Friday, February 23, 2018

Μῦθοι Αἰσώπειοι· σϙγ', σϙδ', σϙε'

Παῖς <ἀκρίδας θηρεύων> καὶ σκορπίος

Puer et Scorpius

Παῖς τις ἐθήρευεν ἀκρίδας. Ἰδὼν δὲ σκορπίον, ἐπάρας τὴν χεῖρα, ἔμελλε συλλαμβάνειν αὐτόν. Ὁ δὲ σκορπίος δείξας τὸ κέντρον· ὦ οὗτος ἔφη, εἰ συνέλαβές με, ὥσπερ αἱ ἀκρίδες ἀπέθανες ἄν.

Ἀνάγνωσις τοῦ σϙγ' μύθου

Παῖς καὶ κόραξ

Antique chest (5373531959)

Γύνη τις ἤκουσε ἀπο τῶν μάντεων ὅτι ὁ ἑαυτῆς υἱὸς ὑπὸ κόρακος ἀποθανεῖται. Διὸ εἰσθεῖσα τὸ τέκνον εἰς κιβωτὸν ἔτρεφετο αὐτὸ ἐκεῖ ἐγκεκλῃμένον. Τέλος δέ, τῆς μητρὸς τὸν σῖτον παρεχούσης, τὸ παιδίον ἐξετείνε τὴν κεφαλήν. Καὶ τῆς βαρείας τοῦ κιβωτοῦ λαβῆς ὑπ' αὐτὸ πεσούσης, τὸ παιδίον ἀπέκτεινεν κατὰ τὴν μοῖραν.  Ὀνομάζεται γὰρ διὰ τὴν μορφὴν ἡ λαβὴ  κόραξ.

Ἀνάγνωσις τοῦ σϙδ' μύθου

Παῖς καὶ λέων <γεγραμμένος>


Πρέσβυς τις διὰ ὀνείρου εἶδε τὸν μονογενῆ υἱὸν ὑπὸ λέοντος ἀποθανεῖν. Μάλα οὖν φοβούμενος μὴ τοῦτο ἀληθῶς συμβῇ, τὸ ὄναρ τῷ υἱῷ ἐξηγησάμενος, ἔκλεισεν αὐτὸν ἐν καλλίστῃ οἰκίᾳ. Αὐτὴ δ' ἦν ζῴων εἰκόσι ποικίλων κεκοσμημένη. Ὁ δὲ νεανίας τὴν ἐλευθερίαν ἐπιθυμῶν, θεασάμενος λέοντα γεγραμμένον, ἔπαισε τῆ χειρὶ τὸν τοῖχον. Καὶ διὰ τοῦτο τραυματισθεὶς ἐπύρεξε. Καὶ οὐκ ἐσώθη ἀλλ' ἐτελεύτησεν κατὰ τὴν μοῖραν.

