Friday, February 24, 2017

λδ' Βενώρ· Σημεῖα

gp35

Μῦθοι Αἰσώπειοι· ρλθ', ρμ', ρμα'

Ἵππος καὶ βοῦς καὶ κύων καὶ ἄνθρωπος

Valentin-les-quatre-ages-national-gallery

Ὁ ἄνθρωπος Διὶ πεποιημένος ὀλίγους ἐνιαυτοὺς ἔζη. Χειμῶνος δὲ γενομένου, ἵππος καὶ βοῦς καὶ κύων ἦλθον καθ' ἕνα πρὸς τὴν οἰκίαν αὐτοῦ. Ὁ μὲν ἄνθρωπος ἀπεδέξατο αὐτοῦς, ᾔτησε δ' ἔτη ἐκ τῶν βίων  ἀντὶ τοῦ ξενίσαι αὐτούς. Διὰ τοῦτό εἰσιν τέτταρες χρόνοι ἐν τῇ τῶν ἀνθρώπων ζωῇ. Ἐν γὰρ τῷ πρώτῳ ὁ ἄνθρωπος  καθαρός ἐστιν. Ἐν δὲ τοῖς ἄλλοις διὰ τὰ πάθη ἔοικεν ἵππῳ καὶ βοῒ καὶ κυνί.

Ἀνάγνωσις τοῦ ρλθ' μύθου

Ἵππος καὶ ἱπποκόμος

Ancien greek grave relief of a ethiopian groom and horse  

Ὁ ἱπποκόμος τὴν τοῦ ἵππου κριθὴν κλέπτων πολὺ ἐκτένιζεν αὐτόν βουλόμενος πωλῆσαι. Ἀλλ' ἄμεινον ἦν τρέφειν τὸ ζῴον ἵνα καλὸν γένοιτο.

Ἀνάγνωσις τοῦ ρμ' μύθου

Ἵππος καὶ ὄνος


Ὁ ὑπερήφανος ἵππος οὐκ ἠθέλησε βοηθεῖν τῷ ὄνῳ καὶ βαστάζειν μέρος τοῦ φόρτου. Τοῦ δὲ ὄνου δὶα τὸν πόνον τελευτήσαντος, ἔδει τὸν ἵππον βαστάσαι τὸν ὅλον φόρτον.

