Friday, August 25, 2017

Μῦθοι Αἰσώπειοι· σιε', σιϛ', σιζ'

Λύκοι καὶ κύνες <ἀλλήλοις πολεμοῦντες>


Πόλεμος ἦν μεταξὺ τῶν κυνῶν καὶ τῶν λύκων. Ὁ δὲ Ἑλληνικὸς στρατηγὸς τῶν κυνῶν ἔμελλε μάχεσθαι ὅτι οἱ μὲν λύκοι ἑνὸς γένους εἴησαν, οἱ δὲ κύνες ποικίλων. Διόπερ χαλεπώτερόν ἐστι τοιαύτῃ στρατιᾷ εὐτάκτως ἐπιτιθέναι.

Ἀνάγνωσις τοῦ σιε' μύθου

Λύκοι καὶ κύνες <πρὸς αὐτοὺς καταλλαγέντες>



Οἱ λύκοι ἔπεισαν τοὺς κύνας εἰς σπονδήν τε καὶ τὸ προδοῦναι τοὺς ἀνθρώπους. Εἰσελθόντων δὴ τῶν κυνῶν εἰς τὸ τῶν λύκων σπήλαιον, οὗτοι ἀπέκτειναν αὐτούς.

Ἀνάγνωσις τοῦ σιϛ' μύθου

Λύκοι καὶ πρόβατα

Wenceslas Hollar - The wolves and the sheep 2
Τῶν κυνῶν ἀεὶ παρόντων, οἱ λύκοι οὐκ ἐδύναντο ἐσθίειν τὰ πρόβατα. Ἔπεμψαν οὖν οἱ λύκοι  πρεσβεῖς πρὸς τὰ πρόβατα ἐροῦντας  ὅτι ἐὰν ἀπαλλαχθῶσιν τῶν κυνῶν εἰρήνη ἔσται. Οἱ μὲν οἶες πιθόμενοι τὰς κύνας ἀπέστειλαν, οἱ δὲ λύκοι ῥᾳδίως διέφθειραν τά πρόβατα.

