Thursday, March 29, 2018

Μῦθοι Αἰσώπειοι· τη', τθ', τι'

Πλέοντες

Ships in Distress in a Raging Storm c1690 Ludolf Backhuysen

Χειμῶνος γενομένου, οἱ ἐπὶ τῇ νηῒ φοβούμενοι προσηύχοντο τοῖς θεοῖς μὴ ναυαγίαν πάθοιεν. Ἐπεῖτα δέ, τῆς γαλήνης ἐπανελθούσης, μάλα ἔχαιρον. Ὁ οὖν κυβερνήτης διδάσκων εἶπεν αὐτοῖς ὅτι δέοι ποτὲ χειμῶνα αὖ γένεσθαι.

Ἀνάγνωσις τοῦ τη' μύθου

Πλούσιος καὶ βυρσοδέψης

Lohgerber 1880

Πλούσιός τις ἐγένετο γείτων βυρσοδέψου, τοῦ τὰ δέρμα παρασκευάζοντος. Καὶ τὴν κακὴν ὀσμὴν μισῶν πολλάκις παρεκάλει τὸν ἐργάτην ποιῆσαί τι. Ὁ οὖν πολλὰ δὴ ὑπισχνούμενος, οὐκ ἐποίησεν οὐδέν. Ἕως ὁ πλούσιος ἐθίσας τὴν ὀσμὴν ἐπαύσατο σχετλιάζειν.

Ἀνάγνωσις τοῦ τθ' μύθου

Πλούσιος καὶ θρηνῳδοί


Τῆς ἑτέρας θυγατρὸς πλουσίου τινὸς ἀποθανούσης, ὁ πάτηρ  ἐμισθώσατο γυναῖκας ἵνα θρηνοῖεν αὐτήν. Τὸ μὲν τῆς ἑτέρας θυγάτριον ἐθαύμαζε τῶν κλαιουσῶν ὅτι μᾶλλον δοκοῖεν ἀλγῆσαι ἢ οἱ συγγενεῖς. Ἡ δὲ μήτηρ ὑπολαβοῦσα· ἕνεκα τούτου, ἔφη, τὸν μισθὸν ἐδέξαντο.

