Friday, January 29, 2016

Ὁ Σχούλζιος

Τί δρᾷς ὁ Σχούλζιος;
Ὁ Σχούλζιός ἐστι πλούσιος Γερμανός.  Πολλοὶ ἄρα περὶ αὐτοῦ λέγουσι πολλά. Ὑμεῖς οὖν ἀκούσατε τὸ τετταρακοστὸν καὶ πέμπτον δίδαγμα καὶ μάθετε πῶς ὁ Σχούλζιος πλούσιος ἐγένετο.

Ἀνάγνωσις τοῦ με' διδάγματος


Σχούλζιος αὐτῷ ὄνομα; ποῖος οὗτος ὁ Σχούλζιος;
οὐκ οἶσθα αὐτόν; (οὐ γιγνώσκεις αὐτόν;)
οὐ μὰ ∆ία ἔγωγε, ξένος γάρ εἰμι ἀρτίως ἀφιγμένος.
πράττει τὰ μέγιστα ἐν τῇ πόλει.
ἔχει δὲ πώγωνα.
καὶ πολιός ἐστιν.
πόθεν διαζῇ;
ταχέως ὁ ἀνὴρ γεγένηται πλούσιος.
τί δρῶν;
πρῶτον μὲν γὰρ τέχνην τιν’ ἔμαθεν· εἶτα γεωργὸς ἐγένετο. νῦν δ’ ἔμπορός ἐστιν.
ἐργαστήριον ἔχει.
ἐργάτης.
δικαστής.
ὑπάλληλος.
σύνδικος.
φαρμακοπώλης.
τραπεζίτης.
ἀξιωματικός.
μαθητής.
φοιτητής.
διδάσκαλος.
καθηγητής.
ἐκ τῶν ἀγρῶν ἐστιν.
ἐκ τῶν γειτόνων ἐστίν.
ἄχθομαι αὐτῷ συνὼν ἔγωγε.
οὐ πονηρός ἐστι τοὺς τρόπους.
ὡς σοβαρὸς εἰσελήλυθεν!
οὐκ ἀστεῖόν μοι δοκεῖ εἶναι τοιοῦτον ἑαυτὸν παρέχειν.
ὁ δὲ Ν. Ν. νὴ ∆ία γεννάδας ἀνήρ.

Ἡ καλὴ καὶ ἡ αἰσχρά.

Gull - Anorexia Miss A
Αὑτὴ ἡ κόρη πρῶτον μὲν αἰσχρὰ ἦν. Ἔπειτα δ' ἐγένετο καλή.
Ἐν τῷ τετταρακοστῷ καὶ τετάρτῳ διδάγματι  ἄνδρες τινὲς διαλογίζονται περὶ καλῶν τε καὶ αἰσχρῶν γυναικῶν. Ἀκούσατε οὖν.

Ἀνάγνωσις τοῦ μδ' διδάγματος


ὅρα ταυτηνί, ὡς καλή!
τίς ποθ’ αὑτηί;
ἡ τὸ φαιὸν ἔνδυμα ἀμπεχομένη;
πασῶν ὡραιοτάτη ἐστίν.
τίς καί ἐστί ποτε;
γιγνώσκει τις ὑμῶν;
νὴ ∆ία ἔγωγε.
ἐστὶν ἀνεψιά μου.
οἷον τὸ κάλλος αὐτῆς φαίνεται!
ὡς εὐχροεῖ!
καὶ τὸ βλέμμα ἔχει μαλακὸν καὶ καλόν.
καὶ τὰς χεῖρας παγκάλας ἔχει.
καὶ ἡδέως γελᾷ.
ἔρως με εἴληφε τῆς κόρης ταύτης.
ἀλλ’ ἔχει οὐδέν;
πλουτεῖ μὲν οὖν· οὐσίαν γὰρ ἔχει συχνήν.
οἶσθ’ ᾗ μάλιστ’ ἔοικεν; τῇ Ἀ.
ἐνταῦθα μείραξ ὡραία ἐστίν.
τίς γάρ ἐσθ’ ἡ ὄπισθεν αὐτῆς;
ἥτις ἐστίν; Σχουλζίου γυνή.
τῆς ἑτέρας μοι ἧττον μέλει.
αἰσχρὰ γάρ ἐστιν.
καὶ σιμή (ἐστιν).
καὶ καταπεπλασμένη (ἐστίν).
ὄζει δὲ μύρου.
ὀσφραίνει τι;
οὐχ ἡδὺ τὸ μύρον τουτί.

