Friday, November 13, 2015

Ὁ νῦν χρόνος. Ἑορταί

ComplutumEstaciones
Αἱ ὧραι τοῦ ἔτους.
Εἰκὼν τοῦ τετάρτου ἀιῶνος μετὰ τὸν Χριστὸν ἐν τῇ πόλει Κομπλούτῳ τῆς Ἰσπανίας.
Ἄνω, ἐκ δεξιῶν· τὸ ἔαρ. Ἄνω, ἐξ εὐωνύμων· τὸ θέρος.
Κάτω ἐξ ἀριστερῶν, τὸ φθινόπωρον. Κάτω, ἐκ δεξιῶν·  ὁ χειμών.
Ἐν τῷ δωδεκάτῳ διδάγματι μανθάνομεν λέγειν καὶ περὶ τοῦ νῦν χρόνου καὶ τὰς ὥρας τοῦ ἔτους καὶ τὰς ἑορτὰς καὶ τοὺς μῆνας. Προσεσχετε δή· τὸ ἔναγχος ἐκ τοῦ ἄγχι, ἐγγύς, πλησίον· τὸ τῆτες σημαίνει ἐν τούτῳ τῷ ἔτει· τὸ πέρυσιν σημαίνει ἐν τῷ παρελθόντι ἔτει· τὸ νέωτα σημαίνει ἐν τῷ νέῳ ἔτει. Καὶ δὴ καί ἐσμεν νῦν ἐν τῷ δισχιλιοστῷ πέμπτῳ δεκάτῳ ἔτει.  Κατὰ δὲ τοὺς Ἕλληνας τὸ δισχιλιοστὸν ἔνατον δέκατον ἔτος ἐστὶ ἐξ αὐτοῦ τὸ πέμπτον, οὐδὲ τὸ τετάρτον.Τέλος, τὸ "ἐπετείος, ον" ἐπίθετον σημαίνει κατ' ἔτος.

Ἀνάγνωσις τοῦ ιβ' διδάγματος


ἐν τῷ νῦν χρόνῳ.
ὥσπερ καὶ πρὸ τοῦ.
ἐς τίνα ἡμέραν;
ἐς αὐτίκα μάλα.
τὸ ἔναγχος.
ἱκανὸν χρόνον.
μεθ’ ἡμέρας πεντεκαίδεκα ἀπὸ τῆς τήμερον.
τῆτες.
πέρυσιν.
εἰς νέωτα.
δι’ ἔτους πέμπτου.
κατὰ μῆνα.
τὸ ἔαρ. τὸ θέρος.
τὸ φθινόπωρον. ὁ χειμών.
χειμῶνος ὄντος.
ἡ ἑορτή.
τὰ Χριστούγεννα.*
ἡ πρώτη τοῦ ἔτους.
αἱ ἀπόκρεω.*
ἡ μεγάλη παρασκευή.*
τὸ πάσχα.*
ἡ πεντηκοστή.
τὰ γενέθλια.
οἶδα τὴν τήμερον (αὔριον) ἡμέραν οὖσαν γενέθλιόν σου.
ἡ ἐπέτειος ἑορτή.
οἱ μῆνες· Ἰανουάριος. Φεβρουάριος. Μάρτιος. Ἀπρίλιος. Μάïος. Ἰούνιος. Ἰούλιος. Αὔγουστος. Σεπτέμβριος. Ὀκτώβριος. Νοέμβριος. ∆εκέμβριος.

No comments:

Post a Comment

Γράψετε μόνον ἑλληνιστί, παρακαλῶ.