Friday, March 31, 2017

Μῦθοι Αἰσώπειοι· ρνδ', ρνε', ρνϛ'

Κηπουρὸς <ἀρδεύων λάχανα>

Frequent Watering of the Victory Garden Is Necessary During the Early Stages of Growth. ca. 02-1943 (4545457771)

Ὦ κηπουρέ, εἱπέ μοι διὰ τί τὰ ἐν τῇ ὕλῃ λάχανα ἰσχυρότερά ἐστι τῶν ἐν τῷ ἀγρῷ. Ὅτι ἡ γῆ οὑτως φιλεῖ τὰ μὲν ἐν τῇ ὕλῃ ὡς γεγεννημένη αὐτά, τὰ δὲ ἐν τῷ ἀγρῷ οὔ.

Ἀνάγνωσις τοῦ ρνδ' μύθου

Κηπωρὸς καὶ κύων

Canis et Olitor
Add caption
Ὁ κηπουρὸς ἐβούλετο σῶσαι τὸν ἑαυτοῦ κύνα τὸν εἰς φρέαρ πεπτωκότα. Ὁ δὲ κύων φοβούμενος μὴ ἐκεῖνος ἀποκτείνῃ αὐτόν, ἔδακε τὴν χεῖρα τοῦ δεσπότου.

Ἀνάγνωσις τοῦ ρνε' μύθου

Κιθαρῳδός


Κιθαρῳδός τις οἴκοι μόνος ᾄδων καὶ τὴν ἦχον ἀκούων ᾤετο καλῶς ποιεῖν. Ἀφικομένου δὲ εἰς θέατρον, οἱ θεασόμενοι λίθους ἔβαλον εἰς αὐτὸν διὰ τὴν κακοφωνίαν.

Ἀνάγνωσις τοῦ ρνϛ' μύθου


Κηπουρὸς <ἀρδεύων λάχανα>
Κηπουρῷ τις ἐπιστὰς ἀρδεύοντι τὰ λάχανα ἐπυνθάνετο αὐτοῦ τὴν αἰτίαν δι᾿ ἣν τὰ μὲν ἄγρια τῶν λαχάνων εὐθαλῆ τέ ἐστι καὶ στερεά, τὰ δὲ ἥμερα λεπτὰ καὶ μεμαρασμένα. Κἀκεῖνος ἔφη· « Ἡ γῆ τῶν μὲν μήτηρ ἐστί, τῶν δὲ μητρυιά. »
Οὕτω καὶ τῶν παίδων οὐχ ὁμοίως τρέφονται οἱ ὑπὸ μητρυιᾶς τρεφόμενοι τοῖς μητέρας ἔχουσιν.
Κηπωρὸς καὶ κύων
Κηπωροῦ κύων εἰς φρέαρ κατέπεσεν. Ὁ δὲ κηπωρὸς βουλόμενος αὐτὸν ἐκεῖθεν ἀνενεγκεῖν, κατῆλθε καὶ αὐτὸς εἰς τὸ φρέαρ. Οἰηθεὶς δ᾿ ὁ κύων ὡς κατωτέρω μᾶλλον αὐτὸν παραγέγονε καταδῦσαι, τὸν κηπωρὸν στραφεὶς ἔδακεν. Ὁ δὲ μετ᾿ ἀδύνης ἐπανιών· « Δίκαια, φησί, πέπονθα· τί δήποτε γὰρ τὸν αὐτοχεῖρα σῶσαι ἐσπούδασα; »
Ὁ μῦθος πρὸς ἀδίκους καὶ ἀχαρίστους.
Κιθαρῳδός
Κιθαρῳδὸς ἀφυὴς ἐν κεκονιαμένῳ οἴκῳ συνεχῶς ᾄδων, ἀντηχούσης αὐτῷ τῆς φωνῆς, ἐνόμισεν αὑτὸν εὔφωνον σφόδρα εἶναι. Καὶ δὴ ἐπαρθεὶς ἐπὶ τούτῳ ἔγνω δεῖν καὶ εἰς θέατρον εἰσελθεῖν. Ἀφικόμενος δὲ ἐπὶ σκήνην καὶ πάνυ κακῶς ᾄδων λίθοις βαλλόμενος ἐξηλάθη.
Οὕτως καὶ τῶν ῥητόρων ἔνιοι ἐν σχολαῖς εἶναί τινες δοκοῦντες, ὅταν ἐπὶ τὰς πολιτείας ἀφίκωνται, οὐδενὸς ἄξιοι εὑρίσκονται.