Oὐκ οἶδα

Socrates by Leonidas Drosis, Athens - Academy of Athens-corte
ἃ μὴ οἶδα οὐδὲ οἴομαι εἰδέναι.
Ἐν τῷ τετταρακοστῷ καὶ τρίτῳ διδάγματι μανθάνομεν λέγειν ὅτι ἴσμεν τι ἢ οὔ. Ἀπολαύσατε οὖν.

Ἀνάγνωσις τοῦ μγ' διδάγματος


οὐκ οἶδα.
οὐκ ἔχω φράσαι.
ποῖ τις ἂν τρέποιτο;
γνώσομαι ἔγωγε.
οὐκ οἶδ’ ἀκριβῶς.
οὐχ, ὅσον γέ μ’ εἰδέναι.
οὐ σάφ’ οἶδα, ὅπως ἔχει.
οἶδά τοι.
μεμνήμεθα!
οἶδα μέντοι!
εἰ δὴ ἐπιθυμεῖς εἰδέναι, φράσω.
τί φής!
πέπυσμαι τοῦτο τῶν σάφ’ εἰδότων.
ἆρ’ ἀκήκοάς τι τοῦ πράγματος;
τοῦτ’ οὐκ ᾔδειν ἐγώ.
οὐκ ἐτὸς ἄρα λυπεῖ.

Friday, January 22, 2016

Μῦθός τις

Gossip painting
Κόρη τις λέγει ἑτέρᾳ κόρῃ μῦθόν τινα.
Τοῦτό ἐστι τὸ τετταρακοστὸν καὶ δεύτερον δίδαγμα ἔχον διάλογον μεταξὺ δυοῖν περὶ γυναικός τινος συλλαλούντοιν.

Ἀνάγνωσις τοῦ μβ' διδάγματος


ἄκουσον, ὦ γύναι, λόγον σοι βούλομαι λέξαι χαρίεντα.
ἴθι δή, λέξον.
τί λέγεις;
οὐ πείθομαι!
ἐθαύμασας;
μύθους μοι λέγεις!
τἀληθὲς γὰρ οὐκ ἐθέλεις φράσαι.
εἴπερ ὄντως σὺ ταῦτ’ ἀληθῆ λέγεις, οὐδὲν ἔχω εἰπεῖν.
κατὰ τὸν λόγον, ὃν σὺ λέγεις, ἀξία ἐστὶ θαυμάσαι.
λέγ’ αὐτῇ τὸ πρᾶγμα.
φράζειν.
τί πρὸς ταῦτα εἶπεν;
προφασίζεται.
μῦθον ὑμῖν βούλομαι λέξαι οὕτως.

Ὄρχησις

Rothschild miscellany dancing
Τὰ Ἰουδαϊκὰ ζεύγη ὀρχοῦνται.
Ἐν τῷ τετταρακοστῷ καὶ πρώτῳ διδάγματι οὐκ ἀκούομεν περὶ τῆς τῶν Ἑλλήνων ὀρχήσεως ἀλλὰ μᾶλλον περὶ τῆς μεταξὺ ἀνδρὸς καὶ γυναικός.


Ἀνάγνωσις τοῦ μα' διδάγματος


καλῶς ὀρχεῖται· ἦ γάρ;
μάλιστα.
κεκήλημαι ἔγωγε.
ὀρχήσομαι μετ᾿αὐτῆς τὸ Πολωνικόν (τὸν στρόβιλον, τὸ Καληδονικόν, τὸ Γαλλικόν, τὸν τετράχορον).
δὸς ὀρχεῖσθαι τοῦτο μετὰ σοί, ὦ γύναι! (-- ὦ κόρη!)
φθόνος οὐδείς.
παῦε δῆτ’ ὀρχούμενος, ἀπείρηκα γάρ.
κέκμηκα.
ἕν μὲν οὖν τουτί μ’ ἔασον ὀρχέσασθαι.
τοῦτό νυν καὶ μηκέτ ἄλλο μηδέν.
ὡς ἡδὺ μετὰ σοῦ ὀρχεῖσθαι!
Τίς ποθ’ οὗτος ὁ δεῦρο βλέπων; ὁ ἐπὶ ταῖς θύραις;
ἐστὶν οὑμὸς ἀνήρ.
τί σκυθρωπάζει;
σφόδρα ζηλότυπός ἐστιν.
μὴ ὁρᾶν δοκῶμεν αὐτόν.
φυλάξομαι!
οὐδὲν γὰρ πιστὸν τοῖς ἀνδράσιν.
νύμφη ἐστὶ τρεῖς μῆνας.
ὁ ὀρχηστοδιδάσκαλος.
εἰς τὸ ὀρχηστοδιδασκαλεῖον.