Ἀνάγνωσις τοῦ τι' μύθου


Πλέοντες
Ἐμϐάντες τινὲς εἰς σκάφος ἔπλεον. Γενομένων δὲ αὐτῶν πελαγίων, συνέϐη χειμῶνα ἐξαίσιον γενέσθαι καὶ τὴν ναῦν μικροῦ καταδύεσθαι. Τῶν δὲ πλεόντων ἕτερος περιρρηξάμενος τοὺς πατρῴους θεοὺς ἐπεκαλεῖτο μετ’ οἰμωγῆς καὶ στεναγμοῦ χαριστήρια ἀποδώσειν ἐπαγγελλόμενος, ἐὰν περισωθῶσι. Παυσαμένου δὲ τοῦ χειμῶνος καὶ πάλιν καινῆς γαλήνης γενομένης, εἰς εὐωχίαν τραπέντες ὠρχοῦντό τε καὶ ἐσκίρτων, ἅτε δὴ ἐξ ἀπροσδοκήτου διαπεφευγότες κινδύνου. Καὶ στερρὸς ὁ κυϐερνήτης ὑπάρχων ἔφη πρὸς αὐτούς· « Ἀλλ’, ὦ φίλοι, οὕτως ἡμᾶς γεγηθέναι δεῖ ὡς πάλιν, ἐὰν τύχῃ, χειμῶνος γενησομένου. »
Ὁ λόγος διδάσκει μὴ σφόδρα ταῖς εὐτυχίαις ἐπαίρεσθαι τῆς τύχης τὸ εὐμετάϐλητον ἐννοουμένους.
Πλούσιος καὶ βυρσοδέψης
Πλούσιος βυρσοδέψῃ παρῳκίσθη· μὴ δυνάμενος δὲ τὴν δυσωδίαν φέρειν διετέλει ἑκάστοτε αὐτῷ ἐπικείμενος, ἵνα μεταϐῇ. Ὁ δὲ ἀεὶ αὐτὸν διανεϐάλλετο λέγων μετ’ ὀλίγον χρόνον μεταϐήσεσθαι. Τούτου δὲ συνεχῶς γενομένου, συνέϐη, χρόνου διελθόντος, τὸν πλούσιον ἠθάδα τῆς ὀσμῆς γενόμενον μηκέτι αὐτῷ διενοχλεῖν.
Ὁ λόγος δηλοῖ ὅτι ἡ συνήθεια καὶ τὰ δυσχερῆ τῶν πραγμάτων καταπραΰνει.
Πλούσιος καὶ θρηνῳδοί
Πλούσιος δύο θυγατέρας ἔχων, τῆς ἑτέρας ἀποθανούσης, τὰς θρηνούσας ἐμισθώσατο. Τῆς δὲ ἑτέρας παιδὸς λεγούσης πρὸς τὴν μητέρα· « Ἄθλιαι ἡμεῖς, εἴγε αὐταί, ὧν ἐστι τὸ πάθος, θρηνεῖν οὐκ ἴσμεν, αἱ δὲ μηδὲν προσήκουσαι οὕτω σφόδρα κόπτονται καὶ κλαίουσιν, » ἐκείνη ὑποτοχοῦσα εἶπεν· « Ἀλλὰ μὴ θαύμαζε, τέκνον, εἰ οὕτως οἰκτρῶς αὗται θρηνοῦσιν· ἐπὶ γὰρ ἀργυρίῳ τοῦτο ποιοῦσιν. »
Οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ φιλαργυρίαν οὐκ ὀκνοῦσι καὶ ἀλλοτρίας συμφορὰς ἐργολαϐεῖν.

Friday, March 23, 2018

κ' - Ὁ δοῦλος τοῦ δακτυλίου

21g

Μῦθοι Αἰσώπειοι· τε', τϛ', τζ'

Πίθηκος καὶ δελφίς



Πίθηκός τις ἔπλειν ἐν νηΐ, ὡς χαρίζων τοὺς ἀνθρώπους. Ναυαγίας δὲ διὰ χειμῶνα γενομένης, δελφίς τις ἐκόμιζον αὐτὸν νομίζων ἐκεῖνον εἶναι ἄνθρωπον. Ὁ οὖν δελφὶς πρὸς τὴν Ἀττικὴν νέων ἤρετο εἰ Ἀθηναῖος εἴη. Ὁ δὲ ψευδὴς πίθηκος ἀπεκρίνατο λέγων καὶ γενναῖος Ἀθηναῖος εἶναι. Πάλιν δὲ τοῦ δελφῖνος ἐρομένου εἰ εἰδείη τὸν Πειραιᾶ, τοῦτ' ἐστιν ὁ λιμὴν τῶν Ἀθηνῶν, ὁ πίθηκος εἶπεν ἐκεῖνον ἑταῖρον ἑαυτοῦ εἶναι. Διὰ τοῦτο ὁ μὲν δελφὶς ὀργισθεὶς ἀπέλιπεν ἐκεῖ τὸν πίθηκον, ὅς δὲ ἀπέθανεν.

Ἀνάγνωσις τοῦ τε' μύθου

Πίθηκος καὶ κάμηλος

Simius et Camelus, Saltantes


Ἐγένετό τοτε σύνοδος τῶν ἀλόγων ζῴων καὶ πίθηκος ἐποίησεν ὄρχησιν. Πάντων δὲ κροτήσαντων, κάμηλός τις ἐπιθυμοῦσα τὴν ἑαυτῆς δόξαν κακῶς ὠρχεῖτο ὥστε τὰ ἄλλα ζῷα παίοντα ἀποβαλεῖν αὐτήν. 