Friday, March 24, 2017

Μῦθοι Αἰσώπειοι· ρνα', ρνβ', ρνγ'

Καρκῖνος καὶ μήτηρ


Ἡ μὲν τοῦ καρκίνου μήτηρ παρεκάλει αὐτὸν ὀρθῶς βαδιζεῖν. Ὁ δὲ εἶπεν ὅτι πρῶτον χρὴ  αὐτὴν μὴ λοξῶς περιπατεῖν.

Ἀνάγνωσις τοῦ ρνα' μύθου

Καρύα

1550 Nux


Καρύα τις ἐλυπεῖτο ὅτι παρὰ τὴν ὅδον οὖσα ὑπὸ πάντων τὼν παρατυγχανόντων καὶ τοὺς καρποὺς αὐτῆς ἐπιθυμούντων λίθοις βάλλοιτο.

Ἀνάγνωσις τοῦ ρνβ' μύθου

Κάστωρ


Οἱ πάλαι ἐνόμιζον τὴν τοῦ κάστορος πόσθην  χρησίμην εἰς  φαρμακοποιίαν εἶναι. Καὶ δὴ καὶ ὁ κάστωρ ἐλέγετο, ὅτε μὴ δυνηθείη  ἐκφεύγειν ἀπὸ τῶν διωκόντων, ἀποκόψας τὸ γεννητικὸν μέλος σῴζειν ἑαυτόν.

Ἀνάγνωσις τοῦ ρνγ' μύθου


Καρκῖνος καὶ μήτηρ
Μὴ λοξὰ περιπατεῖν καρκίνῳ μήτηρ ἔλεγε μηδὲ τῇ ὑγρᾷ πέτρᾳ τὰς πλευρὰς προστρίβειν. Ὁ δὲ εἶπεν· « Μῆτερ, σύ, ἡ διδάσκουσα, ὀρθὰ βάδιζε καὶ βλέπων σε ζηλώσω. »
Ὅτι τοὺς μεμψιμοίρους πρέπον ἐστὶν ὀρθὰ βιοῦν καὶ βαδίζειν, καὶ τότε ὅμοια διδάσκειν.
Καρύα
Καρύα, παρά τινα ὁδὸν οὖσα καὶ ὑπὸ τῶν παριόντων λίθοις βαλλομένη, στενάξασα πρὸς ἑαυτὴν εἶπεν· « Ἀθλία εἰμὶ ἐγώ, ἥτις κατ᾿ ἐνιαυτὸν ἐμαυτῇ ὕβρεις καὶ λύπας παρέχω. »
Ὁ λόγος πρὸς τοὺς ἐπὶ τῶν ἰδίων ἀγαθῶν λυπουμένους.
Κάστωρ
Κάστωρ ἐστὶ ζῷον τετράπουν ἐν λίμνῃ νεμόμενον. Τούτου λέγεται τὰ αἰδοῖα εἴς τινας θεραπείας χρήσιμα εἶναι. Καὶ δή, εἴ ποτέ τις αὐτὸν θεασάμενος διώκει ἐκτέμνειν βουλόμενος, εἰδὼς οὗ χάριν διώκεται, μέχρι μέν τινος φεύγει τῇ τῶν ποδῶν ταχύτητι συγχρώμενος, πρὸς τὸ ὁλόκληρον ἑαυτὸν διαφυλάξαι· ἐπειδὰν δὲ περικατάληπτος γένηται, ἀποκόπτων τὰ ἑαυτοῦ αἰδοῖα ῥίπτει καὶ οὕτως τῆς σωτηρίας τυγχάνει.
Οὕτω καὶ τῶν ἀνθρώπων φρόνιμοί εἰσιν ὅσοι διὰ χρήματα ἐπιβουλευόμενοι ἐκεῖνα ὑπερορῶσιν ὑπὲρ τοῦ τῇ σωτηρίᾳ μὴ κινδυνεύειν.