Ἀπὸ τῆς ἀγορᾶς τῶν καρπῶν.

Πολλοὶ καρποὶ καὶ λάχανα.
Ἀκούσαντες τὸ τετταρακοστὸν δίδαγμα ἴωμεν εἰς τὴν ἀγοράν. Ἕτοιμοι γὰρ ἔσομαι πρίασθαι καρπούς τε καὶ λάχανα.

Ἀνάγνωσις τοῦ μ' διδάγματος


εἰς ἀγορὰν ἰτέον µοι.
τίνος ἕνεκα;
χωρεῖ εἰς ἀγορὰν ἐπὶ βότρυς.
ὠνήσοµαι, ἐάν µοι δῷς τἀργύριον.
ἰδοὺ λαβὲ µικρὸν ἀργυρίδιον!
τί βούλει µε πρίασθαι;
ὠνησόµεθα περσικὰ τούτου τοῦ ἀργυρίου.
ἀγόρασόν µοι µῆλα.
ἀρµενιακά (µῆλα).
ἄπια.
χαµοκέρασα.*
λάχανα.
κάστανα.
κέρασα.
κάρυα.
λεπτοκάρυα.
περσικά (µῆλα).
κοκκύµηλα.
πορτοκάλια.*
φραγκοστάφυλα.*
ῥαφανίδια.
πάντα.
πόσον δίδως δῆτα τἀργυρίου;
πεντεκαίδεκα τῆς µάρκης.
πῶς ὁ βούτυρος (τὸ βούτυρον) τὸ νῦν ὤνιος;
εὐτελής ἐστιν.
δεῖ τίµιον πρίασθαι αὐτόν.
χλωρὸς βούτυρος, χλωρὸν κρέας.
οὐδὲν ἠµπόληκά πω.
οἴκαδ’ ἴµεν ἐµπολήσαντές τι.
ἡ τιµή.

Friday, January 15, 2016

Tὸ κρόμμυον

markos
bedwere

Τὰ ὑποδήματα

Athen Stoa Schuhe 1
Παλαιὰ Ἀττικὰ ὑποδήματα ἐξ ἑφθῆς γῆς πεποιημένα. 
Νῦν ὁ ἀνὴρ χρῆται  ὑποδημάτων. Ὑποδύεται οὖν καὶ ἀποδύεται καινὰς ἐμβάδας ὡς πειρασόμενος. Ὑμεῖς δ' ἀκούσατε τὸ τριακοστὸν καὶ ἔνατον δίδαγμα.

Ἀνάγνωσις τοῦ λθ' διδάγματος


ὑποδηµάτων δεῖ.
τἀµὰ ταυτὶ λαβέ!
τοῦτο πρῶτον ὑποδύου.
ἄνυσον ὑποδυσάµενος!
ἀποδύου τὰς ἐµβάδας (τὰ ἐµβάδια).
ὑπόδυθι τάσδε.
ἆρ’ ἁρµόττουσιν;
νὴ ∆ί’, ἀλλ’ ἄριστ’ ἔχει.
πόθεν πριάµενος τὸ ζεῦγος ἐµβάδων τουτὶ φορεῖς;
ἐν ἀγορᾷ.
καὶ πόσου;
ἑκκαίδεκα µαρκῶν*;

Παρὰ τῷ ἱματιοκαπήλῳ

Tissot self detail
Ὁ ἀνὴρ ἔχει ὑποδήματα καὶ  βράκας καὶ  ἐπάνω ἱµάτιον καὶ  πῖλον. Ὑπὸ δὲ τῶν ὑποδημάτων ἔχει  περικνηµίδας. Ὑπὸ μὲν τοῦ ἐπάνω ἱµατίου ἔχει ἱµάτιον, ὑπὸ δὲ τοῦ  ἱµατίου ἔχει χιτῶνα. Οὐδὲ ἔχει ῥινόµακτρον. 
Ἐν τῷ τριακοστῷ καὶ ὀγδόῳ διδάγματι ἀνήρ τις ἔρχεται παρὰ τῷ ἱματιοκαπήλῳ καινὰ ἱμάτια πρίασθαι βουλόμενος.
Ἀνάγνωσις τοῦ λη' διδάγματος


