Friday, December 29, 2017

Μῦθοι Αἰσώπειοι· σξθ', σο', σοα'

Ὄνος καὶ ἀλεκτρυὼν καὶ λέων


Ἀλέκτωρ καὶ ὄνος ἅμα ἐνέμοντο. Λέοντος δὲ προσελθόντος, ὁ ἀλέκτωρ φωνήσας ἐφόβησεν αὐτὸν ὥστε μακρὰν φυγεῖν. Ὁ δὲ ὄνος νομίζων τὸν λέοντα δεδοικέναι αὐτὸν ἐδίωκεν. Ὁ μὲν λέων οὐκέτι ἀκούων τοῦ ἀλέκτορος, ἐπιβαλὼν τῷ ὄνῳ, ἀπέκτεινεν αὐτόν. Καὶ τοῦτο ἐπρέψεν τῷ ὄνῳ ὡς υἱῷ ἀγαθῶν γονέων οὐκ ὄντι.

Ἀνάγνωσις τοῦ σξθ' μύθου

Ὄνος καὶ ἀλώπηξ καὶ λέων

Ὄνος καὶ ἀλώπηξ ἑταῖροι γενόμενοι ἅμα ἐθήρευον. Ἡ δὲ ἄλωπηξ λέοντα ἰδοῦσα προύδωκε τὸν ὄνον τῷ λέοντι ἵνα σώσαι ἑαυτήν. Καὶ τοῦτο ἤρεσε τῷ λέοντι.  Ἡ  οὖν ἀλώπηξ ἤγαγεν τὸν ὄνον εἰς πάγην. Ὁ δὲ λέων πρῶτον μὲν ἔφαγε τὴν ἀλώπεκα, δεύτερον δὲ τὸν ὄνον.

Ἀνάγνωσις τοῦ σο' μύθου

Ὄνος καὶ βάτραχοι


Ὄνος βαστάζων ξύλα καὶ διαβαίνων λίμνην σφαλεὶς ἔπεσεν. Καὶ πολὺ ὠγκᾶτο τὴν συμφορὰν ὀδυρόμενος. Οἱ δὲ βάτραχοι ἀκούσαντες αὐτοῦ ἐθαύμασον. Οἱ γὰρ ἐν τῇ λίμνῃ οἰκοῦντες οὐ συνίεσαν διατὶ ἐκεῖνος στενάζοι.