Ἀνάγνωσις τοῦ σϙε' μύθου


Παῖς <ἀκρίδας θηρεύων> καὶ σκορπίος
Παῖς πρὸ τοῦ τείχους ἀκρίδας ἐθήρευε. Πολλὰς δὲ συλλαϐών, ὡς ἐθεάσατο σκορπίον, οἰηθεὶς ἀκρίδα εἶναι, κοιλάνας τὴν χεῖρα, οἷός τε ἦν καταφέρειν αὐτόν. Καὶ ὃς τὸ κέντρον ἐπάρας εἶπεν· « Εἶθε γὰρ τοῦτο ἐποίησας, ἵνα καὶ ἃς συνείληφας ἀκρίδας ἀπολέσῃς. »
Οὗτος ὁ λόγος διδάσκει μὴ δεῖν πᾶσι τοῖς χρηστοῖς καὶ τοῖς πονηροῖς κατὰ ταὐτὰ προσφέρεσθαι.
Παῖς καὶ κόραξ
Μαντευομένης τινὸς περὶ τοῦ ἑαυτῆς παιδὸς νηπίου ὄντος, οἱ μάντεις προέλεγον ὅτι ὑπὸ κόρακος ἀναιρεθήσεται. Διόπερ φοϐουμένη λάρνακα μεγίστην κατασκευάσασα ἐν ταύτῃ αὐτὸν καθεῖρξε, φυλαττομένη μὴ ὑπὸ κόρακος ἀναιρεθῇ. Καὶ διετέλει τεταγμέναις ὥραις ἀναπεταννῦσα καὶ τὰς ἐπιτηδείους αὐτῷ τροφὰς παρεχομένη. Καί ποτε ἀνοιξάσης αὐτῆς καὶ τὸ πόμα ἐπιθείσης, ὁ παῖς ἀπροφυλάκτως παρέκυψεν. Οὕτω τε συνέϐη τῆς λάρνακος τὸν κόρακα κατὰ τοῦ βρέγματος κατενεχθέντα ἀποκτεῖναι αὐτόν.
Παῖς καὶ λέων <γεγραμμένος>
Υἱόν τις μονογενῆ γέρων δειλὸς ἔχων γενναῖον καὶ κυνηγεῖν ἐφιέμενον, τοῦτον καθ’ ὕπνους εἶδεν ὑπὸ λέοντος θανατωθέντα. Φοϐηθεὶς δὲ μὴ ὕπαρ γένηται καὶ ἀληθεύσῃ ὁ ὄνειρος, οἴκημα κάλλιστον καὶ μετέωρον κατασκευάσας, ἐκεῖσε τὸν υἱὸν παρεφύλαττε. Ἐζωγράφησε δὲ καὶ τὸ οἴκημα πρὸς τέρψιν παντοίοις ζῴοις, ἐν οἷς καὶ λέων ἐμορφώθη. Ὁ δὲ ταῦτα μᾶλλον ὁρῶν πλείω τὴν λύπην εἶχε. Καὶ δήποτε πλησίον τοῦ λέοντος στάς· « Ὦ κάκιστον θηρίον, εἶπε, διὰ σὲ καὶ τὸν ψεύστην ὄνειρον τοῦ ἐμοῦ πατρὸς γυναικείᾳ ἐνεκλείσθην φρουρᾷ· τί σοι ποιήσω ; » Καὶ εἰπὼν ἐπέϐαλε τὴν χεῖρα τῷ τοίχῳ ὡς τυφλώσων τὸν λέοντα. Σκόλοψ δὲ τῷ ὄνυχι αὐτοῦ ὑπεισδὺς ἄλγημα ὀξὺ καὶ φλεγμονὴν μέχρι βουϐώνων εἰργάσατο· πυρετός τε ἐπὶ τούτοις ἀνάψας τὸν παῖδα θᾶττον τοῦ βίου ὑπεξήγαγεν. Ὁ δὲ λέων καίπερ γραπτὸς ὢν τοῦτον ἀνῃρήκει, μηδὲν τῷ τοῦ πατρὸς ὠφεληθέντα σοφίσματι.
Ὅτι ἃ δὴ μέλλει συμϐαίνειν τινί, ἐγκαρτερείτω τούτοις γενναίως καὶ μὴ σοφιζέσθω· οὐ γὰρ ἐκφεύξεται.

Friday, February 16, 2018

Μῦθοι Αἰσώπειοι· σϙ', σϙα', σϙβ'

Ὄφις καὶ καρκῖνος


Κοινωνία ἦν μετὰ καρκίνου καὶ ὄφεως. Ὁ μὲν ἀγαθὸς ἦν, ὁ δὲ πονηρός. Καὶ ὁ καρκῖνος ἀεὶ παρᾔνει τῷ ὄφει ὀρθωθῆναι. Ἐκεῖνος δὲ οὐκ ἤθελεν. Τέλος δέ, τοῦ ὄφεως καθεύδοντος, ὁ καρκῖνος ἐπὶ τιμωρίᾳ ἀπέκτειν αὐτόν. Ἐπειδὴ ὁ νεκρὸς τοῦ ὄφεως ὠρθωμένος ἦν, ὁ καρκῖνος εἶπεν ὅτι ἔδει τὸν ὄφιν ἐκτείνεσθαι πρὸ τοῦ ἀποθανεῖν.