Ἀνάγνωσις τοῦ ρμα' μύθου


Ἵππος καὶ βοῦς καὶ κύων καὶ ἄνθρωπος
Ζεὺς ἄνθρωπον ποιήσας ὀλιγοχρόνιον αὐτὸν ἐποίησεν. Ὁ δὲ τῇ ἑαυτοῦ συνέσει χρώμενος, ὅτε ἐνίστατο ὁ χειμών, οἶκον ἑαυτῷ κατεσκεύαζε καὶ ἐνταῦθα διέτριβε. Καὶ δή ποτε σφοδροῦ κρύους γενομένου, καὶ τοῦ Διὸς ὕοντος, ἵππος ἀντέχειν μὴ δυνάμενος ἧκε δρομαῖος πρὸς τὸν ἄνθρωπον, καὶ τούτου ἐδεήθη ὅπως σκέπῃ αὐτόν. Ὁ δ᾿ οὐκ ἄλλως ἔφη τοῦτο ποιήσειν, ἐὰν μὴ τῶν οἰκείων ἐτῶν μέρος αὐτῷ δῷ. Τοῦ δὲ ἀσμένως παραχωρήσαντος, παρεγένετο μετ᾿ οὐ πολὺ καὶ βοῦς, οὐδ᾿ αὐτὸς δυνάμενος ὑπομένειν τὸν χειμῶνα. Ὁμοίως δὲ τοῦ ἀνθρώπου μὴ πρότερον ὑποδέξεσθαι φάσκοντος, ἐὰν μὴ τῶν ἰδίων ἐτῶν ἀριθμόν τινα παράσχῃ, καὶ αὐτὸς μέρος δοὺς ὑπεδέχθη. Τὸ δὲ τελευταῖον κύων ψύχει διαφθειρόμενος ἧκε, καὶ τοῦ ἰδίου χρόνου μέρος ἀπονείμας σκέπης ἔτυχε. Οὕτω τε συνέβη τοὺς ἀνθρώπους, ὅταν μὲν ἐν τῷ τοῦ Διὸς χρόνῳ γένωνται, ἀκεραίους τε καὶ ἀγαθοὺς εἶναι· ὅταν δὲ εἰς τὰ τοῦ ἵππου ἔτη γένωνται, ἀλάζονάς τε καὶ ὑψαύχενας εἶναι· ἀφικνουμένους δὲ εἰς τὰ τοῦ βοὸς ἔτη, ἀρχικοὺς ὑπάρχειν· τοὺς δὲ τὸν τοῦ κυνὸς χρόνον ἀνύοντας ὀργίλους καὶ ὑλακτικοὺς γίνεσθαι.
Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς πρεσβύτην θυμώδη καὶ δύστροπον.
Ἵππος καὶ ἱπποκόμος
Κριθὴν τὴν τοῦ ἵππου ὁ ἱπποκόμος κλέπτων καὶ πωλῶν τὸν ἵππον ἔτριβεν, ἐκτένιζεν πᾶσαν ἡμέραν. Ἔφη δὲ ὁ ἵππος· « Εἰ θέλεις ἀληθῶς καλὸν εἶναί με, τὴν κριθὴν τὴν τρέφουσάν με μὴ πώλει. »
Ὅτι οἱ πλεονέκται τοῖς πιθανοῖς λόγοις καὶ ταῖς κολακείαις τοὺς πένητας δελεάζοντες ἀποστεροῦσιν αὐτοὺς καὶ τῆς ἀναγκαίας χρείας.
Ἵππος καὶ ὄνος
Ἄνθρωπός τις εἶχεν ἵππον καὶ ὄνον. Ὁδευόντων δέ, ἐν τῇ ὁδῷ εἶπεν ὁ ὄνος τῷ ἵππῳ· Ἆρον ἐκ τοῦ ἐμοῦ βάρους, εἰ θέλεις εἶναί με σῶν. Ὁ δὲ οὐκ ἐπείσθη· ὁ δὲ ὄνος πεσὼν ἐκ τοῦ κόπου ἐτελεύτησε. Τοῦ δὲ δεσπότου πάντα ἐπιθέντος αὐτῷ καὶ αὐτὴν τὴν τοῦ ὄνου δοράν, θρηνῶν ὁ ἵππος ἐβόα· « Οἴμοι τῷ παναθλίῳ, τί μοι συνέβη τῷ ταλαιπώρῳ; μὴ θελήσας γὰρ μικρὸν βάρος λαβεῖν, ἰδοὺ ἅπαντα βαστάζω, καὶ τὸ δέρμα. »
Ὁ μῦθος δηλοῖ ὅτι τοῖς μικροῖς οἱ μεγάλοι συγκοινωνοῦντες οἱ ἀμφότεροι σωθήσονται ἐν βίῳ.

Friday, February 17, 2017

Μῦθοι Αἰσώπειοι· ρλϛ', ρλζ', ρλη'

Ἰκτῖνος χρεμετίζων


Οἱ πάλαι ἰκτῖνοι φωνὴν καλὴν εἶχον. Ἀκούσαντες δὲ τὴν τῶν ἵππων ἐπεχείρουν μιμεῖσθαι  ὥστε μὴ δυνάμενοι χρεμετίζειν ἀπώλεσαν καὶ τὴν ἑαυτῶν φωνήν.