Ἀνάγνωσις τοῦ σοα' μύθου



Ὄνος καὶ ἀλεκτρυὼν καὶ λέων
Ὄνῳ ποτὲ ἀλεκτρυὼν συνεβόσκετο. Λέοντος δ᾿ ἐπελθόντος τῷ ὄνῳ, ὁ ἀλεκτρυὼν ἐφώνησε· καὶ ὁ μὲν λέων (φασὶ γὰρ τοῦτον τὴν τοῦ ἀλεκτρυόνος φωνὴν φοβεῖσθαι) ἔφυγεν. Ὁ δ᾿ ὄνος, νομίσας δι᾿ αὑτὸν πεφευγέναι, ἐπέδραμεν εὐθὺς τῷ λέοντι. Ὡς δὲ πόρρω τοῦτον ἐδίωξεν, ἔνθα μηκέτι ἡ τοῦ ἀλεκτρυόνος ἐφικνεῖτο φωνή, στραφεὶς ὁ λέων τοῦτον κατεθοινήσατο. Ὁ δὲ θνῄσκων ἐβόα· « Ἄθλιος ἐγὼ καὶ ἀνόητος· πολεμιστῶν γὰρ μὴ ὢν γονέων, τίνος χάριν εἰς πόλεμον ἐξωρμήθην; »
Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων ταπεινουμένοις ἐπίτηδες τοῖς ἐχθροῖς ἐπιτίθενται, καὶ οὕτως ὑπ᾿ ἐκείνων ἀπόλλυνται.
Ὄνος καὶ ἀλώπηξ καὶ λέων
Ὄνος καὶ ἀλώπηξ κοινωνίαν συνθέμενοι πρὸς ἀλλήλους ἐξῆλθον ἐπὶ ἄγραν. Λέοντος δὲ περιτυχόντος αὐτοῖς, ἡ ἀλώπηξ ὁρῶσα τὸν ἐπηρτημένον κίνδυνον, προσελθοῦσα τῷ λέοντι, ὑπέσχετο παραδώσειν αὐτῷ τὸν ὄνον, ἐὰν αὐτῇ τὸ ἀκίνδυνον ἐπαγγείληται. Τοῦ δὲ αὐτὴν ἀπολύσειν φήσαντος, προσαγαγοῦσα τὸν ὄνον εἴς τινα πάγην ἐμπεσεῖν παρεσκεύασε. Καὶ ὁ λέων ὁρῶν ἐκεῖνον φεύγειν μὴ δυνάμενον, πρῶτον τὴν ἀλώπεκα συνέλαβεν, εἶθ᾿ οὕτως ἐπὶ τὸν ὄνον ἐτράπη.
Οὕτως οἱ τοῖς κοινωνοῖς ἐπιβουλεύοντες λανθάνουσι πολλάκις καὶ ἑαυτοὺς συναπολλύντες.
Ὄνος καὶ βάτραχοι
Ὄνος ξύλων γόμον φέρων λίμνην διέβαινεν· ὀλισθὼν δέ, ὡς κατέπεσεν, ἐξαναστῆναι μὴ δυνάμενος ὠδύρετό τε καὶ ἔστενεν. Οἱ δὲ ἐν τῇ λίμνῃ βάτραχοι ἀκούσαντες αὐτοῦ τῶν στεναγμῶν ἔφασαν· « Ὦ οὗτος, καὶ τί ἂν ἐποίησας, εἰ τοσοῦτον ἐνταῦθα χρόνον διέτριβες ὅσον ἡμεῖς, ὅτε πρὸς ὀλίγον πεσὼν οὕτως ὀδύρῃ; »
Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἄνδρα ῥᾴθυμον ἐπ᾿ ἐλαχίστοις πόνοις δυσφοροῦντα, αὐτὸς τοὺς πλείονας ῥᾳδίως ὑφιστάμενος.

Friday, December 22, 2017

ιβ' - Ἐν τῇ αὐλῇ

13g

Μῦθοι Αἰσώπειοι· σξϛ', σξζ', σξη'

Ὄνος βαστάζων ἄγαλμα


Ὀνηλάτης  θεὶς εἴδωλον ἐπὶ ὄνῳ ἤλαυνεν αὐτὸν εἰς τὴν πόλιν. Πάντων δὲ τῶν παρόντων προσκυνούντων τῷ δαίμονι,  ὁ ὄνος νομίζων αὐτὸς τιμᾶσθαι ἑστὼς ἤρξατο ὀγκᾶσθαι. Ὁ δὲ ἄνθρωπος μεμψάμενος τῷ ὄνῳ τὴν ὑπερηφανίαν ἔπαισεν αὐτόν.

Ἀνάγνωσις τοῦ σξϛ' μύθου

Ὄνος <ἐνδυσάμενος λεοντῆν> καὶ ἀλώπηξ

Asinus in Pelle Leonis

Ὄνος τις ἐνδυσάμενος λεοντῆν ἐφόβει τὰ θηρία. Ἀλωπὴξ δέ τις, ἀκούσασα αὐτοῦ φθεγγομένου οὐκ ἐδεδοίκει ἀλλά· τὴν φύσιν σου, ἐφη, μεμαθηκυῖα θαρσῶ.

Ἀνάγνωσις τοῦ σξζ' μύθου

Ὄνος ἵππον μακαρίζων

Equus Superbus et Asinus

Ὄνος ἰδὼν ἵππον εὖ τρεφόμενον ἐφθόνησεν αὐτῷ. Ἐπεῖτα δέ, πολέμου γινομένου, ὁ ἱππεὺς ἤλαυνε τὸν ἵππον εἰς μάχην. Ὁ δὲ ὄνος θεασάμενος τὸν ἵππον ἀποθνῄσκοντα οὐκέτι ᾠήθη αὐτὸν εὐδαιμονεῖν.