Friday, March 17, 2017

Μῦθοι Αἰσώπειοι· ρμη', ρμθ', ρν'

Κάμηλος τὸ πρῶτον ὀφθείς


Οἱ ἄνθρωποι τὸ πρῶτον ἰδόντες τὴν κάμηλον ἐφοβοῦντο διὰ τὸ αὐτὴν μεγάλην εἶναι. Ἔπειτα δὲ αἰσθόμενοι τῆς πραότητος αὐτῆς προσῆλθον πρὸς αὐτήν. Τέλος δὲ συνιέντες αὐτὴν μήποτε ὀργίζεσθαι ἐχρῶντο αὐτῇ πρὸς τὸ τοὺς παίδας ἐλαύνειν.

Ἀνάγνωσις τοῦ ρμη' μύθου

Κάνθαροι δύο

Scarabaeus laticollis 2

Ἑνὸς βοὸς ἐν μικρᾷ νήσῳ ὄντος, ὀλίγη κόπρος ἦν τοῦ τὼ κανθάρω τρέφεσθαι διὰ τοῦ χειμῶνος. Διὸ ὁ μὲν ἔμενεν, ὁ δ' ἐπαγγείλας τροφὴν ἂν οἴσειν, εἰ εὕροι, εἰς τὸν χέρσον ἀπῆλθεν. Οὗτος καίπερ πολλὴν κόπρον εὑρὼν καὶ λιπαρὸς γενόμενος, ἐπανελθὼν οὐδὲν ἔκομισε τῷ φίλῳ ὅτι κατ' αὐτὸν ἀδύνατον εἴη.

Ἀνάγνωσις τοῦ ρμθ' μύθου

Καρκῖνος καὶ ἀλώπηξ

Chinese fables 141 The proud fox and the crab

Καρκῖνός τις ἐκ τῆς θαλάσσης εἰς τὸν αἰγιαλὸν προσελθὼν ὑπ' ἀλώπεκος ἀνηλώθην. Ἄμεινον δ' ἂν ἦν εἰ ἐν τῇ θαλάσσῃ ἔμεινεν.