Ἀνάγνωσις τοῦ σιζ' μύθου


Λύκοι καὶ κύνες <ἀλλήλοις πολεμοῦντες>
Λύκοις καὶ κυσὶν ἦν ποτε ἔχθρα. Κύων δὲ Ἕλλην ᾑρέθη στρατηγὸς κυσίν. Οὗτος πρὸς τὴν μάχην ἐβράδυνεν· οἱ δὲ λύκοι ἠπείλουν σφοδρῶς. Ὁ δὲ εἶπεν· « Οἴδατε τίνος χάριν βραδύνω; πρέπον ἐστὶν ἀεὶ προβουλεύεσθαι. Ὑμῶν γὰρ τὸ γένος καὶ ἡ χροιὰ πάντων ἕν ἐστιν· οἱ ἡμέτεροι δὲ ἐκ πολλῶν τρόπων εἰσὶ καὶ τοῖς τόποις καυχῶνται. Ἀλλὰ καὶ ἡ χροιὰ πάντων οὐκ ἔστι μία καὶ ἴση, ἀλλ᾿ οἱ μὲν μέλανες, οἱ δὲ πυρροί, οἱ δὲ λευκοὶ καὶ τεφρώδεις. Καὶ πῶς ἂν δυνηθείην εἰς πόλεμον ἄρχειν τῶν ἀσυμφώνων καὶ μὴ ὅμοια πάντα ἐχόντων; »
Ὅτι ἐν μιᾷ βουλῇ καὶ γνώμῃ πάντων τῶν στρατευμάτων ὄντων κατὰ τῶν ἐναντίων νίκην ποιοῦνται.
Λύκοι καὶ κύνες <πρὸς αὐτοὺς καταλλαγέντες>
Οἱ λύκοι τοῖς κυσὶν εἶπον· « Διὰ τί ὅμοιοι ὄντες ἡμῖν ἐν πᾶσιν, οὐχ ὁμοφρονεῖτε ἡμῖν ὡς ἀδελφοί; οὐδὲν γὰρ ὑμῶν διαλλάττομεν, πλὴν τῇ γνώμῃ. Καὶ ἡμεῖς μὲν ἐλευθερίᾳ συζῶμεν· ὑμεῖς δὲ τοῖς ἀνθρώποις ὑποκύπτοντες καὶ δουλεύοντες πληγὰς παρ᾿ αὐτῶν ὑπομένετε, καὶ κλοιὰ περιτίθεσθε, καὶ φυλάττετε τὰ πρόβατα· ὅτε δὲ ἐσθίουσιν, μόνα τὰ ὀστᾶ ὑμῖν ἐπιρρίπτουσιν. Ἀλλ᾿ ἐὰν πείθησθε, πάντα τὰ ποίμνια ἔκδοτε ἡμῖν καὶ ἕξομεν πάντα κοινὰ εἰς κόρον ἐσθίοντες. » Ὑπήκουσαν οὖν πρὸς ταῦτα οἱ κύνες· οἱ δὲ ἔνδον τοῦ σπηλαίου εἰσελθόντες πρότερον τοὺς κύνας διέφθειραν.
Ὅτι οἱ τὰς ἑαυτῶν πατρίδας προδιδόντες τοιούτους μισθοὺς λαμβάνουσι.
Λύκοι καὶ πρόβατα
Λύκοι ἐπιβουλεύοντες ποίμνῃ προβάτων, ἐπειδὴ οὐκ ἠδύναντο αὐτῶν περιγενέσθαι διὰ τοὺς φυλάττοντας αὐτὰ κύνας, ἔγνωσαν δεῖν διὰ δόλου τοῦτο πρᾶξαι. Καὶ πέμψαντες πρέσβεις ἐξῄτουν παρ᾿ αὐτῶν τοὺς κύνας, λέγοντες ὡς ἐκεῖνοι τῆς ἔχθρας αἴτιοί εἰσιν, καί, εἰ ἐγχειρίσουσιν αὐτούς, εἰρήνη μεταξὺ αὐτῶν γενήσεται. Τὰ δὲ πρόβατα μὴ προϊδόμενα τὸ μέλλον ἐξέδωκαν αὐτούς, καὶ οἱ λύκοι περιγενόμενοι ἐκείνων ῥᾳδίως καὶ τὴν ποίμνην ἀφύλακτον οὖσαν διέφθειραν.
Οὗτω καὶ τῶν πόλεων αἱ τοὺς δημαγωγοὺς ῥᾳδίως προδιδοῦσαι λανθάνουσι καὶ αὐταὶ ταχέως πολεμίοις χειρούμεναι.

Friday, August 18, 2017

Μῦθοι Αἰσώπειοι· σιβ', σιγ', σιδ'

Λέων <λυσσῶν> καὶ ἔλαφος


Τοῦ λέοντος δεινῶς βρυχωμένου, ἐμερίμνα ἔλαφός τις ὅπως μὴ ἐκεῖνος καὶ δυσκολώτερος  γένοιτο.

Ἀνάγνωσις τοῦ σιβ' μύθου

Λέων <μῦν φοβηθεὶς> καὶ ἀλώπηξ

Page 135 illustration to Three hundred Aesop's fables (Townshend)

Ἀλώπηξ τις ἰδοῦσα λέοντα περιστρεφόμενον ὅτι μῦς προσελήλυθε εἰς τὴν τρίχα αὐτοῦ, ἐμέμψατο αὐτὸν ὡς δειλὸν ὄντα. Ὁ δὲ λέων ἀπελογήσατο λέγων ὅτι οὐ φοβηθείη ἀλλὰ θαυμάσειε τὴν τολμὴν τοῦ μυός.

Ἀνάγνωσις τοῦ σιγ' μύθου

Λῃστὴς καὶ συκάμινος.


Φονεύς τις ᾑμαγμένος τὰς χείρας ἐδιώκετο. Παρατυχόντων δὲ τινῶν κατὰ τὴν ὅδον καὶ θαυμασάντων εἶπεν ὅτι οὐκ αἷμα εἶεν ἀλλὰ χυλὸς συκαμίνου. Τέλος μὲν καταληφθεὶς τοῖς διωκομένοις ἐσταυρώθη ἐπὶ συκαμίνου. Τὸ δὲ δένδρον ἐχάρη δίκην τῆς συκοφαντίας λαβόν.