χαῖρε!
χαῖρε καὶ σύ!
ἥκεις δὲ κατὰ τί;
τοῦ δέει;
δέοµαι ἱµατίου τε καὶ βρακῶν.
ὁ χιτών.
ὁ πῖλος.
τὸ ἐπάνω ἱµάτιον.
τὰ ὑποδήµατα.
ἡ περικνηµίς.
τὸ ῥινόµακτρον.
τί τελῶ ταῦτα ὠνούµενος;
πεντήκοντα µάρκας* εἰς ἱµάτιον, εἴκοσι δ᾿εἰς βράκας.
καθάπερ τέως.
κάλλιστον τοδὶ ἱµάτιον µετὰ βρακῶν.
ἆρ’ ἁρµόσει µοι;
κατάθου δῆτα τὸ ἐπάνω ἱµάτιον.
ἀπόδυθι, ἀντιβολῶ, θοἰµάτιον!
βούλει ἀποδύεσθαι θοἰµάτιον;
οὐ καινὸν ἀµπέχει ἱµάτιον.
οὐ µὰ ∆ι’· ἀλλ’ ὀπὰς ἔχει τὸ τριβώνιον.
ποίαν ἤδη ἔχεις σκευήν!
ἄριστ’ ἔχει τὸ καινὸν ἱµάτιον.
ἔχεις τι ψέγειν τούτου;
οὐ πρέπει µοι.

Ὁ κάπηλος

Rudolf Schildkraut as Autolycus by Emil Orlik
Ὁ κάπηλος ἔχων λαιμοδέτεια ἐπὶ τοῦ βραχίονος πωλεῖ τὰ αὐτοῦ.
Ἔν τῷ τριακοστῷ καὶ ἑβδόμῳ διδάγματι ἀκούομεν διαλόγον μεταξὺ καπήλου καὶ ὠνητοῦ.

Ἀνάγνωσις τοῦ λζ' διδάγματος


καὶ µὴν ὁδὶ ἐκεῖνος ὁ Ἰουδαῖος!
βαλάντια καλά! λαιµοδέτια! µαχαίρια!
τί δῆτα καταθῶ τουτουί;
δύο µάρκας* καὶ πεντήκοντα.
µὰ ∆ί’, ἀλλ’ ἔλαττον.
δύο µάρκας* τελεῖς;
λαβὲ µάρκην* καὶ ἡµίσειαν.
πῶς τὰ βαλάντια ὤνια;
λήψει τεσσάρων µαρκῶν* πάνυ καλόν.
ἀπόφερε· οὐκ ὠνήσομαι, κερδαίνειν γὰρ βούλει πολύ.
αὐτὸς σὺ τί δίδως.
ὅτι δίδωµι; δοίην ἂν δύο µάρκας.*
ἔχε τοίνυν· κρεῖττον γάρ ἐστιν ἣ µηδὲν λαβεῖν.
ἅνθρωπος οὐκ ἀπαλλαχθήσεται ἡµῶν.
οὐδέν ἐστιν ἡ µάχαιρα· οὐκ ἂν πριαίµην οὐδὲ µιᾶς µάρκης.*
αὐτὸς ἀντέδωκα τούτου ποτὲ τρεῖς µάρκας.*
οὐδέν µοι περιγίγνεται.
ἄληθες;
ὄµοσον!
οὐ µὰ τοὺς θεούς!
πώλει τοῦτο ἄλλῳ τινί!
ὠνήσοµαί σοι ἐγώ.
ἔχε δὴ τἀργύριον.
ταῦτα δή.
ἀπέδωκα ὀφείλων τρεῖς µάρκας.*
ἐν Λειψίᾳ πωλοῦνται κατὰ δώδεκα εἴκοσι µαρκῶν
τοδὶ ἀπέδοτο µιᾶς µάρκης.

Friday, January 8, 2016

Αἰτεῖ ἀργύριον

20 M Gold Kaiser Wilhelm I. von Preussen B 7620 M Gold Kaiser Wilhelm I. von Preussen 1873 70 
Εἴκοσι χρυσαῖ Γερμανικαὶ µάρκαι*

Ἐν τούτῷ τῷ διδάγματι, τῷ τριακοστῷ καὶ ἕκτῳ, ἀκούομέν τινος ἀργύριον παρὰ ἄλλων  αἰτούντος. Ὁ μὲν αἰτούμενος δίδωσιν αὐτῷ, ὁ δὲ οὔ.