Ἀνάγνωσις τοῦ σϙ' μύθου


Ὄφις πατούμενος καὶ Ζεύς


Ὄφις τις ὑπὸ τῶν ἀνθρώπων πατούμενος ἱκέτευσε τὸν Δία ἵνα ὠφελοίη. Ὁ δὲ ἀπεκρίνατο λέγων ὅτι ἔδει  τὸν ὄφιν δακεῖν τὸν πρῶτον πατήσαντα τοῦ τοὺς ἄλλους διδάσκειν.

Ἀνάγνωσις τοῦ σϙα' μύθου

Παιδίον ἐσθίον σπλάγχνα

Gabriël Metsu - Het zieke kind - Google Art Project

Ποιμένες τινὲς αἶγα θύσαντες ἐκάλεσαν τοὺς παρόντας  εἰς δεῖπνον.  Καὶ μετ' ἐκείνων ἦσαν γύνη τις πενομένη καὶ τὸ παιδίον αὐτῆς. Οὕτω δὲ τὸ παιδίον κατέφαγεν ὥστε ἀλγοῦν τὴν γαστέρα ἐκβάλλειν τὸ κρέας διὰ τοῦ στόματος. Μεριμνῶντος δὲ τοῦ παίδος μὴ τὰ ἑαυτοῦ σπλάγχνα ἐμῇ, ἡ μήτηρ παρέκαλεσὲν αὐτὸν λεγοῦσα ὅτι ταῦτα εἴη τῆς αἰγός, οὐδὲ τοῦ υἱοῦ.

Ἀνάγνωσις τοῦ σϙβ' μύθου


Ὄφις καὶ καρκῖνος
Ὄφις καὶ καρκῖνος ἐν ταὐτῷ διέτριϐον. Καὶ ὁ μὲν καρκῖνος ἁπλῶς τῷ ὄφει καὶ εὐνοϊκῶς προσεφέρετο· ὁ δὲ ἀεὶ ὕπουλός τε καὶ πονηρὸς ἦν. Τοῦ δὲ καρκίνου συνεχῶς αὐτῷ παραινοῦντος ἐξαπλοῦσθαι τὰ πρὸς αὐτὸν καὶ τὴν αὐτοῦ διάϐεσιν μιμεῖσθαι, ἐκεῖνος οὐκ ἐπείθετο. Διόπερ ἀγανακτήσας, παρατηρησάμενος αὐτὸν κοιμώμενον, τοῦ φάρυγγος ἐπιλαϐόμενος ἀνεῖλε καὶ ἰδὼν αὐτὸν ἐκτεταμένον, εἶπεν· « Ὦ οὗτος, οὐ νῦν σε ἐχρῆν ἁπλοῦν εἶναι, ὅτε τέθνηκας, ὅτε δέ σοι παρῄνουν· καὶ οὐκ <ἂν> ἀνῄρησο. »
Οὕτος ὁ λόγος εἰκότως ἂν λέγοιτο ἐπ’ ἐκείνων τῶν ἀνθρώπων οἳ παρὰ τὸν ἑαυτῶν βίον εἰς τοὺς φίλους πονηρευόμενοι μετὰ τὸν θάνατον εὐεργεσίας κατατίθενται.
Ὄφις πατούμενος καὶ Ζεύς
Ὄφις ὑπὸ πολλῶν πατούμενος ἀνθρώπων τῷ Διὶ ἐνετύγχανε περὶ τούτου. Ὁ δὲ Ζεὺς πρὸς αὐτὸν εἶπεν· « Ἀλλ’ εἰ τὸν πρότερόν σε πατήσαντα ἔπληξας, οὐκ ἂν ὁ δεύτερος ἐπεχείρησε τοῦτο ποιῆσαι. »
Ὁ λόγος δηλοῖ ὅτι οἱ τοῖς πρώτοις ἐπιϐαίνουσιν ἀνθιστάμενοι τοῖς ἄλλοις φοϐεροὶ γίνονται.
Παιδίον ἐσθίον σπλάγχνα
Βοτῆρες ἐπ’ ἀγρῷ θύοντες αἶγα τοὺς σύνεγγυς ἐκάλεσαν. Σὺν αὐτοῖς δὲ ἦν καὶ γυνὴ πενιχρά, μεθ’ ἧς καὶ ὁ παῖς αὐτῆς. Προϊούσης δὲ τῆς εὐωχίας, τὸ παιδίον ὀγκωθὲν τὴν γαστέρα ἐκ τῶν κρεῶν, ὀδυνώμενον ἔλεγεν· « Ὦ μῆτερ, τὰ σπλάγχνα ἐμῶ. » Ἡ δὲ μήτηρ αὐτοῦ εἶπεν· « Οὐχὶ τὰ σά, τέκνον, ἃ δὲ κατέφαγες. »
Ὁ μῦθος οὗτος πρὸς ἄνδρα χρεωφειλέτην, ὅστις ἑτοίμως τὰ ἀλλότρια λαμϐάνων, ὅταν ἀπαιτηθῇ ταῦτα, οὕτως ἄχθεται ὥσπερ ἐὰν οἴκοθεν ταῦτα ἐδίδου.