Ἀνάγνωσις τοῦ ρν' μύθου


Κάμηλος τὸ πρῶτον ὀφθείς
Ὅτε πρῶτον κάμηλος ὤφθη, οἱ ἄνθρωποι φοβηθέντες καὶ τὸ μέγεθος καταπλαγέντες ἔφευγον. Ὡς δέ, χρόνου προιόντος, συνεῖδον αὐτῆς τὸ πρᾷον, ἐθάρρησαν μέχρι τοῦ προσελθεῖν. Αἰσθόμενοι δὲ κατὰ μικρὸν ὡς χολὴν τὸ ζῷον οὐκ ἔχει, εἰς τοῦτο καταφρονήσεως ἦλθον ὥστε καὶ χαλινὸν αὐτῇ περιθέντες παισὶν ἐλαύνειν αὐτὴν ἔδωκαν.
Ὁ λόγος δηλοῖ ὅτι τὰ φοβερὰ τῶν πραγμάτων ἡ συνήθεια καταπραΰνει.
Κάνθαροι δύο
Ἔν τινι νησιδίῳ ταῦρος ἐνέμετο· τῇ δὲ τούτου κόπρῳ κάνθαροι ἐτρέφοντο δύο. Καὶ δὴ τοῦ χειμῶνος ἐνισταμένου, ὁ ἕτερος ἔλεγε πρὸς τὸν ἕτερον ὡς ἄρα βούλοιτο εἰς τὴν ἤπειρον διαπτάσθαι, ἵνα ἐκείνῳ μόνῳ ὄντι ἡ τροφὴ ἱκανῶς ὑπάρχῃ, καὶ αὐτὸς ἐκεῖσε ἐλθὼν τὸν χειμῶνα διαγένηται. Ἔλεγε δὲ ὅτι, ἐὰν πολλὴν εὕρῃ τὴν νομήν, καὶ αὐτῷ οἴσει. Παραγενόμενος δὲ εἰς τὴν χέρσον καὶ καταλαβὼν πολλὴν μὲν τὴν κόπρον, ὑγρὰν δέ, μένων ἐτρέφετο ἐνταῦθα. Τοῦ δὲ χειμῶνος διελθόντος, πάλιν εἰς τὴν νῆσον διέπτη. Ὁ δὲ ἕτερος θεασάμενος αὐτὸν λιπαρὸν καὶ εὐεκτοῦντα, ᾐτιάσατο αὐτὸν διότι προϋποσχόμενος αὐτῷ οὐδὲν ἐκόμισεν. Ὁ δὲ εἶπε· « Μὴ ἐμὲ μέμφου, τὴν δὲ φύσιν τοῦ τόπου· ἐκεῖθεν γὰρ τρέφεσθαι μὲν οἷόν τε, φέρεσθαι δὲ οὐδέν. »
Οὗτος ὁ λόγος ἁρμόσειεν ἂν πρὸς ἐκείνους οἳ τὰς φιλίας μέχρις ἑστιάσεως μόνον παρέχονται, περαιτέρω δὲ οὐδὲν τοὺς φίλους ὠφελοῦσιν.
Καρκῖνος καὶ ἀλώπηξ
Καρκῖνος ἀναβὰς ἀπὸ τῆς θαλάσσης ἐπί τινος αἰγιαλοῦ μόνος ἐνέμετο. Ἀλώπηξ δὲ λιμώττουσα, ὡς ἐθεάσατο αὐτόν, ἀποροῦσα τροφῆς, προσδραμοῦσα συνέλαβεν αὐτόν. Ὁ δὲ μέλλων καταβιβρώσκεσθαι ἔφη· « Ἀλλ᾿ ἔγωγε δίκαια πέπονθα, ὅτι θαλάσσιος ὢν χερσαῖος ἠβουλήθην γενέσθαι. »
Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τὰ οἰκεῖα καταλιπόντες ἐπιτηδεύματα καὶ τοῖς μηδὲν προσήκουσιν ἐπιχειροῦντες εἰκότως δυστυχοῦσιν.

Friday, March 10, 2017

Μῦθοι Αἰσώπειοι· ρμε', ρμϛ', ρμζ'

Κάμηλος καὶ ἐλέφας καὶ πίθηκος

Camelus et Simia



Κατὰ τὸν πίθηκον οὔτε ἡ κάμηλος οὔτε ὁ ἐλέφας ἄξιός ἐστι τοῦ βασιλὲα τῶν ἀλόγων ζῴων γένεσθαι. Ὁ μὲν γὰρ ἐλέφας φοβεῖται τὰ χοιρίδια, ἡ δὲ κάμηλος τοὺς ἀδίκους οὐ μισεῖ.

Ἀνάγνωσις τοῦ ρμε' μύθου

Κάμηλος καὶ Ζεύς

camelus et Iuppiter

Ἡ κάμηλος ἐπιθυμοῦσα τὰ τῶν βοῶν κέρατα ἔχειν προσελθοῦσα ᾔτησε τὸν Δία. Ὁ δὲ ὀργισθεὶς καὶ μέρος τι τῶν ὤτων αὐτῆς ἀφεῖλεν.

Ἀνάγνωσις τοῦ ρμϛ' μύθου

Κάμηλος ὀρχουμένη

Stockhausen Michaelion Kameltanz 24Aug2012(1)

Ὁ μὲν μῶρος δεσπότης βούλεται τὴν κάμηλον ὀρχεῖσθαι. Ἡ δὲ οὕτως αἰσχρά ἐστιν ὥστε καὶ ἀκόσμως περιπατεῖν.