Ἀνάγνωσις τοῦ λϛ' διδάγματος


εὖ φεροµένης τῆς γεωργίας ἔρρωνται καὶ αἱ ἄλλαι τέχναι ἅπασαι.
ἔχει ἅπαντα, ἃ δεῖ.
αἰτεῖ λαβεῖν τι.
τοῦ δέει;
τοῦ δεόµενος ἦλθες ἐνθαδί;
ἥκεις κατὰ τί;
ἐπὶ τί πάρει δεῦρο;
δάνεισόν µοι πρὸς τῶν θεῶν εἴκοσι µάρκας!*
ἡ ἀνάγκη µε πιέζει.
No! µὰ ∆ί’ ἐγὼ µὲν οὔ.
ἔχεις ὧν δέει.
οὐκ ἀρήξεις;
τί χρήσει τῷ ἀργυρίῳ;
ἀποδώσω τῷ σκυτοτόµῳ.
πόθεν τὸ ἀργύριον λήψοµαι;
ἰδοὺ τουτὶ λαβέ!
εὖ γ’ ἐποίησας!
πόλλ’ ἀγαθὰ γένοιτό σοι!
µὴ ἀγανάκτει, ὦ ’γαθέ!
οἶσθ’ ὃ δρᾶσον; µὴ διαλέγου περὶ τούτου µηδέν!
ἀλλ’ ὦ ’γαθέ -- !

Οὔ

Frescoangelico100216
 Ἔστω δὲ ὁ λόγος ὑμῶν ναὶ ναί, οὒ οὔ, φησὶν ὁ Κύριος.
Ὥσπερ ἐμάθομεν λέγειν ναί, οὕτως δεῖ ἡμᾶς μαθεῖν ἀρνεῖσθαι. Ἀκούσατε οὖν τὸ τριακοστὸν καὶ πέμπτον δίδαγμα.

Ἀνάγνωσις τοῦ λε' διδάγματος


οὐ µὰ ∆ία!
µὰ ∆ι’ ἐγὼ µὲν οὔ.
οὔκ· ἀλλὰ …
µὴ δῆτα!
µή νυν ποιήσῃς!
µή δῆτά πώ γε.
οὔκ, ἢν µὴ (τοῦτο γένηται).
µηδαµῶς!
οὐδὲν δεῖ!
µὰ ∆ί’ οὐ µέντοι.
εἰ γὰρ ὤφελ(ον)!
σωφρονεῖς! -- δεξιὸς εἶ!
ἥκιστα!
ἥκιστά γε!
ἥκιστα πάντων!
οὐκ ἃν µὰ ∆ία, εἰ κρέµαισθε γ’ ὑµεῖς!
µελαγχολᾶν µ’ οὕτως οἴει;
οὐχ οὗτος ὁ τρόπος!
ἀλλ’ ὅµως!
οὐκ ὀρθῶς λέγεις.
λῆρος!
οὐδὲν λέγεις!
ἀλλ’ οὐ ταὐτόν!
ἀλλ’ οὐκ εἶπας ὅµοιον!
οὐ πείθοµαι!

Ναί

Hans Thoma Jupiter
Νὴ ἐμαυτόν

Ἐν τῷ τριακοστῷ καὶ τετάρτῳ διδάγματι μανθάνομεν λέγειν ὅτι ὁμολογοῦμεν.

Ἀνάγνωσις τοῦ λγ' διδάγματος


νὴ ∆ία.
νὴ τοὺς θεούς! -- νὴ τὸν Ποσειδῶ!
µάλιστά γε. -- πάνυ!
κοµιδῇ µὲν οὖν!
εἰκότως! -- εἰκὸς γάρ!
εὖ ἴσθ’ ὅτι!
ἐγώ; σὺ µέντοι!
οὐκ οἶδα.
ἔοικεν!
κοὐ θαῦµά γε!
καὶ θαῦµά γ’ οὐδέν!
εὖ λέγεις!
οὐκ οἶσθα;

Monday, January 4, 2016

Μυθάριον περὶ τῆς φιλίας

mangagraecum1
Τοῦτο τὸ μυθάριον ὑπὸ Βιβιπαρίδου γεγραμμένον δοκεῖ τὴν τῆς φιλίας φύσιν χαριέντως φωτίζειν.