Friday, February 9, 2018

Μῦθοι Αἰσώπειοι· σπξ', σπη', σπθ'

Ὄρνις χρυσοτόκος

Ova Aurea

Πλεονέκτης τις εἶχεν ὄρνιν ἣ ᾠὰ χρυσῆ ἔτικτεν. Ὁ δ' ἐλπίσας πολὺν χρυσὸν ἔνδον εὑρήσεσθαι ἀπέκτεινεν αὐτήν. Εὕρεν μέντοι μόνον τὰ σπλάγχνα.

Ἀνάγνωσις τοῦ σπξ' μύθου

Οὐρὰ καὶ μέλη ὄφεως


Ἡ οὐρὰ τῆς ὄφεως καίπερ τυφλὴ οὖσα ἐβούλετο ἡγεῖσθαι πᾶν τὸ σῶμα. Ἔπειτα δέ, πάντων τῶν μέλων εἰς τὴν ἄβυσσον καταπεσόντων, παρῃτήσατο τὴν κεφαλὴν σῶσαι τὸν ὄφιν.

Ἀνάγνωσις τοῦ σπη' μύθου

Ὄφις καὶ γαλῆ καὶ μύες

Γαλῆς καὶ ὄφεως πρὸς ἀλλήλους μαχομένων, οἱ μῦες ἐθεῶντο. Ἐξαίφνης δὲ ἡ γαλῆ καὶ ὁ ὄφις ἰδόντες  τοὺς μῦας  ἐπίβαλον ἐπ' αὐτούς.