Ἀνάγνωσις τοῦ σξη' μύθου


Ὄνος βαστάζων ἄγαλμα
Ὄνῳ τις ἐπιθεὶς ἄγαλμα ἤλαυνεν εἰς ἄστυ. Τῶν δὲ συναντώντων προσκυνούντων τὸ ἄγαλμα, ὁ ὄνος ὑπολαϐὼν ὅτι αὐτὸν προσκυνοῦσιν, ἀναπτερωθεὶς ὠγκᾶτό τε καὶ οὐκέτι περαιτέρω προϊέναι ἐϐούλετο. Καὶ ὁ ὀνηλάτης αἰσθόμενος τὸ γεγονὸς τῷ ῥοπάλῳ αὐτὸν παίων ἔφη· « Ὦ κακὴ κεφαλή, ἔτι καὶ τοῦτο λοιπὸν ἦν ὄνον ὑπ’ ἀνθρώπων προσκυνεῖσθαι. »
Ὁ λόγος δηλοῖ ὅτι οἱ τοῖς ἀλλοτρίοις ἀγαθοῖς ἐπαλαζονευόμενοι παρὰ τοῖς εἰδόσιν αὐτοὺς γέλωτα ὀφλισκάνουσιν.
Ὄνος <ἐνδυσάμενος λεοντῆν> καὶ ἀλώπηξ
Ὄνος ἐνδυσάμενος λέοντος δορὰν περιῄει ἐκφοϐῶν τὰ ἄλογα ζῷα. Καὶ δὴ θεασάμενος ἀλώπεκα ἐπειρᾶτο καὶ ταύτην δεδίττεσθαι. Ἡ δὲ (ἐτύγχανε γὰρ αὐτοῦ φθεγξαμένου προακηκουῖα) ἔφη πρὸς τὸν ὄνον· « Ἀλλ’ εὖ ἴσθι ὡς καὶ ἐγὼ ἄν σε ἐφοϐήθην, εἰ μὴ ὀγκωμένου ἤκουσα. »
Οὕτως ἔνιοι τῶν ἀπαιδεύτων τοῖς ἔξωθεν τύφοις δοκοῦντές τινες εἶναι ὑπὸ τῆς ἰδίας γλωσσαλγίας ἐλέγχονται.
Ὄνος ἵππον μακαρίζων
Ὄνος ἵππον μακαρίζων ἐπιμελῶς, αὐτὸς μηδ᾿ ἀχύρων ἅλις ἔχων, καὶ ταῦτα πλεῖστα ταλαιπωρῶν. Ἐπεὶ δὲ καιρὸς ἐπέστη πολέμου, καὶ ὁ στρατιώτης ἔνοπλος ἀνέβη τὸν ἵππον, πανταχόσε τοῦτον ἐλαύνων, καὶ δὴ καὶ μέσον τῶν πολεμίων εἰσήλασε, καὶ ὁ ἵππος πληγεὶς ἔκειτο. Ταῦτα ἑωρακὼς ὁ ὄνος τὸν ἵππον μεταβαλλόμενος ἐταλάνιζεν.
Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ τοὺς ἄρχοντας καὶ πλουσίους ζηλοῦν, ἀλλὰ τὸν κατ᾿ ἐκείνων φθόνον καὶ τὸν κίνδυνον ἀναλογιζομένους τὴν πενίαν ἀγαπᾶν.

Thursday, December 14, 2017

Μῦθοι Αἰσώπειοι· σξγ', σξδ', σξε'

Ὄνον ἀγοράζων

Donkeys eating

Ἄνθρωπός τις ἐπρίατο ὂνον ὡς δοκιμάσων αὐτὸν πρὶν ἐκτεῖσαι. Ἰδὼν οὖν τὸν ὄνον φοιτῶντα τοὺς κακίστους ἑαυτοῦ ὄνους, γνοὺς τὴν φύσιν αὐτοῦ ἀπέδωκεν αὐτὸν τῷ πωλοῦντι.