Friday, January 1, 2016

Eὖ λέγεις

Socrates and Alcibiades, Christoffer Wilhelm Eckersberg
Ὦ Ἀλκιβιάδη, ὁ Σωκτράτης φησί, οὐκ ἔχεις τὰ ἱμάτια.
Τοῦτο περιφανέστατον, ὦ Σώκρατες, ἀποκρίνεται ὁ Ἀλκιβιάδης. 
Σύγγνωτέ μοι, ὦ φίλοι. Οὐ γάρ ἐστι ἀληθινὴ ἡ τῆς εἰκόνος ἐπιγραφή. Ἐν τῷ μέντοι τριακοστῷ καὶ τρίτῳ διδάγματι ἀκούομεν τί λεκτέον ὅτε τις εὖ λέγει.

Ἀνάγνωσις τοῦ λγ' διδάγματος


εὖ λέγεις.
εὖ τοι λέγεις.
ἴσως ἄν τι λέγοις.
εὖ πάνυ λέγεις.
εὖ λέγειν σὺ φαίνει.
εὖ γέ µοι δοκεῖς λέγειν.
συνδοκεῖ ταῦτα κἀµοί.
τοῦτο µὲν κἀµοὶ δοκεῖ.
τοῦτο περιφανέστατον.
δίκαιος ὁ λόγος.
πείθοµαι.
ὡς ἔοικεν.
τούτων τεκµήριά ἐστι πολλά.
ἔργῳ τεκµαίροµαι.

Ἡ τῶν πολεμικῶν ἄσκησις

Therm2007
Οἱ τοῦ νῦν ὁπλῖται ἐν ταῖς Θερμοπύλαις. 

Νὴ Δία, φανερὸν ὅτι οἱ Μῆδαι μισοῦσιν ἡμᾶς διὰ τὴν ἐλευθερίαν ἡμῶν. Ἆρα οὐ θέλετε τὴν δημοκρατίαν αὐτοῖς φέρειν; Ἀκούοντες οὖν τὸ τριακοστὸν καὶ δευτέρον δίδαγμα ἀσκεῖτε τοὺς ὑμετέρους στρατιώτας. Ἀγαθῇ τύχῃ.

Ἀνάγνωσις τοῦ λβ' διδάγματος


ἄγε εἰς τὰ ὅπλα!
εἰς τὰς τάξεις καθίστασθε!
σιωπῇ!
διάστηθι!
ζύγει!
ἄνω τὰ ὅπλα!
θέσθε τὰ ὅπλα!
ἐπὶ δεξιὰ κλῖνον!
ἔπ’ ἀριστερὰ κλῖνον!
ἐπ’ ἀριστερὰ µεταβαλοῦ!
εἰς ὀρθὸν ἀπόδος!
πρόαγε!
ἔχον οὕτως!
ἐπὶ κέρως εἰς δύο πρόαγε!
ἐπὶ φάλαγγος πρόαγε!
δρόµῳ!
δρόµῳ πρόαγε ἀλαλά!

Τὸ ᾄδειν

In and out of Florence; a new introduction to a well-known city (1910) (14759553246)
Οἱ παῖδες ᾄδουσι μέλος τι.
Ἐν τῷ τριακοστῷ καὶ πρώτῳ διδάγματι οὐκ ἀκούομεν τῶν ᾀδόντων παιδῶν ἀλλὰ μανθάνομεν τοὺς λόγους περὶ τὸ μελῳδεῖν.

Ἀνάγνωσις τοῦ λα' διδάγματος


ᾆσόν τι!
μελῳδεῖν οὐκ ἐπίσταμαι.
μέλος τι ᾄσατε.

τί ἐπινοεῖτε ᾄδειν;
ἀλλὰ τί δῆτ' ᾄδωμεν;
εἰπὲ, οἷστισι χαίρεις.
ὡς ἡδὺ τὸ μέλος!
ἕτερον ᾀσόμεθα
ἔασόν με μονῳδῆσαι
ἀλλ' ᾆδ' ὁπόσα βούλει.
παῦσαι μελῳδῶν!
οὐδὲν γὰρ ᾄδεις πλὴν οἶνον.
τουτί μ' ἀρέσκει.
σὲ δὲ τοῦτ' ἀρέσκει;
ὅσα ἄρτι ᾖσας, οὐ μὴ ἐπιλάθωμαί ποτε.
ἐπᾴσομαι μέλος τι.