Ἀνάγνωσις τοῦ ρμζ' μύθου


Κάμηλος καὶ ἐλέφας καὶ πίθηκος
Τῶν ἀλόγων ζῴων βουλευομένων βασιλέα ἑλέσθαι, κάμηλος καὶ ἐλέφας καταστάντες ἐφιλονείκουν, καὶ διὰ τὸ μέγεθος τοῦ σώματος καὶ διὰ τὴν ἰσχὺν ἐλπίζοντες πάντων προκρίνεσθαι. Πίθηκος δὲ ἀμφοτέρους ἀνεπιτηδείους εἶναι ἔφη, τὴν μὲν κάμηλον, διότι χολὴν οὐκ ἔχει κατὰ τῶν ἀδικούντων, τὸν δὲ ἐλέφαντα, ὅτι δέος ἐστὶ μὴ χοιρίδιον, ὃ δέδοικεν, ἡμῖν ἐπιτιθῆται.
Ὁ λόγος δηλοῖ ὅτι πολλοὶ καὶ τῶν μεγίστων πραγμάτων διὰ μικρὰν αἰτίαν κωλύονται.
Κάμηλος καὶ Ζεύς
Κάμηλος θεασαμένη ταῦρον ἐπὶ τοῖς κέρασιν ἀγαλλόμενον, φθονήσασα αὐτῷ, ἐβουλήθη καὶ αὐτὴ τῶν ἴσων ἐφικέσθαι. Διόπερ παραγενομένη πρὸς τὸν Δία, τούτου ἐδέετο, ὅπως αὐτῇ κέρατα προσνείμῃ. Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ᾿ αὐτῆς, εἴγε μὴ ἀρκεῖται τῷ μεγέθει τοῦ σώματος καὶ τῇ ἰσχύι, ἀλλὰ καὶ περισσοτέρων ἐπιθυμεῖ, οὐ μόνον αὐτῇ κέρατα οὐ προσέθηκεν, ἀλλὰ καὶ μέρος τι τῶν ὤτων ἀφείλετο.
Οὕτω πολλοὶ διὰ πλεονεξίαν τοῖς ἄλλοις ἐποφθαλμιῶντες λανθάνουσι καὶ τῶν ἰδίων στερούμενοι.
Κάμηλος ὀρχουμένη
Κάμηλος ἀναγκαζομένη ὑπὸ τοῦ ἰδίου δεσπότου ὀρχήσασθαι εἶπεν· « Ἀλλ᾿ οὐ μόνον ὀρχουμένη εἰμὶ ἄσχημος, ἀλλὰ καὶ περιπατοῦσα. »
Ὁ λόγος εἴρηται ἐν παντὶ ἔργῳ ἀπρέπειαν ἔχοντι.

Friday, March 3, 2017

Μῦθοι Αἰσώπειοι· ρμβ', ρμγ', ρμδ'

Ἵππος καὶ στρατιώτης


Ὅτε μὲν πόλεμος ἦν, ὁ στρατιώτης κριθῇ ἔτρεφε τὸν ἵππον. Ὁτε δ' εἰρήνη ὑπῆρχεν, ἄχυρον διδούς, ἐχρᾶτο αὐτῷ ὡς φορτία βαστάζοντι. Τοιγαροῦν ὁ ἵππος οὐκέτι ἐδυνήσατο τὸν στρατιώτην εἰς πόλεμον φέρειν.

Ἀνάγνωσις τοῦ ρμβ' μύθου

Κάλαμος καὶ ἐλαία

The oak and the Reed by Achille Michallon

Ὅταν μέγας ἄνεμος πνέῃ, οὐχ ἡ ἰσχυρὰ ἐλαία σωθήσεται ἀλλὰ ὁ καμπτὸς κάλαμος.