Ἀνάγνωσις τοῦ σιδ' μύθου


Λέων <λυσσῶν> καὶ ἔλαφος
Λέων ἐλύσσα. Τοῦτον δὲ ἔλαφος ἐξ ὕλης ἰδὼν εἶπεν· « Οὐαὶ ἡμῖν τοῖς ταλαιπώροις· τί γὰρ μαινόμενος οὗτος οὐχὶ ποιήσει, ὃς καὶ σωφρονῶν οὐκ ἦν ἡμῖν φορητός; »
Ὅτι τοὺς θυμώδεις ἄνδρας καὶ ἀδικεῖν εἰθισμένους πάντες φευγέτωσαν ἀρχὴν λαβόντας καὶ δυναστεύσαντας.
Λέων <μῦν φοβηθεὶς> καὶ ἀλώπηξ
Λέοντος κοιμωμένου μῦς τὸ σῶμα διέδραμεν. Ὁ δὲ ἐξαναστὰς πανταχόθεν περιειλίττετο ζητῶν τὸν προσεληλυθότα. Ἀλώπηξ δὲ αὐτὸν θεασαμένη ὠνείδιζεν, εἰ λέων ὢν μῦν ηὐλαβήθη. Καὶ ὃς ἀπεκρίνατο· « Οὐ τὸν μῦν ἐφοβήθην, ἐθαύμασα δὲ εἴ τις λέοντος κοιμωμένου τὸ σῶμα ἐπιδραμεῖν ἐτόλμησεν. »
Ὁ λόγος διδάσκει τοὺς φρονίμους τῶν ἀνθρώπων μηδὲ τῶν μετρίων πραγμάτων καταφρονεῖν.
Λῃστὴς καὶ συκάμινος.
Λῃστὴς ἐν ὁδῷ τινα ἀποκτείνας, ἐπειδὴ ὑπὸ τῶν παρατυχόντων ἐδιώκετο, καταλιπὼν αὐτὸν ᾑμαγμένον, ἔφευγε. Τῶν δὲ ἀντικρὺς ὁδευόντων πυνθανομένων αὐτοῦ τίνι μεμολυσμένας ἔχει τὰς χεῖρας, ἔλεγεν ἀπὸ συκαμίνου νεωστὶ καταβεβηκέναι. Καὶ ὡς ταῦτα ἔλεγεν, οἱ διώκοντες αὐτὸν ἐπελθόντες καὶ συλλαβόντες ἀπό τινος συκαμίνου ἀνεσταύρωσαν. Ἡ δὲ ἔφη πρὸς αὐτόν· « Ἀλλ᾿ ἔγωγε οὐκ ἄχθομαι πρὸς τὸν σὸν θάνατον ὑπηρετοῦσα· καὶ γὰρ ὃν αὐτὸς φόνον ἀπειργάσω, τοῦτον εἰς ἐμὲ ἀπεμάττου. »
Οὕτω πολλάκις καὶ οἱ φύσει χρηστοί, ὅταν ὑπ᾿ ἐνίων ὡς φαῦλοι διαβάλλωνται, κατ᾿ αὐτῶν πονηρεύεσθαι οὐκ ὀκνοῦσιν.

Friday, August 11, 2017

Μῦθοι Αἰσώπειοι· σθ', σι', σια'

Λέων καὶ ὄνος καὶ ἄλωπηξ


Λέων καὶ ὄνος καὶ ἀλώπηξ ἅμα ἐθήρευον. Μετὰ δὲ τὴν θήραν ὁ λέων ἐκέλευσε τὸν ὄνον μερίσαι τὴν ἄγραν. Ποιήσαντος οὖν τούτου τρία ἴσα μέρη, ὁ λέων ὀργισθεὶς ἀπέκτεινεν αὐτόν. Ἡ δὲ ἄλωπηξ ἀπὸ τῆς τοῦ ὄνου συμφορᾶς μεμαθηκυῖα ἐποίησε μέγιστον μέρος μὲν τῷ λέοντι  ἐλάχιστον δὲ ἑαυτῇ.