Ἀνάγνωσις τοῦ ρλϛ' μύθου

Ἰξευτὴς καὶ ἀσπίς

Auceps et Vipera - Osius


Οἱ πάλαι ἐχρῶντο τῷ τοῦ ἰξοῦ καρπῷ τοῦ τοὺς ὄρνιθας θηρεύειν. Ἰξευτὴς δέ τις ἐπιχειρῶν κίχλαν λαβεῖν οὐκ ἐθεάσατο ἀσπίδα ἐν τῇ πόᾳ κειμένην. Ἡ δὲ δακοῦσα ἀπέκτεινεν αὐτόν.

Ἀνάγνωσις τοῦ ρλζ' μύθου

Ἵππος γέρων

Sarcophagus milling scene - vatican museum

Ταλαίπωρος ὁ ἵππος. Ἐν μὲν γὰρ τῇ ἡλικίᾳ αὐτοῦ ἐν τοῖς ἱπποδρόμοις ἔτρεχεν. Νῦν δὲ γέρων γενόμενος ἐν τῷ μυλῶνι ἕλκει.

Ἀνάγνωσις τοῦ ρλη' μύθου


Ἰκτῖνος χρεμετίζων
Ἰκτῖνος φωνὴν εἶχεν ἄλλην ὀξείαν. Ἵππου δὲ ἀκούσας καλῶς χρεμετίζοντος, μιμούμενος τὸν ἵππον καὶ συνεχῶς τοῦτο ποιῶν καὶ ταύτην μὴ καλῶς ἐκμαθών, καὶ τῆς ἰδίας φωνῆς ἐστέρηται, καὶ οὔτε τὴν τοῦ ἵππου ἔσχεν οὔτε τὴν πρώτην.
Ὅτι οἱ εὐτελεῖς καὶ φθονεροὶ ζηλοῦντες τοῦ παρὰ τὴν ἑαυτῶν φύσιν καὶ τῶν κατὰ φύσιν στεροῦνται.
Ἰξευτὴς καὶ ἀσπίς
Ἰξευτὴς ἀναλαβὼν ἰξὸν καὶ τοὺς καλάμους ἐξῆλθεν ἐπ᾿ ἄγραν. Θεασάμενος δὲ κίχλαν ἐπί τινος ὑψηλοῦ δένδρου καθημένην, ταύτην συλλαβεῖν ἠβουλήθη. Καὶ δὴ συνάψας εἰς μῆκος τοὺς καλάμους ἀτενὲς ἔβλεπεν, ὅλος ὢν πρὸς τῷ ἀέρι τὸν νοῦν. Τοῦτον δὲ τὸν τρόπον ἄνω νεύων ἔλαθεν ἀσπίδα πρὸ τῶν ἑαυτοῦ ποδῶν κοιμωμένην πατήσας· ἥτις ἐπιστραφεῖσα δῆξιν εἰς αὐτὸν ἀνῆκεν. Ὁ δὲ λιποψυχῶν ἔφη πρὸς ἑαυτόν· « Ἄθλιος ἔγωγε, ὃς ἕτερον θηρεῦσαι βουλόμενος ἔλαθον αὐτὸς ἀγρευθεὶς εἰς θάνατον. »
Οὕτως οἱ τοῖς πέλας ἐπιβουλὰς ῥάπτοντες φθάνουσιν αὐτοὶ συμφοραῖς περιπίπτοντες.
Ἵππος γέρων
Γέρων ἵππος ἐπράθη πρὸς τὸ ἀλήθειν. Ζευχθεὶς δὲ ἐν τῷ μυλῶνι στενάζων εἶπεν· « Ἐκ ποίων δρόμων εἰς οἵους καμπτῆρας ἦλθον. »
Ὅτι μὴ λίαν ἐπαιρέσθω τις πρὸς τὸ τῆς ἀκμῆς ἢ τῆς δόξης δυνατόν· πολλοῖς γὰρ τὸ γῆρας ἐν κόποις ἀνηλώθη.