Ἀνάγνωσις τοῦ ρμγ' μύθου

Κάμηλος <ἀφοδεύσασα ἐν ποταμῷ>


Ἡ κάμηλος  ποταμὸν τὸν ῥέοντα διαβαίνουσα ἐθαύμασεν ἰδοῦσα τὸν κόπρον αὐτῆς ἔμπροσθεν αὐτῆς ἀφικόμενον.

Ἀνάγνωσις τοῦ ρμδ' μύθου


Ἵππος καὶ στρατιώτης
Ἵππον τὸν ἑαυτοῦ στρατιώτης, ἕως μὲν καιρὸς τοῦ πολέμου ἦν, ἐκρίθιζεν, ἔχων συνεργὸν ἐν ταῖς ἀνάγκαις. Ὅτε δὲ ὁ πόλεμος κατέπαυσεν, εἰς δουλείας τινὰς καὶ φόρτους βαρεῖς ὁ ἵππος ὑπούργει, ἀχύρῳ μόνῳ τρεφόμενος. Ὡς δὲ πάλιν πόλεμος ἠκούσθη καὶ ἡ σάλπιγξ ἐφώνει, τὸν ἵππον χαλινώσας ὁ δεσπότης καὶ αὐτὸς καθοπλισθεὶς ἐπέβη. Ὁ δὲ συνεχῶς κατέπιπτε μηδὲν ἰσχύων· ἔφη δὲ τῷ δεσπότῃ· « Ἄπελθε μετὰ τῶν πεζῶν [τῶν] ὁπλιτῶν ἄρτι· σὺ γὰρ ἀφ᾿ ἵππου εἰς ὄνον με μετεποίησας, καὶ πῶς πάλιν ἐξ ὄνου ἵππον θέλεις ἔχειν; »
Ὅτι ἐν καιρῷ ἀδείας καὶ ἀνέσεως τῶν συμφορῶν οὐ δεῖ ἐπιλανθάνεσθαι.
Κάλαμος καὶ ἐλαία
Διὰ καρτερίαν καὶ ἰσχὺν καὶ ἡσυχίαν κάλαμος καὶ ἐλαία ἤριζον. Τοῦ δὲ καλάμου ὀνειδιζομένου ὑπὸ τῆς ἐλαίας ὡς ἀδυνάτου καὶ ῥᾳδίως ὑποκλινομένου πᾶσι τοῖς ἀνέμοις, ὁ κάλαμος σιωπῶν οὐκ ἐφθέγξατο. Καὶ μικρὸν ὑπομείνας, ἐπειδὴ ἄνεμος ἔπνευσεν ἰσχυρός, ὁ μὲν κάλαμος ὑποσεισθεὶς καὶ ὑποκλινθεὶς τοῖς ἀνέμοις ῥᾳδίως διεσώθη· ἡ δ᾿ ἐλαία, ἐπειδὴ ἀντέτεινε τοῖς ἀνέμοις, κατεκλάσθη τῇ βίᾳ.
Ὁ μῦθος δηλοῖ ὅτι οἱ τῷ καιρῷ καὶ τοῖς κρείττοσιν αὐτῶν μὴ ἀνθιστάμενοι κρείττους εἰσὶ τῶν πρὸς μείζονας φιλονεικούντων.
Κάμηλος <ἀφοδεύσασα ἐν ποταμῷ>
Κάμηλος ἀφοδεύσασα ἐν ποταμῷ. Διέβαινε ποταμὸν κάμηλος ὀξὺ ῥέοντα. Ἀφοδεύσασα δὲ καὶ τὴν κόπρον εὐθὺς ἔμπροσθεν αὐτῆς ἰδοῦσα διὰ τὸ ὀξὺ τοῦ ῥεύματος εἶπεν· « Τί τοῦτο; τὰ ὄπισθέν μου ἔμπροσθέν μου νῦν ὁρῶ διερχόμενα. »
[Ὅτι] ἐν πόλει <ἐν> ᾗ ἔσχατοι καὶ ἄφρονες κρατοῦσιν ἀντὶ τῶν πρώτων καὶ φρονίμων ἁρμόζει ὁ μῦθος.