Ἀνάγνωσις τοῦ τϛ' μύθου

Πιθήκου παῖδες


Πιθήκου γίγνονται παῖδες δύο, ὁ μὲν ἀγαπώμενος, ὁ δὲ μισούμενος. Ἔπειτα δ' ὁ μὲν ἀγαπητὸς διὰ περισσὸν στέργειν ἀποπνίγεται ὑπὸ τῆς μητρός.  Ὁ δὲ μισητὸς ἰσχυρὸς καὶ τέλειος πιθηκὸς γίγνεται.

Ἀνάγνωσις τοῦ τζ' μύθου


Πίθηκος καὶ δελφίς
Ἔθους ὄντος τοῖς πλέουσι Μελιταῖα κυνίδια καὶ πιθήκους ἐπάγεσθαι πρὸς παραμυθίαν τοῦ πλοῦ, πλέων τις εἶχε σὺν ἑαυτῷ καὶ πίθηκον. Γενομένων δ’ αὐτῶν κατὰ τὸ Σούνιον, τὸ τῆς Ἀττικῆς ἀκρωτήριον, χειμῶνα σφοδρὸν συνέϐη γενέσθαι. Τῆς δὲ νεὼς περιτραπείσης καὶ πάντων διακολυμϐώντων, ἐνήχετο καὶ ὁ πίθηκος. Δελφὶς δέ τις αὐτὸν θεασάμενος καὶ ἄνθρωπον εἶναι ὑπολαϐών, ὑπελθὼν ἀνεῖχε διακομίζων ἐπὶ τὴν χέρσον. Ὡς δὲ κατὰ τὸν Πειραιᾶ ἐγένετο, τὸ τῶν Ἀθηναίων ἐπίνειον, ἐπυνθάνετο τοῦ πιθήκου εἰ τὸ γένος ἐστὶν Ἀθηναῖος. Τοῦ δὲ εἰπόντος καὶ λαμπρῶν ἐνταῦθα τετυχηκέναι γονέων, ἐπανήρετο εἰ καὶ τὸν Πειραιᾶ ἐπίσταται. Ὑπολαϐὼν δὲ ὁ πίθηκος περὶ ἀνθρώπου αὐτὸν λέγειν, ἔφη καὶ μάλα φίλον εἶναι αὐτῷ καὶ συνήθη. Καὶ ὁ δελφὶς ἐπὶ τοσούτῳ ψεύδει ἀγανακτήσας, βαπτίζων αὐτὸν ἀπέκτεινεν.
Ὁ μῦθος πρὸς ἄνδρας οἳ τὴν ἀλήθειαν οὐκ εἰδότες ἀπατᾶν νομίζουσιν.
Πίθηκος καὶ κάμηλος
Ἐν συνόδῳ τῶν ἀλόγων ζῴων πίθηκος ἀναστὰς ὠρχήσατο. Σφόδρα δὲ αὐτοῦ εὐδοκιμοῦντος καὶ ὑπὸ πάντων ὑποσημαινομένου, κάμηλος φθονήσασα ἐϐουλήθη τῶν αὐτῶν ἐφικέσθαι. Διόπερ ἐξαναστᾶσα ἐπειρᾶτο καὶ αὐτὴ ὀρχεῖσθαι. Πολλὰ δὲ αὐτῆς ἄτοπα ποιούσης, τὰ ζῷα ἀγανακτήσαντα ῥοπάλοις αὐτὴν παίοντα ἐξήλασαν.
Πρὸς τοὺς διὰ φθόνον κρείττοσιν ἁμιλλωμένους ὁ λόγος εὔκαιρος.
Πιθήκου παῖδες
Τοὺς πιθήκους φασὶ δύο τίκτειν καὶ τὸ μὲν ἓν τῶν γεννημάτων στέργειν καὶ μετ’ ἐπιμελείας τρέφειν, τὸ δὲ ἕτερον μισεῖν καὶ ἀμελεῖν. Συμϐαίνει δὲ κατά τινα θείαν τύχην τὸ μὲν ἐπιμελούμενον ἡδέως καὶ στερρῶς ἀγκαλιζόμενον παρὰ τῆς μητρὸς ἀποπνίγεσθαι, τὸ δὲ ὀλιγωρούμενον ἐκτελειοῦσθαι.
Ὁ λόγος δηλοῖ ὅτι πάσης προνοίας ἡ τύχη δυνατωτέρα καθέστηκε.