Ἀνάγνωσις τοῦ σπθ' μύθου


Ὄρνις χρυσοτόκος
Ὄρνιν τις εἶχε καλὴν χρυσᾶ ὠὰ τίκτουσαν· νομίσας δὲ ἔνδον αὐτῆς ὄγκον χρυσίου εἶναι καὶ θύσας εὗρεν οὖσαν ὁμοίαν τῶν λοιπῶν ὀρνίθων. Ὁ δὲ ἀθρόον πλοῦτον ἐλπίσας εὑρεῖν καὶ τοῦ μικροῦ κέρδους ἐστερήθη.
Ὅτι τοῖς παροῦσιν ἀρκείσθω τις καὶ τὴν ἀπληστίαν φευγέτω.
Οὐρὰ καὶ μέλη ὄφεως
Οὐρά ποτε ὄφεως ἠξίου πρώτη προάγειν καὶ βαδίζειν. Τὰ δὲ λοιπὰ μέλη ἔλεγον· « Πῶς χωρὶς ὀμμάτων καὶ ῥινὸς ἡμᾶς ἄξεις, ὡς καὶ τὰ λοιπὰ ζῷα ; » Ταύτην δὲ οὐκ ἔπειθον, ἕως τὸ φρονοῦν ἐνικήθη. Ἡ οὐρὰ δὲ ἦρχε καὶ ἦγε, σύρουσα τυφλὴ πᾶν τὸ σῶμα, ἕως, εἰς βάραθρον πετρῶν ἐνεχθεῖσης, <ὁ ὄφις> τὴν ῥάχιν καὶ πᾶν τὸ σῶμα ἐπλήγη. Σαίνουσα δὲ ἱκέτευε τὴν κεφαλὴν λέγουσα· « Σῶσον ἡμᾶς, εἰ θέλεις, δέσποινα· τῆς γὰρ κακῆς ἔριδος ἐπειράθην. »
Ἄνδρας δολίους καὶ κακοὺς καὶ τοῖς δεσπόταις ἐπανισταμένους ὁ μῦθος ἐλέγχει.
Ὄφις καὶ γαλῆ καὶ μύες
Ὄφις καὶ γαλῆ ἔν τινι οἰκίᾳ ἐμάχοντο. Οἱ δὲ ἐνταῦθα μύες ἀεὶ καταναλισκόμενοι ὑπὸ ἀμφοτέρων, ὡς ἐθεάσαντο αὐτοὺς μαχομένους, ἐξῆλθον βαδίζοντες. Ἰδόντες δὲ τοὺς μύας, τότε ἀφέντες τὴν πρὸς ἑαυτοὺς μάχην, ἐπ’ ἐκείνους ἐτράπησαν.
Οὕτω καὶ ἐπὶ τῶν πόλεων οἱ ἐν ταῖς τῶν δημαγωγῶν στάσεσιν ἑαυτοὺς παρεισϐάλλοντες λανθάνουσιν αὐτοὶ ἑκατέρων παρανάλωμα γινόμενοι.

Friday, February 2, 2018

Μῦθοι Αἰσώπειοι· σπδ', σπε', σπϛ'

Ὀρνιθοθήρας καὶ πελαργός

056. THE STORK AND GEESE.
Ὀρνιθευτὴς παρασκευασάμενος παγίδα τοῖς γεράνοις ἀπῆλθεν ἵνα προσδοκῴη. Καὶ ἐπανελθὼν ηὗρε πελαργὸν ἐν τῇ ἄγρᾳ. Ὁ μὲν ἱκέτευσεν ἐλευθερωθῆναι ὅτι ἐσθίων ὄφεις καὶ ἕρπετα ὀφελὴς εἴη τοῖς ἀνθρώποις. ὁ δὲ οὐκ ἐπείσθη ὅτι ἐκεῖνος μετὰ τῶν κακῶν διατρίβοι.

Ἀνάγνωσις τοῦ σπδ' μύθου

Ὀρνιθοθήρας καὶ πέρδιξ


Ὀρνιθευτὴς εἶχεν ἥμερον πέρδικα ἵνα αὐτῷ χρώμενος τοὺς ἀγρίους ἐπικαλοίη. Φίλου δὲ προσελθόντος εἰς δεῖπνον, οὐ φεισάμενος τοῦ ὄρνιθος τοῦ παραιτουμένου, ἀπέκτεινεν αὐτόν. Ἀεὶ γὰρ ἔσῃ, ἔφη, μετὰ τῶν συγγενῶν σου.

Ἀνάγνωσις τοῦ σπε' μύθου

Ὄρνις καὶ χελιδών

Gallina et Hirundo

Χελιδὼν τις εἶδεν ὄρνιν πρῶτον μὲν θερμαίνουσαν ᾠὰ ὄφεων ἔπειτα δὲ βοηθοῦσαν τοῖς ὀφιδίοις πρὸς τὸ ἐξελθεῖν ἐκ τῶν ᾠῶν.  Διὰ τοῦτο κατεῖπεν αὐτῆς τὴν μωρίαν. Ἀνάγκη γὰρ τοὺς ὄφεις τοτὲ κατέδεσθαι αὐτήν.

