Thursday, November 19, 2015

Ἔξοδος

02.11.92 Ολυμπία Olympía A.9403 (6862586739)
Ἁμαξοστοιχία* ἀπερχομένη ἐκ τοῦ τῆς Ὀλυμπίας σιδηροδρομικοῦ* σταθμοῦ. 
Ἐν τῷ δεκάτῳ καὶ τετάρτῳ διδάγματι ἀκούομεν νέους λόγους τινάς. Οἱ μὲν πάλαι οὐδὲ εἶχον τὴν ἁμαξοστοιχίαν οὐδὲ τὸν σιδηροδρομικὸν σταθμόν. Οἱ δὲ νῦν ἔχουσι καὶ τὸ ἀεροσκάφος. 

Ἀνάγνωσις τοῦ ιδ' διδάγματος


ἆρ’ ἔχεις ἐφόδιον ἱκανὸν;
πότε ἄπει εἰς Βερόλινον* (Λόνδινον, Βιέννην, Γαστάïν, Παρισίους, Πετρούπολιν*, εἰς Ἑλβητίαν, Κίσσιγγεν, ∆ρέσδην, Βρυξέλας*, Μόναχον*);
τῇ δωδεκάτῃ Νοεμβρίου.
εἰς Λεψίαν οὔπω ἐλήλυθας;
ἐν τῷ ἀναπαύλης χρόνῳ ἐπιθυμῶ ἐλθεῖν εἰς ἀγρόν.
τίς σοι γενήσεται πόρος τῆς ὁδοῦ;
τῇ τετάρτῃ ὥρᾳ χρώμενος τῇ ἁμαξοστοιχίᾳ.*
ὥρα βαδίζειν ἄρ’ ἐστίν.
ὥρα ἐστὶν εἰς τὸν (σιδηροδρομικόν*) σταθμὸν βαδίζειν.
ὥρα ἦν πάλαι.
ἀλλ’ ἴθι χαίρων!
χαῖρε καὶ σύ!
οἴχεται.
ὁ ἐμὸς ἀδελφὸς πέντε μῆνας ἄπεστιν.
ἀποδημῶν ἐστιν.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.