Friday, March 16, 2018

Μῦθοι Αἰσώπειοι· τβ', τγ', τδ'

Περιστερὰ καὶ κορώνη


Κορώνη ἀκούσασα περιστερᾶς ἐν οἰκίσκῳ οὖσης καὶ περὶ τῶν τέκνων αὐτῆς καυχωμένης· παῦε, ἔφη, μεγαλοφρονοῦσα, ὦ μῆτερ τῶν μελλόντων δούλων.

Ἀνάγνωσις τοῦ τβ' μύθου

Πῆραι δύο


Προμηθεὺς  ὁ δημιουργὸς ἔκτισε τοὺς ἀνθρώπους πήρα βαστάζοντας. Ἡ μὲν γὰρ ἔμπροσθεν ἔχει τὰ τῶν ἄλλων κακά, ἃτινα ἔξεστιν ἡμῖν κατανοεῖν. Ἡ δὲ  ὀπίσω τὰ ἡμῶν αὐτῶν, ἀόρατα ὄντα.

Ἀνάγνωσις τοῦ τγ' μύθου

Πίθηξ καὶ ἁλιεῖς

09. THE MONKEY AND THE FISHERMEN
Πίθηκός τις ἰδὼν ἁλιεῖς εἰς ποταμὸν τὰ δίκτυα βάλλοντας, ἐβούλετο μιμεῖσθαι αὐτούς. Ἀποχωρησάντων οὖν τῶν ἁλιέων, τὸ ζῷον προσελθὸν ἔβαλε τὴν σαγήνην. Ἁψάμενος μέντοι τῶν δικτύων ἔμελλεν ἀποθνῄσκειν. Διόπερ κατεῖπεν ἑαυτοῦ τὴν μανίαν ὡς ταῦτα πειρασάμενος ἃ οὐκ εἰδείη.

Ἀνάγνωσις τοῦ τδ' μύθου


Περιστερὰ καὶ κορώνη
Περιστερὰ ἔν τινι περιστεροτροφείῳ τρεφομένη ἐπὶ πολυτεκνίᾳ ἐφρυάττετο. Κορώνη δὲ ἀκούσασα αὐτῆς τῶν λόγων ἔφη· « Ἀλλ’, ὦ αὕτη, πέπαυσο ἐπὶ τούτῳ ἀλαζονευομένη· ὅσῳ γὰρ ἂν πλέονα τέκνα σχῇς, τοσούτῳ περισσοτέρας δουλείας στενάξεις. »
Οὕτω καὶ τῶν οἰκετῶν δυστυχέστατοί εἰσιν ὅσοι ἐν τῇ δουλείᾳ τεκνοποιοῦσιν.
Πῆραι δύο
Προμηθεὺς πλάσας ποτὲ ἀνθρώπους δύο πήρας ἐξ αὐτῶν ἀπεκρέμασε, τὴν μὲν ἀλλοτρίων κακῶν, τὴν δὲ ἰδίων, καὶ τὴν μὲν τῶν ὀθνείων ἔμπροσθεν ἔταξε, τὴν δὲ ἑτέραν ὄπισθεν ἀπήρτησεν. Ἐξ οὗ δὴ συνέϐη τοὺς ἀνθρώπους τὰ μὲν ἀλλότρια κακὰ ἐξ ἀπόπτου κατοπτάζεσθαι, τὰ δὲ ἴδια μὴ προορᾶσθαι.
Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα πολυπράγμονα, ὃς ἐν τοῖς ἑαυτοῦ πράγμασι τυφλώττων τῶν μηδὲν προσηκόντων κήδεται.
Πίθηξ καὶ ἁλιεῖς
Πίθηξ ἔν τινι ὑψηλῷ δένδρῳ καθήμενος, ὡς ἐθεάσατο ἁλιεῖς ἐπί τινος ποταμοῦ σαγήνην βάλλοντας, παρετήρει τὰ ὑπ’ αὐτῶν γινόμενα. Καὶ δὴ τούτων τὴν σαγήνην ἐασάντων, καὶ μικρὸν ὑποχωρησάντων τοῦ φαγεῖν, καταϐὰς ἀπὸ τοῦ δένδρου, ἐπειρᾶτο μιμεῖσθαι αὐτούς· φασὶ γὰρ μιμητικὸν εἶναι τὸ ζῷον τοῦτο. Ἐφαψάμενος δὲ τῶν δικτύων καὶ συλληφθεὶς ἐκινδύνευε πνιγῆναι. Ὁ δὲ πρὸς ἑαυτὸν ἔφη· « Ἀλλ’ ἔγωγε δίκαια πέπονθα· τί γὰρ ἁλιεύειν μὴ μαθὼν τούτῳ ἐπεχείρουν ; »
Ὁ λόγος δηλοῖ ὅτι ἡ τῶν μηδὲν προσηκόντων ἐπιχείρησις οὐ μόνον ἀσύμφορος, ἀλλὰ καὶ ἐπιϐλαϐής ἐστι.