Ἀνάγνωσις τοῦ σθ' μύθου

Λέων καὶ Προμηθεὺς καὶ ἐλέφας


Ὁ λέων, κάλος καὶ ἰσχυρὸς μὲν ὢν δειλὸς δὲ τοῦ ἀλέκτορος, ᾐτιᾶτο τὸν Προμηθεὰ τὸν ἑαυτοῦ δημιουργόν. Διὸ ὁ Τιτὰν ἀπεκρίνατο λέγων ὅτι ἔχοι πάντα ὥστε φοβεῖν τἄλλα  ζῷα. Ὁ οὖν λέων αἰσχυνόμενος ἐβούλετο ἀποθανεῖν.  Ἰδὼν δὲ ἐλέφαντά τινα φοβούμενον κώνωπα μὴ εἰς ὦτα εἰσέλθῃ, ἐπαύσατο ταπεινὸς ὤν.

Ἀνάγνωσις τοῦ σι' μύθου

Λέων καὶ ταῦρος

Lion and bull, Mohammed Siyah Qalem

Λέων τις βουλόμενος μέγαν ταῦρον καταφαγεῖν ἐκάλεσεν αὐτὸν εἰς δεῖπνον προβάτου. Ὁ δὲ προσελθὼν εἶδε πάντα ἡτοιμασμένα πρὸς μεῖζον ζῷον ὀπτηθῆναι. Ἔπειτα σιγῶν ἀπῆλθεν. Τῷ δὲ λέοντι τὴν αἰτίαν ἐρομένῳ, αὐτὴν διηγήσατο.

Ἀνάγνωσις τοῦ σια' μύθου


Λέων καὶ ὄνος καὶ ἄλωπηξ
Λέων καὶ ὄνος καὶ ἀλώπηξ κοινωνίαν εἰς ἀλλήλους σπεισάμενοι ἐξῆλθον εἰς ἄγραν. Πολλὴν δὲ αὐτῶν συλλαβόντων, ὁ λέων προσέταξε τῷ ὄνῳ διελεῖν αὐτοῖς. Τοῦ δὲ τρεῖς μοίρας ἐξ ἴσου ποιήσαντος, καὶ ἐκλέξασθαι αὐτῷ παραινοῦντος, ὁ λέων ἀγανακτήσας ἁλλόμενος κατεθοινήσατο καὶ τῇ ἀλώπεκι μερίσαι προσέταξεν. Ἡ δε πάντα εἰς μίαν μερίδα συναθροίσασα καὶ μικρὰ ἑαυτῇ ὑπολιπομένη παρῄνει αὐτῷ ἑλέσθαι. Ἐρομένου δὲ αὐτὴν τοῦ λέοντος τίς αὐτὴν οὕτω διανέμειν ἐδίδαξεν, ἡ ἀλώπηξ εἶπεν· « Ἡ τοῦ ὄνου συμφορά. »
Ὁ λόγος δηλοῖ ὅτι σωφρονισμὸς γίνεται τοῖς ἀνθρώποις τὰ τῶν πέλας δυστυχήματα.
Λέων καὶ Προμηθεὺς καὶ ἐλέφας
Λέων κατεμέμφετο Προμηθέα πολλάκις ὅτι μέγαν αὐτὸν ἔπλασε καὶ καλόν, καὶ τὴν μὲν γένυν ὥπλισε τοῖς ὀδοῦσι, τοὺς δὲ πόδας ἐκράτυνε τοῖς ὄνυξιν, ἐποίησέ τε τῶν ἄλλων θηρίων δυνατώτερον. « ὁ δὲ τοιοῦτος, ἔφασκε, τὸν ἀλεκτρυόνα φοβοῦμαι. » Καὶ ὁ Προμηθεὺς ἔφη· « Τί με μάτην αἰτιᾷ; τὰ γὰρ ἐμὰ πάντα ἔχεις ὅσα πλάττειν ἐδυνάμην· ἡ δέ σου ψυχὴ πρὸς τοῦτο μόνον μαλακίζεται. » Ἔκλαιεν οὖν ἑαυτὸν ὁ λέων καὶ τῆς δειλίας κατεμέμφετο καὶ τέλος ἀποθανεῖν ἤθελεν. Οὕτω δὲ γνώμης ἔχων ἐλέφαντι περιτυγχάνει, καὶ προσαγορεύσας εἱστήκει διαλεγόμενος, καὶ ὁρῶν διαπαντὸς τὰ ὦτα κινοῦντα· « Τί πάσχεις; ἔφη, καὶ τί ποτε οὐδὲ μικρὸν ἀτρεμεῖ σου τὸ οὖς; » Καὶ ὁ ἐλέφας, κατὰ τυχὴν περιπτάντος αὐτῷ κώνωπος· « Ὁρᾷς, ἔφη, τοῦτο τὸ βραχύ, τὸ βομβοῦν; ἢν εἰσδύνῃ μου <τῇ> τῆς ἀκοῆς ὁδῷ, τέθνηκα. » Καὶ ὁ λέων· « Τί οὖν ἔτι ἀποθνῄσκειν, ἔφη, με δεῖ τοσοῦτον ὄντα καὶ ἐλέφαντος εὐτυχέστερον ὅσῳ κρείττων κώνωπος ὁ ἀλεκτρυών; »
Ὁρᾷς ὅσον ἰσχύος ὁ κώνωψ ἔχει, ὡς καὶ ἐλέφαντα φοβεῖν.
Λέων καὶ ταῦρος
Λέων ταύρῳ παμμεγέθει ἐπιβουλεύων ἐβουλήθη δόλῳ αὐτοῦ περιγενέσθαι. Διόπερ πρόβατον τεθυκέναι φήσας ἐφ᾿ ἑστίασιν αὐτὸν ἐκάλεσε, βουλόμενος κατακλιθέντα αὐτὸν καταγωνίσασθαι. Ὁ δὲ ἐλθὼν καὶ θεασάμενος λέβητάς τε πολλοὺς καὶ ὀβελίσκους μεγάλους, τὸ δὲ πρόβατον οὐδαμοῦ, μηδὲν εἰπὼν ἀπηλλάττετο. Τοῦ δὲ λέοντος αἰτιωμένου αὐτὸν καὶ τὴν αἰτίαν πυνθανομένου δι᾿ ἣν οὐδὲν δεινὸν παθὼν ἄλογος ἄπεισιν, ἔφη· « Ἀλλ᾿ ἔγωγε οὐ μάτην τοῦτο ποιῶ· ὁρῶ γὰρ παρασκευὴν οὐχὶ ὡς εἰς πρόβατον, ἀλλ᾿ εἰς ταῦρον ἡτοιμασμένην. »
Ὁ λόγος δηλοῖ ὅτι τοὺς φρονίμους τῶν ἀνθρώπων αἱ τῶν πονηρῶν τέχναι οὐ λανθάνουσιν.