Friday, February 10, 2017

Μῦθοι Αἰσώπειοι· ρλγ', ρλδ', ρλε'

Ἰατρὸς <ἄτεχνος>

Medicine aryballos Louvre CA1989-2183 n2

Πάντες οἱ ἰατροὶ ἔλεγον νοσοῦντί τινι ὅτι ὑγιανεῖ. Μονὸν δὲ ἰατρός τις τὴν τεχνὴν οὐκ εἰδὼς ἔφη τὸν ἄρρωστον διὰ τῆς νόσου ἀποθανεῖσθαι. Μετὰ δὲ πολλὰς ἡμέρας ὁ ἀνὴρ σεσῳσμένος μὲν νεκρῷ εἰκὼς δέ, ἀπήντησε τῷ ἰατρῷ. Ὁ δέ, τοῦ ἰατροῦ περὶ τῶν ἀποθανόντων ἐρομένου, Πλούτων καὶ Περσεφόνη, ἔφη, μισοῦντες τοὺς ἰατροὺς ὅτι τοὺς ἀρρώστους ἰῶνται καταγράφουσι τὰ ὀνόματα αὐτῶν ἵνα παίωσιν αὐτούς. Ἐγὼ δὴ  ἐμαρτύρησά σε ψευδῆ ἰατρὸν εἶναι.

Ἀνάγνωσις τοῦ ρλγ' μύθου

Ἰατρὸς καὶ νοσῶν


Ἄνρθωπός τις ὑπὸ ἰατροῦ τινος θεραπευόμενος ἀπέθνῃσκεν. Ὁ δὲ ἰατρὸς ἔλεγε τοῖς φίλοις τοῦ ἀποθνῄσκοντος  ὅτι εἰ μόνον ἐνέματος ἀπέλαυεν καὶ οἶνον μὴ ἔπινεν, ἔσῳζεν ἄν. Ἀλλ' ἔδει ταῦτα πρότερον λέγειν, ἀντεῖπέ τις, οὐ νῦν.

Ἀνάγνωσις τοῦ ρλδ' μύθου

Ἰκτῖνος καὶ ὄφις

Corvus et Serpens

Ἰκτῖνος ἤρπασεν ὄφιν. Τοῦ δὲ ἰκτίνου ἀποπετομένου, ὁ ὄφις ἔδακεν αὐτόν. Ἔπειτα, ἀμφοτέρων  καταπιπτόντων, ὁ ὄφις εἶπέ σε τὴν δίκην δοῦναι ἀντὶ τῆς τοῦ ἰκτίνου ἀδικίας.