Friday, March 9, 2018

Μῦθοι Αἰσώπειοι· σϙθ', τ', τα'

Πατὴρ καὶ θυγατέρες


Πατήρ τις εἶχε θυγατέρε. Ἡ μὲν ἑτέρα γυνὴ ἐγένετο κηπουροῦ, ἡ δ' ἑτέρα κεραυμέως. Προσελθὼν δ' ὁ πατὴρ ὡς τὴν τοῦ  κηπουροῦ καὶ ἐρόμενος περὶ τῶν πραγμάτων αὐτῆς, ἐπύθετο πάντα καλῶς ἂν ἔχειν, εἰ μόνον οἱ θέοι πέμψαιεν ὑετόν. Τὰ γὰρ λάχανα χρείαν ὑδατος ἔχειν. Παραγενόμενος δὲ τῇ τοῦ κεραυμέως ἤρετο πῶς τὰ πράγματα αὐτῆς ἔχοι. Καὶ ἀποκρινομένης αὐτῆς ὅτι οἱ κέραμοι χρείαν εὐδίας ἔχοιεν καὶ εἴθ' οἱ θεοὶ βροχὴν δοῖεν, ὀ ἀνὴρ ἠπόρησε σὺν ποτέρᾳ θυγατρὶ συνεύχοιτο.

Ἀνάγνωσις τοῦ σϙθ' μύθου

Πέρδιξ καὶ ἄνθρωπος

090. THE FOWLER AND PARTRIDGE.


Θηρευτής τις πέρδικα συλλαβὼν ἔμελλεν θύειν αὐτήν. Ἡ μὲν οὐ θέλουσα ἀποθανεῖν ὑπέσχετο ὡς ζῶσα προσοίσειν αὐτῷ  ἀλλὰς πέρδικας. Ὁ δὲ κατειπὼν αὐτῆς τὴν πρόδοσιν ἀπέκτεινεν αὐτήν.

Ἀνάγνωσις τοῦ τ' μύθου

Περιστερὰ διψῶσα


Διψῶσα περιστερά τις ἰδοῦσα εἰκόνα ὕδατος ἔνομισε τοῦτο ἀληθὲς εἶναι. Καὶ καταπεσοῦσα ἐπὶ τὸ τεῖχος καὶ τραυματισθεῖσα  συνελήφθη ὑπό τινος παρατυχόντος.