Friday, August 4, 2017

Μῦθοι Αἰσώπειοι· σϛ', σζ', ση'

Λέων καὶ μῦς <ἀντευεργέτης>


Λέων τις συλλαβὼν μῦα, σπλαγχνισθεὶς ταῖς δεήσεσιν αὐτοῦ λέγοντος ὅτι ὠφέλιμός ποτε τῷ λέοντι ἔσται, ἀπέλυσεν αὐτόν. Ἐπειδὴ δ' ὁ λέων ὑπὸ θηρευτῶν συνελήφθη, ὁ μῦς τρώξας τὸν δέσμον αὐτοῦ  ἀπέλυσε τὸν λέοντα.

Ἀνάγνωσις τοῦ σϛ' μύθου

Λέων καὶ ὄναγρος


Ὄναγρος καὶ λέων ἅμα ἐθήρευον. Λαβόντων δὲ αὐτῶν ζῷα,  ὁ λέων τρία μέρη ποιήσας ἔφη ὅτι τὸ μὲν πρῶτον μέρος εἴῃ τῷ βασιλεῖ τῶν ζῴων, τὸ δὲ δεύτερον αὐτῷ κατὰ κοινωνίαν, καὶ ἄμεινον εἴῃ ἂν μὴ αἰτῆσαι περὶ τοῦ τρίτου μέρους.