Ἀνάγνωσις τοῦ σξγ' μύθου

Ὄνος ⟨ἄγριος καὶ ὄνος ἥμερος⟩


 Ὄναγρός τις κατανοῶν ὄνον πετὰ τῶν ἀνθρώπων οἰκοῦντα ἐθαύμασε τῆς ὑγιείας τε καὶ τῆς  λιπαρότητος αὐτοῦ. Ἐπεῖτα δ' ἰδὼν τὸν αὐτὸν ὄνον βαστάζοντα μέγαν φόρτον καὶ κέντρῳ ὑπὸ τοῦ δεσπότου κινούμενον μετενόησεν.

Ἀνάγνωσις τοῦ σξδ' μύθου

Ὄνος ἅλας βαστάζων

Filling his water pots on Lake Orsova - Nationaal Archief - 158-2469

Ὄνος τις βαστάζων ἅλα διὰ ποταμοῦ σφαλεὶς ἔπεσεν.  Διαλυθέντος οὖν τῷ ὕδατι τοῦ ἅλος, ὁ φόρτος ἐκείνου ἐγένετο κοῦφος.  Ἐπεῖτα δὲ ὁ ὄνος βαστάζων σπόγγους ἕκων ἐσφάλην ἐν τῷ ποταμῷ. Τοῦ φόρτου βαρυτέρου γενομένου, ὁ οἴνος ἀπεπνίγη ἐν τῷ ὕδατι.

Ἀνάγνωσις τοῦ σξε' μύθου


Ὄνον ἀγοράζων
Ὄνον τις ἀγοράσαι μέλλων ἐπὶ πείρᾳ αὐτὸν ἔλαβε· καὶ εἰσαγαγὼν εἰς τοὺς ἰδίους ἐπὶ τῆς φάτνης αὐτὸν ἔστησεν. Ὁ δὲ καταλιπὼν τοὺς ἄλλους παρὰ τῷ ἀργοτάτῳ καὶ ἀδηφάγῳ ἔστη. Καὶ ὡς οὐδὲν ἐποίει, δήσας καὶ ἀπαγαγὼν τῷ δεσπότῃ αὐτὸν ἀπέδωκε. Τοῦ δὲ διερωτῶντος εἰ οὕτως ἀξίαν αὐτοῦ τὴν δοκιμασίαν ἐποιήσατο, ὑποτυχὼν εἶπεν· « Ἀλλ᾿ ἔγωγε οὐδὲν ἐπιδέομαι πείρας· οἶδα γὰρ ὅτι τοιοῦτός ἐστιν ὁποῖον ἐξ ἁπάντων τὸν συνήθη ἐπελέξατο. »
Ὁ λόγος δηλοῖ ὅτι τοιοῦτος εἶναί τις ὑπολαμβάνεται ὁποίοις ἂν ἥδηται τοῖς ἑταίροις.
Ὄνος ⟨ἄγριος καὶ ὄνος ἥμερος⟩
Ὄνος ἄγριος ὄνον ἥμερον θεασάμενος ἔν τινι εὐηλίῳ τόπῳ προσελθὼν ἐμακάριζεν αὐτὸν ἐπὶ τῇ εὐεξίᾳ τοῦ σώματος καὶ τῇ τῆς τροφῆς ἀπολαύσει. Ὕστερον δὲ ἰδὼν αὐτὸν ἀχθοφοροῦντα καὶ τὸν ὀνηλάτην ὀπίσω ἑπόμενον καὶ ῥοπάλῳ παίοντα εἶπεν· « Ἀλλ᾿ ἔγωγε οὐκέτι σε εὐδαιμονίζω· ὁρῶ γὰρ ὅτι οὐκ ἄνευ κακῶν μεγάλων τὴν ἀφθονίαν ἔχεις. »
Οὕτως οὐκ ἔστι ζηλωτὰ τὰ μετὰ κινδύνων καὶ ταλαιπωριῶν περιγινόμενα κέρδη.
Ὄνος ἅλας βαστάζων
Ὄνος ἅλας ἔχων ποταμὸν διέβαινεν. Ὀλισθήσας δέ, ὡς κατέπεσεν εἰς τὸ ὕδωρ, ἐκτακέντος τοῦ ἅλατος, κουφότερος ἐξανέστη. Ἡσθεὶς δὲ ἐπὶ τούτῳ, ἐπειδὴ ὕστερόν ποτε σπόγγους ἐμπεφορτισμένος κατά τινα ποταμὸν ἐγένετο, ᾠήθη ὅτι, ἐὰν πάλιν πέσῃ, ἐλαφρότερος διεγερθήσεται, καὶ δὴ ἑκὼν ὤλισθε. Συνέϐη δὲ αὐτῷ, τῶν σπόγγων ἀνασπασάντων τὸ ὕδωρ, μὴ δυνάμενον ἐξαναστῆναι ἐνταῦθα ἀποπνιγῆναι.
Οὕτω καὶ τῶν ἀνθρώπων ἔνιοι διὰ τὰς ἰδίας ἐπινοίας λανθάνουσιν εἰς συμφορὰς ἐνσειόμενοι.