Ἀνάγνωσις τοῦ τα' μύθου


Πατὴρ καὶ θυγατέρες
Ἔχων τις δύο θυγατέρας, τὴν μὲν κηπουρῷ ἐξέδωκε πρὸς γάμον, τὴν δὲ ἑτέραν κεραμεῖ. Χρόνου δὲ προελθόντος, ἧκεν ὡς τὴν τοῦ κηπουροῦ καὶ ταύτην ἠρώτα πῶς ἔχοι καὶ ἐν τίνι αὐτοῖς εἴη τὰ πράγματα. Τῆς δὲ εἰπούσης πάντα μὲν αὐτοῖς παρεῖναι, ἓν δὲ τοῦτο εὔχεσθαι τοῖς θεοῖς, ὅπως χειμὼν γένηται καὶ ὄμϐρος, ἵνα τὰ λάχανα ἀρδευθῇ, μετ’ οὐ πολὺ παρεγένετο πρὸς τὴν τοῦ κεραμέως καὶ αὐτῆς ἐπυνθάνετο πῶς ἔχοι. Τῆς δὲ τὰ μὲν ἄλλα μὴ ἐνδεῖσθαι εἰπούσης, τοῦτο δὲ μόνον εὔχεσθαι, ὅπως αἰθρία τε λαμπρὰ ἐπιμείνῃ καὶ λαμρπὸς ἥλιος, ἵνα ξηρανθῇ ὁ κέραμος, εἶπε πρὸς αὐτήν· « Ἐὰν σὺ μὲν εὐδίαν ἐπιζητῇς, ἡ δὲ ἀδελφή σου χειμῶνα, ποτέρᾳ ὑμῶν συνεύξομαι ; »
Οὕτως οἱ ἐν ταὐτῷ τοῖς ἀνομίοις πράγμασιν ἐπειχειροῦντες εἰκότως περὶ τὰ ἑκάτερα πταίουσιν.
Πέρδιξ καὶ ἄνθρωπος
Πέρδικά τις ἀγρεύσας ἤθελε ταύτην καταθῦσαι. Ἡ δὲ παρεκάλει ἐκλυθῆναι καὶ πολλὰς πέρδικας προσάξει τῷ κυνηγέτῃ. Ὁ δὲ κυνηγός· « Διὰ τοῦτο μᾶλλόν σε ἐγὼ θύσω, ὅτι τοὺς συγγενεῖς σου ἐνεδρεῦσαι θέλεις. »
Ὁ μῦθος δηλοῖ ὅτι οἱ τοὺς φίλους προδιδόντες αὐτοὶ ἐν ταῖς ἐνέδραις ἐμπίπτουσιν.
Περιστερὰ διψῶσα
Περιστερὰ δίψει συνεχομένη, ὡς ἐθεάσατο ἔν τινι πίνακι κρατῆρα ὕδατος γεγραμμένον, ὑπέλαϐεν ἀληθινὸν εἶναι. Διόπερ πολλῷ ῥοίζῳ ἐνεχθεῖσα ἔλαθεν ἑαυτὴν τῷ πίνακι ἐντινάξασα. Συνέϐη δὲ αὐτῇ, τῶν πτερῶν περιθραυσθέντων, ἐπὶ τῆς γῆς καταπεσοῦσαν ὑπό τινος τῶν παρατυχόντων συλληφθῆναι.
Οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ σφοδρὰς ἐπιθυμίας ἀπροσκέπτως τοῖς πράγμασιν ἐπιχειροῦντες λανθάνουσιν ἑαυτοὺς εἰς ὄλεθρον εἰσιέντες.

Friday, March 2, 2018

Μῦθοι Αἰσώπειοι· σϙϛ', σϙζ', σϙη'

Παῖς κλέπτης καὶ μήτηρ


Κλεπτής τις ἐπὶ θάνατον ἤγετο, τῆς μητρὸς αὐτῷ ἀκολουθούσης. Ὁ δὲ μεμνημένος ὅτι πρῶτον μὲν παιδίον ὢν κλέψας  τὸν πίνακα συμμαθητοῦ τινος ἐνέγκοι τῇ μητρὶ ἐπαινούσῃ  αὐτόν, ἔπειτα δὲ κλέψας ἱμάτιον αὖθις  ὑπὸ τῆς μητρὸς ἐπαινεθείη, τέλος δὲ καὶ λῃστὴς γένοιτο, καλέσας τὴν μητέρα ὡς ἐρῶν τι πρὸς τὸ οὖς, ἔδακεν αὐτό. Ἡ μὲν κατεῖπεν αὐτοῦ τῆς ἀσεβείας. Ὁ δὲ ἀπεκρίνατο λέγων ὅτι δέοι αὐτὴν κολάσαι αὐτὸν τὸ πρῶτον κλέψαντα.

