Wednesday, October 22, 2014

Ἡ Ἑλληνικὴ φωνὴ κατὰ τὸν Ρουσε.

W.H.D. Rouse
Ὥσπερ ἐπεποιήκει δοὺς τοὺς τοῦ Λουκιανοῦ διαλόγους, τοὺς  ὑπομνήματα  τοῦ Ρουσε ἔχοντας, οὕτως καὶ τῇ δευτέρᾳ ἡμέρᾳ ὁ Ἰωὴλ  ἔδωκε ἡμῖν θυαμάσιόν τι τοῦ Ρουσε · ποικίλας  ἐκείνου τοῦ διδασκάλου ἠχωγραφὰς τὴν τῆς Ἑλληνικῆς  φωνῆς προφορὰν δεικνύσας. Ὁ γὰρ μὲν Ιωὴλ ἤδη τὸ πρῶτον τῶν ἠχωγραφῶν μέρος ἐδεδώκει, τὸ τῶν γραμμάτων φωνὴν ἔχον, νεωστὶ δὲ εὗρεν ἐν τῇ Βρεταννικῇ βιβλιοθήκῃ  τὸ δεύτερον, ὅπου ὁ Ρουσε ἀναγιγνώσκει τινὰ τοῦ Δημοσθένους καὶ τοῦ Σοφοκλοῦς καὶ τοῦ Ὁμήρου καὶ τοῦ Πινδάρου. Χάριν οῦν ἔχομέν σοι, ὦ Ἰωήλ, διὰ ταύτην θαυμαστὴν εὕρεσιν.


Ὁ Ἰωήλ

Thursday, October 16, 2014

Περὶ ποικίλων Ῥωμαϊκῶν τε καὶ Ἑλληνικῶν τῆς ὁμιλίας ῥητρῶν ἐνχειρίδιον

Image
$5.00
Ὡς ἐν τῇ εἰσαγωγῇ γέγραφε, Φρανμοράριος ὁ Βενεζευλανός, περὶ τῆς Ῥωμαϊκῆς τε καὶ τῆς Ἑλληνικῆς σοφὸς ὤν, ἀπὸ φίλου τινός σου ἀποδεξάμενος βιβλίον τι τὰς τῆς ἐν ἐκείναις ταῖς γλώτταις ὁμιλίας ῥήτρας ἔχον, ἀφῆκε δωρεὰν αὐτὸ πᾶσι τοῖς ἀνθρώποις. Τοῦτο γὰρ τὸ ἐγχειρίδιον πολὺ χρήσιμόν ἐστι τῷ τε λαλεῖν καὶ τῷ φράφειν.  Διὰ δὲ τοῦτο ἔδοξέ μοί γε ἔκδοσιν τοῦ βιβλίου παπυρικὴν ποιῆσαι, ὅπως ῥᾴδιον οἱ πολλοὶ αὐτῷ χρῶνται. Τὸ δὲ βιβλίον μόνον πέντε δολλαρίων πωλοῦται.

Λάβετε ὧδε τὸ ἀρχεῖον 

Sunday, October 5, 2014

Μέλλοντα ἐν τούτῳ τῷ τόπῳ

Ἐν ταύταις ταῖς ἡμέραις σπουδάζω διορθῶν δύο χρήσιμα βιβλία· τὸ μὲν ἡ τῶν γλωττῶν θύρα ἀνεῳγμένη, ὃ ὁ Φίλιππος ὁ βέλτιστος μαθητὴς  μετέγραψε · τὸ δὲ οἱ οἰκεῖοι διάλογοι τοῦ Ποσσελίου, οὕς ἡ διδάσκαλος Διάνη Ἰωαννίδης παρεσκεύασε. Τελεύσας δὲ ταῦτα τὰ ἔργα, τοῦ Θεοῦ βοηθοῦντος, ποιήσω ἠχωγραφὰς τῶν διαλόγων.  Ἔπειτα θέλω μεγάλῃ φωνῇ τοὺς κατεστερίσμους  ἀναγιγνώσκειν. Προσδοκᾶτε οὔν, παρακαλῶ ὑμᾶς.

Ἰωάννης ὁ Ποσσέλιος ὁ υἱός.