Friday, December 8, 2017

Μῦθοι Αἰσώπειοι· σξ', σξα', σξβ'

Ὁδοιπόρος καὶ Ἑρμῆς



Ὁδεύων τις προσευξάμενος τὸν Ἑρμῆν περὶ ἀργυρίου ὑπέσχετο δώσειν τὸ ἥμισυ τῷ θεῷ.  Εὑρὼν δὲ πήραν πλήρη φοινίκων καὶ ἀμυγδάλων ὀργισθεὶς κατέφαγεν αὐτά. Καὶ ἐλέγχων τὸν θεὸν ἔθυσεν αὐτῷ μόνον τὰ ὀστᾶ καὶ τὰ κελύφη.

Ἀνάγνωσις τοῦ σξ' μύθου

Ὁδοιπόρος καὶ Τύχη

Pierre Bouillon - L'Enfant et la Fortune

Ἄνθρωπός τις πολὺ πορευθεὶς μάλα ἔκαμνεν. Ὁ οὖν κατακλιθεὶς περὶ φρέαρ ἐκάθευδον. Μελλόντος δὲ αὐτοῦ καταπεσεῖσθαι, ἡ Τύχη ἐγείρουσα αὐτόν, « Ὦ οὗτος, ἐὰν ἐγὼ μὴ ἔσῳζον σε,  » ἔφη, « σὺ ἤλεγχές με. »

Ἀνάγνωσις τοῦ σξα' μύθου

Ὄνοι πρὸς τὸν Δία

Asini et Iuppiter

Οἱ τῶν ὄνων πρέσβεις προσελθόντες πρὸς τὸν Δία ᾐτήσαντο αὐτοῦ ἀνάπαυσιν τῶν μεγάλων πόνων. Τούτου δὲ ἀδυνάτου ὄντος, ὁ μὲν Ζεὺς γελῶν εἶπεν ὅτι δέοι αὐτοὺς πρῶτον ποιῆσαι ποταμὸν ἐκ τοῦ οὔρου αὐτῶν, οἱ δ' ὄνοι ἐπείσθησαν. Μετὰ οὖν τοῦτο ὁτὰν ὄνος οὐρῇ καὶ οἱ ἄλλοι περιεστῶτες ὕδωρ ποιοῦσιν.

