοντες αὐτῷ ἐπικαθέζεσθαι. Ἀναξιοπαθοῦντες δὲ τοιοῦτον ἔχειν βασιλέα, ἧκον ἐκ δευτέρου πρὸς τὸν Δία καὶ τοῦτον παρεκάλουν ἀλλάξαι αὐτοῖς τὸν ἄρχοντα· τὸν γὰρ πρῶτον λίαν εἶναι νωχελῆ. Καὶ ὁ Ζεὺς ἀγανακτήσας καθ᾿ αὐτῶν ὕδρον αὐτοῖς ἔπεμψεν, ὑφ᾿ οὗ συλλαμβανόμενοι κατησθίοντο.
Ὁ λόγος δηλοῖ ὅτι ἄμεινόν ἐστι νωθεῖς καὶ μὴ πονηροὺς ἔχειν ἄρχοντας ἢ ταρακτικοὺς καὶ κακούργους.