Ἀνάγνωσις τοῦ ρλε' μύθου


Ἰατρὸς <ἄτεχνος>
Ἰατρὸς ἦν ἄτεχνος. Οὗτος ἀρρώστῳ παρακολουθῶν, πάντων ἰατρῶν λεγόντων αὐτὸν μὴ κινδυνεύειν, ἀλλὰ χρονίσειν ἐν τῇ νόσῳ, οὗτος μόνος ἔφη αὐτῷ πάντα τὰ αὐτοῦ ἑτοιμάσαι· τὴν αὔριον γὰρ οὐκ ὑπερβήσῃ. Ταῦτα εἰπὼν ὑπεχώρησε. Μετὰ χρόνον δέ τινα ἀναστὰς ὁ νοσῶν προῆλθεν, ὠχρὸς καὶ μόλις βαίνων. Ὁ δὲ ἰατρὸς συναντήσας αὐτῷ· « Χαῖρε, ἔφη· πῶς ἔχουσιν οἱ κάτω ;» Κἀκεῖνος εἶπεν· « Ἠρεμοῦσι πιόντες τὸ τῆς Λήθης ὕδωρ. Πρὸ ὀλίγου δὲ ὁ Θάνατος καὶ ὁ Ἅιδης δεινῶς ἠπείλουν τοὺς ἰατροὺς πάντας, ὅτι τοὺς νοσοῦντας οὐκ ἐῶσιν ἀποθνῄσκειν, καὶ κατεγράφοντο πάντας. Ἔμελλον δὲ καὶ σὲ γράψαι, ἀλλ᾿ ἐγὼ προσπεσὼν αὐτοῖς καὶ δυσωπήσας, ἐξωμοσάμην αὐτοῖς μὴ ἀληθῆ ἰατρὸν εἶναί σε, ἀλλὰ μάτην διεβλήθης. »
[Ὅτι] τοὺς ἀπαιδεύτους καὶ ἀμαθεῖς καὶ κομψολόγους ἰατροὺς ὁ παρὼν μῦθος στηλιτεύει.
Ἰατρὸς καὶ νοσῶν
Ἰατρὸς νοσοῦντα ἐθεράπευε. Τοῦ δὲ νοσοῦντος ἀποθανόντος, ἐκεῖνος πρὸς τοὺς ἐκκομίζοντας ἔλεγεν· « Οὗτος ὁ ἄνθρωπος, εἰ οἴνου ἀπείχετο καὶ κλυστῆρσιν ἔχρητο, οὐκ ἂν ἐτεθνήκει. » Τῶν δὲ παρόντων ὑπολαβών τις ἔφη· « Ὦ βέλτιστε, οὐκ ἔδει σε ταῦτα νῦν λέγειν, ὅτε μηδὲν ὄφελός ἐστιν, ἀλλὰ τότε παραινεῖν, ὅτε τούτοις χρῆσθαι ἠδύνατο. »
Ὁ μῦθος δηλοῖ ὅτι δεῖ τοὺς φίλους ἐν καιρῷ ἀνάγκης τὰς βοηθείας παρέχειν καὶ μὴ μετὰ τῶν πραγμάτων ἀπόγνωσιν κατειρωνεύεσθαι.
Ἰκτῖνος καὶ ὄφις
Ἰκτῖνος ὄφιν ἁρπάσας ἀπέπτατο. Ὁ δὲ ἐπιστραφεὶς καὶ δακὼν καὶ ἀμφότεροι <ἐκ> τοῦ ὕψους κατενεχθέντες, ὁ μὲν ἰκτῖνος ἐτεθνήκει· ὁ δὲ ὄφις ἔφη αὐτῷ· « Τί τοσοῦτον ἐμάνης, ὅτι τοὺς μηδὲν ἀδικοῦντας βλάπτειν ἠβούλου; ἀλλὰ δίκην ἔδωκας τῆς ἁρπαγῆς δικαίαν. »
Ὅτι πλεονεξίᾳ τις προσέχων καὶ τοὺς ἀσθενεστέρους ἀδικῶν, ἰσχυροτέρῳ προσπεσών, ὡς οὐκ ἐλπίζει, ἐκτίσει τότε καὶ ἃ πρότερον ἐποίησε κακά.

Friday, February 3, 2017

Μῦθοι Αἰσώπειοι· ρλ', ρλα', ρλβ'

Ἡρακλῆς καὶ Πλοῦτος


Ὁ Ἡρακλῆς εἰς τὸν οὐρανὸν εἰσελθὼν πάντας μὲν τοὺς θεοὺς ἠσπάζετο, τοῦ δὲ Πλούτου κατεφρόνει. Τῷ δὲ Διὶ τὴν αἰτίαν ἐρομένῳ ἀποκρινάμενος εἶπε τὸν Πλοῦτον παρὰ τοῖς πονηροῖς διατρίβειν.

Ἀνάγνωσις τοῦ ρλ' μύθου
Ἥρως

Augustine sacrificing to an idol of the Manichaeans

Ἀνήρ τις  τῷ εἰδώλῳ ἥρωός τινος  ὡς πλεονάκις  ἔθυεν.  Ὁ οὖν ἥρως κατ' ὄναρ ὀφθεὶς παρεκάλεσεν αὐτὸν μὴ πάντα διαφθείρων μέμψεσθαι αὐτόν.