Ἀνάγνωσις τοῦ σξβ' μύθου


Ὁδοιπόρος καὶ Ἑρμῆς
Ὁδοιπόρος πολλὴν ὁδὸν ἀνύων ηὔξατο, ἐὰν εὕρῃ τι, τούτου τὸ ἥμισυ τῷ Ἑρμῇ ἀναθήσειν. Περιτυχὼν δὲ πήρᾳ, ἐν ᾗ ἀμύγδαλά τε ἦν καὶ φοίνικες, ταῦτα ἀνείλατο οἰόμενος ἀργύριον εἶναι. Ἐκτινάξας δέ, ὡς εὗρε τὰ ἐνόντα, ταῦτα καταφαγὼν καὶ λαβὼν τῶν τε ἀμυγδάλων τὰ κελύφη καὶ τῶν φοινίκων τὰ ὀστᾶ, ταῦτα ἐπί τινος βωμοῦ ἔθηκεν, εἰπών· « Ἀπέχεις, ὦ Ἑρμῆ, τὴν εὐχήν· καὶ γὰρ τὰ ἐντὸς ὧν εὗρον καὶ τὰ ἐκτὸς πρὸς σὲ διανενέμημαι. »
Πρὸς ἄνδρα φιλάργυρον διὰ πλεονεξίαν καὶ θεοὺς κατασοφιζόμενον ὁ λόγος εὔκαιρος.
Ὁδοιπόρος καὶ Τύχη
Ὁδοιπόρος, πολλὴν ὁδὸν διανύσας, ἐπειδὴ κόπῳ συνείχετο, πεσὼν παρά τι φρέαρ ἐκοιμᾶτο. Μέλλοντος δὲ αὐτοῦ ὅσον οὔπω καταπίπτειν, ἡ Τύχη ἐπιστᾶσα καὶ διεγείρασα αὐτὸν εἶπεν· « Ὦ οὗτος, εἴγε ἐπεπτώκεις, οὐκ ἂν τὴν σεαυτοῦ ἀβουλίαν, ἀλλ᾿ ἐμὲ ᾐτιῶ. »
Οὕτω πολλοὶ τῶν ἀνθρώπων δι' ἑαυτοὺς δυστυχήσαντες τοὺς θεοὺς αἰτιῶνται.
Ὄνοι πρὸς τὸν Δία
Ὄνοι ποτὲ ἀχθόμενοι ἐπὶ τῷ συνεχῶς ἀχθοφορεῖν καὶ ταλαιπωρεῖν πρέσβεις ἔπεμψαν πρὸς τὸν Δία, λύσιν τινὰ αἰτούμενοι τῶν πόνων. Ὁ δὲ αὐτοῖς ἐπιδεῖξαι βουλόμενος ὅτι τοῦτο ἀδύνατόν ἐστιν, ἔφη τότε αὐτοὺς ἀπαλλαγήσεσθαι τῆς κακοπαθείας, ὅταν οὐροῦντες ποταμὸν ποιήσωσι. Κἀκεῖνοι αὐτὸν ἀληθεύειν ὑπολαβόντες ἀπ᾿ ἐκείνου καὶ μέχρι νῦν ἔνθα ἂν ἀλλήλων οὖρον ἴδωσιν, ἐνταῦθα καὶ αὐτοὶ περιιστάμενοι οὐροῦσιν.
Ὁ λόγος δηλοῖ ὅτι τὸ ἑκάστῳ πεπρωμένον ἀθεράπευτόν ἐστι.

Friday, December 1, 2017

Μῦθοι Αἰσώπειοι· σνζ', σνη', σνθ'

Ὁδοιπόροι καὶ πλάτανος

The Plane Tree

Συνεπορεύοντο δύο τινές. Καὶ διὰ τὸ πολὺ καῦμα κεκοπιακότες ἐκλίνθησαν ὑπὸ τῇ σκιᾷ πλατάνου τινός. Λεγόντων δὲ αὐτῶν ὅτι ἡ πλάτανος καρποὺς οὐ διδοῦσα ἀχρήσιμός ἐστιν, αὕτη κατεῖπεν αὐτῶν τὴν ἀχαριστίαν ὥς γε τῇ σκιᾷ αὐτῆς χρησομένων.

Ἀνάγνωσις τοῦ σνζ' μύθου

Ὁδοιπόροι καὶ φρύγανα


Ἄνθρωποί τινες συνοδεύοντες εἶδον ἀπὸ μάκροθεν κλάδους ἐν τῇ θαλάσσῃ. Καὶ νομίζοντες τούτους εἶναι ναῦν, ἐπέμενον αὐτούς. Μετὰ δ' ὀλίγον χρόνον οἱ κλάδοι ἐδόκουν εἶναι πλοῖον. Τέλος δέ, τούτων πρὸς τὸν ἀἰγιαλὸν ἀφιγμένων, τὸ μὲν ἀληθὲς  ἐφάνη οἱ δ' ἄνθρωποι συνῆκαν τὴν ἁμαρτίαν.