Ἀνάγνωσις τοῦ σϙϛ' μύθου

Παῖς λουόμενος


Παιδίον τι ἐν ποταμῷ οὐκέτι δυνάμενος νεῖν καὶ ἐν κινδύνῳ ὢν ἰδὼν ὁδοιπόρον ἐκάλεσεν εἰς βοηθείαν. Ὁ μὲν κατεῖπεν αὐτὸν τῆς ἀφροσύνης, τὸ δὲ παιδίον· ὦ οὖτος, ἔφη, πρῶτον σῶσόν με, ἔπειτα κατεῖπε.

Ἀνάγνωσις τοῦ σϙζ' μύθου

Παρακαταθήκην εἰληφὼς καὶ Ὅρκος

Death Dragging an Old Man to His Tomb MET DP817552

Ψευδὴς ἄνθρωπός τις δεδεγμένος ἀργύριον ἀπὸ ἄλλου οὐκ ἐβούλετο ἀποδοῦναι. Ἐκείνου δ' ἐκ τῆς πόλεως ἐξιόντος ἵνα μὴ ὀμόσῃ, ὁ Ὅρκος, ὁ τοῦ ὀμνύναι θεός, ἐφάνη ἐν μορφῇ χωλοῦ τινος ὡς τοὺς ἐπιόρκους  διώξοντος. Ὁ μὲν κάκουργος ἤρετο αὐτὸν ὅποτε ἐπανιείη εἰς τὴν πόλιν. Ὁ δὲ · μετὰ τεσσεράκοντα, ἔφη,  ἢ τριάκοντα ἔτη. Διόπερ ὁ πάνουργος θαρσεὶς ὤμοσεν οὐ λαβεῖν τὴν παρακαταθήκην. Τῇ δ' ὑστεραίᾳ ὁ Ὅρκος ἤγαγεν αὐτὸν ἐπὶ κρημνὸν ἵνα  καταπέμψαι αὐτόν. Ἀλλ' οὐ μετὰ τεσσεράκοντα ἢ τριάκοντα ἔτη, ἐφὴ ὁ ἐπίορκος  ἐπανέρχῃ. Ὁ δ' Ὅρκος ἀποκρινάμενος εἶπε καὶ καθ' ἡμέραν τοὺς ἑαυτοῦ καταφρονοῦντας ἐπισκοπεῖσθαι.