Ἀνάγνωσις τοῦ σπϛ' μύθου

Σημείωσαι· οὔπω ἔξεστι τὰς νέας ἠχωγραφὰς λαβεῖν ἐκ τοῦ ἀρχείου τοῦ διαδικτύου. Ἔγραψα δὲ πρὸς τοὺς ἐπιμελητάς.

Δίς σημείωσαι· νῦν ἔξεστι ταύτας τὰς ἠχωγραφὰς λαβεῖν.

Ὀρνιθοθήρας καὶ πελαργός.
Ὀρνιθοθήρας δίκτυα γεράνοις ἀναπετάσας πόρρωθεν ἀπεκαραδόκει τὴν ἄγραν. Πελαργοῦ δὲ σὺν ταῖς γεράνοις ἐπικαθίσαντος, ἐπιδραμὼν μετ’ ἐκείνων καὶ αὐτὸν συνέλαϐε. Τοῦ δὲ δεομένου μεθεῖναι αὐτὸν καὶ λέγοντος ὡς οὐ μόνον αὐτὸς ἀϐλαϐής ἐστι τοῖς ἀνθρώποις, ἀλλὰ καὶ ὠφελιμώτατος, τοὺς γὰρ ὄφεις καὶ τὰ λοιπὰ ἑρπετὰ συλλαμϐάνων κατεσθίει, ὁ ὀρνιθοθήρας ἀπεκρίνατο· « Ἀλλ’ εἰ τὰ μάλιστα μὴ φαῦλος σὺ εἶ, δι’ αὐτὸ τοῦτο γοῦν ἄξιος εἶ κολάσεως, ὅτι μετὰ πονηρῶν κεκάθικας. »
Ἀτὰρ οὖν καὶ ἡμᾶς δεῖ τὰς τῶν πονηρῶν συνηθείας περιφεύγειν, ἵνα μὴ καὶ αὐτοὶ τῆς ἐκείνων κακίας κοινωνεῖν δόξωμεν.
Ὀρνιθοθήρας καὶ πέρδιξ
Ὀρνιθοθήρας, ὀψιαίτερον αὐτῷ ξένου παραγενομένου, μὴ ἔχων ὅ τι αὐτῷ παραθείη, ὥρμησεν ἐπὶ τὸν τιθασσὸν πέρδικα καὶ τοῦτον θύειν ἔμελλε. Τοῦ δὲ αἰτιωμένου αὐτὸν ὡς ἀχάριστον, εἴγε πολλὰ ὠφελούμενος παρ’ αὐτοῦ τοὺς ὁμοφύλους ἐκκαλουμένου καὶ παραδιδόντος, αὐτὸς ἀναιρεῖν αὐτὸν μέλλει, ἔφη· « Ἀλλὰ διὰ τοῦτό σε μᾶλλον θύσω, εἰ μηδὲ τῶν ὁμοφύλων ἀπέχῃ. »
Ὁ λόγος δηλοῖ ὅτι οἱ τοὺς οἰκείους προδιδόντες οὐ μόνον ὑπὸ τῶν ἀδικουμένων μισοῦνται, ἀλλὰ καὶ ὑπὸ τούτων οἷς προδίδονται.
Ὄρνις καὶ χελιδών
Ὄρνις ὄφεως ὠὰ εὑροῦσα, ταῦτα ἐπιμελῶς ἐθέρμαινε καὶ μετὰ τὸ θερμᾶναι ἐξεκόλαψε. Χελιδὼν δὲ θεασαμένη αὐτὴν ἔφη· « Ὦ ματαία, τί ταῦτα ἀνατρέφεις ἅπερ, ἂν αὐξηθῇ, ἀπὸ σοῦ πρώτης τοῦ ἀδικεῖν ἄρξεται ; »
Οὕτως ἀτιθάσσευτός ἐστιν ἡ πονηρία, κἂν τὰ μάλιστα εὐεργετῆται.