Ἀνάγνωσις τοῦ σνη' μύθου

Ὁδοιπόρος καὶ Ἀλήθεια

Woman in the Wilderness

Ἄνθρωπός τις ἐν τῇ ἐρήμῳ παρέτυχεν γυναικὶ ταλαιπώρῳ. Καὶ αὐτὴ ἦν ἡ Ἀλήθεια τοὺς ἀνθρώπους πεφευγυῖα ὅτι πάντες ἐν ταῖς πόλεσιν ψευδεῖς γένοιντο.

Ἀνάγνωσις τοῦ σνθ' μύθου


Ὁδοιπόροι καὶ πλάτανος
Ὁδοιπόροι θέρους ὥρᾳ περὶ μεσημβρίαν ὑπὸ καύματος τρυχόμενοι, ὡς ἐθεάσαντο πλάτανον, ὑπὸ ταύτην καταντήσαντες καὶ ἐν τῇ σκιᾷ κατακλιθέντες ἀνεπαύοντο. Ἀναβλέψαντες δὲ εἰς τὴν πλάτανον ἔλεγον πρὸς ἀλλήλους ὡς ἀνωφελές ἐστιν ἀνθρώποις τοῦτο ἄκαρπον τὸ δένδρον. Ἡ δὲ ὑποτυχοῦσα ἔφη· « Ὦ ἀχάριστοι, ἔτι τῆς ἐξ ἐμοῦ εὐεργεσίας ἀπολαύοντες, ἀχρείαν με καὶ ἄκαρπον ἀποκαλεῖτε. »
Οὕτω καὶ τῶν ἀνθρώπων τινὲς ἀτυχεῖς εἰσιν ὡς καὶ εὐεργετοῦντες τοὺς πέλας ἐπὶ τῇ χρηστότητι ἀπιστεῖσθαι.
Ὁδοιπόροι καὶ φρύγανα
Ὁδοιπόροι κατά τινα αἰγιαλὸν ὁδεύοντες ἦλθον ἐπί τινα σκοπιάν. Κἀκεῖθεν θεασάμενοι φρύγανα πόρρωθεν ἐπιπλέοντα, ναῦν εἶναι μεγάλην ᾠήθησαν. Διὸ δὴ προσέμενον, ὡς μελλούσης αὐτῆς προσορμίζεσθαι. Ἐπεὶ δὲ ὑπὸ ἀνέμου φερόμενα τὰ φρύγανα ἐγγυτέρω ἐγένετο, οὐκέτι ναῦν, ἀλλὰ πλοῖον ἐδόκουν βλέπειν. Ἐξενεχθέντα δὲ αὐτὰ φρύγανα ὄντα ἰδόντες, πρὸς ἀλλήλους ἔφασαν ὡς ἄρα μάτην ἡμεῖς τὸ μηδὲν ὂν προσεδεχόμεθα.
Ὁ μῦθος δηλοῖ ὅτι τῶν ἀνθρώπων ἔνιοι ἐξ ἀπροόπτου δοκοῦντες φοβεροὶ εἶναι, ὅταν εἰς πεῖραν ἔλθωσιν, οὐδενὸς εὑρίσκονται ἄξιοι.
Ὁδοιπόρος καὶ Ἀλήθεια
Ὁδοιπορῶν τις ἐν ἐρήμῳ εἷρε γυναῖκα μόνην κατηφῆ ἑστῶσαν, καί φησιν αὐτῇ· « Τίς εἶ; » Ἡ δὲ ἔφη· « Ἀλήθεια. – καὶ διὰ ποίαν αἰτίαν τὴν πόλιν ἀφεῖσα τὴν ἐρημίαν οἰκεῖς; » Ἡ δὲ εἶπεν· « Ὅτι τοῖς πάλαι καιροῖς παρ᾿ ὀλίγοις ἦν τὸ ψεῦδος· νῦν δὲ εἰς πάντας ἀνθρώπους ἐστίν, ἐάν τι ἀκούειν καὶ λέγειν θέλῃς. »
Ὅτι κάκιστος βίος καὶ πονηρὸς τοῖς ἀνθρώποις ἐστίν, ὅτε τὸ ψεῦδος προκρίνεται τῆς ἀληθείας.