Ἀνάγνωσις τοῦ σϙη' μύθου


Παῖς κλέπτης καὶ μήτηρ
Παῖς ἐκ διδασκαλείου τὴν τοῦ συμφοιτητοῦ δέλτον ὑφελόμενος τῇ μητρὶ ἐκόμισε. Τῆς δὲ οὐ μόνον αὐτῷ μὴ ἐπιπληξάσης, ἀλλὰ μᾶλλον ἐπαινεσάσης αὐτὸν, ἐκ δευτέρου ἱμάτιον κλέψας ἤνεγκεν αὐτῇ. Ἔτι δὲ μᾶλλον ἐπαινεσάσης αὐτὸν ἐκείνης, προϊὼν τοῖς χρόνοις, ὡς νεανίας ἐγένετο, ἤδη καὶ τὰ μείζονα κλέπτειν ἐπεχείρει. Ληφθεὶς δέ ποτε ἐπ’ αὐτοφώρῳ καὶ περιαγκωνισθεὶς ἐπὶ τὸν δήμιον ἀπήγετο. Τῆς δὲ ἐπακολουθούσης αὐτῷ καὶ στερνοκοπουμένης, εἶπε βούλεσθαί τι αὐτῇ εἰπεῖν πρὸς τὸ οὖς· καὶ ἐπεὶ τάχιστα αὐτῷ προσῆλθε, τοῦ ὠτίου ἐπιλαϐόμενος, κατέδακεν αὐτό. Τῆς δὲ κατηγορούσης αὐτοῦ δυσσέϐειαν, εἴπερ μὴ ἀρκεσθεὶς οἷς ἤδη πεπλημμέληκε, καὶ τὴν μητέρα ἐλωϐήσατο, ἐκεῖνος ὑποτυχὼν εἶπεν· « Ἀλλὰ τότε ὅτε σοι πρῶτον τὴν δέλτον κλέψας ἤνεγκα, εἰ ἐπέπληξάς μοι, οὐκ ἂν μέχρι τούτου ἐχώρησα, ὡς καὶ ἐπὶ θάνατον ἀπάγεσθαι. »
Ὁ λόγος δηλοῖ ὅτι τὸ κατ’ ἀρχὰς κολαζόμενον ἐπὶ μεῖζον αὔξεται.
Παῖς λουόμενος
Παῖς ποτε λουόμενος ἔν τινι ποταμῷ ἐκινδύνευσεν ἀποπνιγῆναι. Ἰδὼν δέ τινα ὁδοιπόρον, τοῦτον ἐπὶ βοηθείᾳ ἐκάλει. Ὁ δὲ ἐμέμφετο τῷ παιδὶ ὡς τολμηρῷ. Τὸ δὲ μειράκιον εἶπε πρὸς αὐτόν· « Ἀλλὰ νῦν μοι βοήθει, ὕστερον δὲ σωθέντι μέμψῃ. »
Ὁ λόγος εἴρηται πρὸς τοὺς ἀφορμὴν καθ’ ἑαυτῶν διδόντας ἀδικεῖσθαι.
Παρακαταθήκην εἰληφὼς καὶ Ὅρκος
Παρακαταθήκην τις λαϐὼν φίλου ἀποστερεῖν διενοεῖτο. Καὶ δὴ προσκαλουμένου αὐτὸν ἐκείνου ἐπὶ ὅρκον, εὐλαϐούμενος εἰς ἀγρὸν ἐπορεύετο. Γενόμενος δὲ κατὰ τὰς πύλας, ὡς ἐθεάσατό τινα χωλὸν ἐξιόντα, ἐπυνθάνετο αὐτοῦ τίς τε εἴη καὶ ποῖ πορεύοιτο. Τοῦ δὲ εἰπόντος αὑτὸν Ὅρκον εἶναι καὶ ἐπὶ τοὺς ἀσεϐεῖς βαδίζειν, ἐκ δευτέρου ἠρώτα διὰ πόσου χρόνου ἐπιφοιτᾶν ταῖς πόλεσι εἴωθεν. Ὁ δὲ ἔφη· « Διὰ τεσσαράκοντα ἐτῶν, ἐνίοτε δὲ καὶ τριάκοντα. » Καὶ ὃς οὐδὲν μελλήσας τῇ ὑστεραίᾳ ὄμοσε μὴ εἰληφέναι τὴν παρακαταθήκην. Περιπεσὼν δὲ τῷ Ὅρκῳ, καὶ ἀπαγόμενος ὑπ’ αὐτοῦ ἐπὶ κρημνόν, ᾐτιᾶτο αὐτὸν ὡς προειπὼν αὐτῷ διὰ τριάκοντα ἐτῶν ἐπιπορεύεσθαι, οὐδὲ πρὸς μίαν ἡμέραν ἄδειαν δέδωκεν. Ὁ δὲ ὑπολαϐὼν ἔφη· « Ἀλλ’ εὖ ἴσθι ὡς, ὅταν μέλλῃ τις ἀνιᾶσαί με, καὶ αὐθημερὸν ἐπιφοιτᾶν εἴωθα. »
Ὁ λόγος δηλοῖ ὅτι ἀδιόριστός ἐστιν ἡ κατὰ τῶν ἀσεϐῶν ἐκ θεοῦ τιμωρία.