Ἀνάγνωσις τοῦ ρλα' μύθου
Θύννος καὶ δελφίς


Θύννος τις ὑπὸ δελφίνου πολὺ χρόνον διωκόμενος τέλος εἰς αἰγιαλὸν ἀφίκετο. Ἐνταῦθα μὲν ἀποθνῄσκων ἑωρακὼς δὲ καὶ τὸν θύννον οὐ δυνάμενον ἀπελθεῖν, ὁ θανατος, ἔφη, ἡδύς ἐστί μοι ὅτι ὁ ἔχθρός μου συναναλίσκεται.

Ἀνάγνωσις τοῦ ρλβ' μύθου


Ἡρακλῆς καὶ Πλοῦτος
Ἡρακλῆς ἰσοθεωθεὶς καὶ παρὰ Διὶ ἑστιώμενος ἕνα ἕκαστον τῶν θεῶν μετὰ πολλῆς φιλοφροσύνης ἠσπάζετο. Καὶ δὴ τελευταίου εἰσελθόντος τοῦ Πλούτου, κατὰ τοῦ ἐδάφους κύψας ἀπεστρέψατο αὐτόν. Ὁ δὲ Ζεὺς θαυμάσας τὸ γεγονὸς ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν δι᾿ ἣν πάντας τοὺς δαίμονας προσαγορεύσας ἀσμένως μόνον τὸν Πλοῦτον ὑποβλέπεται. Ὁ δὲ εἶπεν· « Ἀλλ᾿ ἔγωγε διὰ τοῦτο αὐτὸν ὑποβλέπομαι ὅτι παρ᾿ ὃν καιρὸν ἐν ἀνθρώποις ἤμην, ἑώρων αὐτὸν ὡς ἐπὶ τὸ πλεῖστον τοῖς πονηροῖς συνόντα. »
Ὁ λόγος λεχθείη ἂν ἐπ᾿ ἀνδρὸς πλουσίου μὲν τὴν τύχην, πονηροῦ δὲ τὸν τρόπον.
Ἥρως
Ἥρωά τις ἐπὶ τῆς οἰκίας ἔχων, τούτῳ πολυτελῶς ἔθυεν. Ἀεὶ δὲ αὐτοῦ ἀναλισκομένου καὶ πολλὰ εἰς θυσίας δαπανῶντος, ὁ ἥρως ἐπιστὰς αὐτῷ νύκτωρ ἔφη· « Ἀλλ᾿, ὦ οὗτος, πέπαυσο τὴν οὐσίαν διαφθείρων· ἐὰν γὰρ πάντα ἀναλώσας πένης γένῃ, ἐμὲ αἰτιάσῃ. »
Οὕτω πολλοὶ διὰ τὴν ἑαυτῶν ἀβουλίαν δυστυχοῦντες τὴν αἰτίαν ἐπὶ τοὺς θεοὺς ἀναφέρουσιν.
Θύννος καὶ δελφίς
Θύννος διωκόμενος ὑπὸ δελφῖνος καὶ πολλῷ τῷ ῥοίζῳ φερόμενος, ἐπειδὴ καταλαμβάνεσθαι ἔμελλεν, ἔλαθεν ὑπὸ σφοδρᾶς ὁρμῆς ἐκβρασθεὶς εἴς τινα ἠϊόνα. Ὑπὸ δὲ τῆς αὐτῆς φορᾶς ἐλαυνόμενος καὶ ὁ δελφὶς αὐτῷ συνεξώσθη. Καὶ ὁ θύννος, ὡς ἐθεάσατο ἐπιστραφεὶς αὐτὸν λιποθυμοῦντα ἔφη· « Ἀλλ᾿ ἔμοιγε οὐκέτι λυπηρὸς ὁ θάνατος· ὁρῶ γὰρ καὶ τὸν αἴτιόν μοι θανάτου γενόμενον συναποθνῄσκοντα. »
Ὁ λόγος δηλοῖ ὅτι ῥᾴδιον φέρουσι τὰς συμφορὰς οἱ ἄνθρωποι, ὅταν ἴδωσι καὶ τοὺς αἰτίους τούτων γεγονότας δυστυχοῦντας.