Ἀνάγνωσις τοῦ σζ' μύθου

Λέων καὶ ὄνος <ὁμοῦ θηρεύοντες>


Λέων καὶ ὄνος ἅμα θηρεύοντες ἀφίκοντο παρὰ σπήλαιον αἴγων. Ὁ μὲν οὖν ὄνος εἰσελθὼν εἰς τὸ σπήλαιον ἐφθέγξατο, ὁ δὲ λέων κατελάβετο τὰς αἶγας φευγούσας. Αἰτήσαντος δὲ τοῦ ὄνου εἰ ἀνδρείως πράξαι, ὁ λέων ἀποκρινόμενος εἶπε καὶ αὐτὸς φοβηθῆναι ἂν, εἰ μὴ ᾔδει αὐτὸν ὄνον ὄντα

Ἀνάγνωσις τοῦ ση' μύθου


Λέων καὶ μῦς <ἀντευεργέτης>
Λέοντος κοιμωμένου μῦς τῷ σώματι ἐπέδραμεν. Ὁ δὲ ἐξαναστὰς καὶ συλλαβὼν αὐτὸν οἷός τε ἦν καταθοινήσασθαι. Τοῦ δὲ δεηθέντος μεθεῖναι αὐτὸν καὶ λέγοντος ὅτι σωθεὶς χάριτας αὐτῷ ἀποδώσει, γελάσας ἀπέλυσεν αὐτόν. Συνέβη δὲ αὐτὸν μετ᾿ οὐ πολὺ τῇ τοῦ μυὸς χάριτι περισωθῆναι· ἐπειδὴ γὰρ συλληφθεὶς ὑπό τινων κυνηγετῶν κάλῳ ἐδέθη τινὶ δένδρῳ, τὸ τηνικαῦτα ἀκούσας ὁ μῦς αὐτοῦ στένοντος ἐλθὼν τὸν κάλων περιέτρωγε καὶ λύσας αὐτὸν ἔφη· « Σὺ μὲν οὕτω μου τότε κατεγέλασας ὡς μὴ προσδεχόμενος παρ᾿ ἐμοῦ ἀμοιβὴν κομιεῖσθαι· νῦν δὲ εὖ ἴσθι ὅτι ἐστὶ καὶ παρὰ μυσὶ χάρις. »
Ὁ λόγος δηλοῖ ὅτι καιρῶν μεταβολαῖς οἱ σφόδρα δυνατοὶ τῶν ἀσθενεστέρων ἐνδεεῖς γίνονται.
Λέων καὶ ὄναγρος
Θῆρας ἐθήρευον λέων καὶ ὄναγρος, ὁ μὲν λέων διὰ τῆς δυνάμεως ὁ δὲ ὄναγρος διὰ τῆς ἐν ποσὶ ταχύτητος. Ἐπεὶ δὲ ζῷά τινα ἐθήρευσαν, ὁ λέων μερίζει καὶ τίθησι τρεῖς μοίρας, καί· « Τὴν μὲν μίαν, εἶπεν, λήψομαι ὡς πρῶτος· βασιλεὺς γάρ εἰμι· τὴν δὲ δευτέραν, ὡς ἐξ ἰσοῦ κοινωνός· ἡ δὲ τρίτη μοῖρα αὕτη κακὸν μέγα σοι ποιήσει, εἰ μὴ θελήσεις φυγεῖν. »
Ὅτι καλὸν ἑαυτὸν μετρεῖν ἐν πᾶσι κατὰ τὴν ἑαυτοῦ ἰσχὺν καὶ δυνατωτέροις ἑαυτοῦ μὴ συνάπτειν μηδὲ κοινωνεῖν.
Λέων καὶ ὄνος <ὁμοῦ θηρεύοντες>
Λέων καὶ ὄνος κοινωνίαν πρὸς ἀλλήλους ποιησάμενοι ἐξῆλθον ἐπὶ θήραν. Γενομένων δὲ αὐτῶν κατά τι σπήλαιον ἐν ᾧ ἦσαν αἶγες ἄγριαι, ὁ μὲν λέων πρὸ τοῦ στομίου στὰς ἐξιούσας παρετηρεῖτο, ὁ δὲ εἰσελθὼν ἐνήλατό τε αὐταῖς καὶ ὠγκᾶτο ἐκφοβεῖν βουλόμενος. Τοῦ δὲ λέοντος τὰς πλείστας συλλαβόντος, ἐξελθὼν ἐπυνθάνετο αὐτοῦ εἰ γενναίως ἠγωνίσατο καὶ τὰς αἶγας ἐξεδίωξεν. Ὁ δὲ εἶπεν· « Ἀλλ᾿ εὖ ἴσθι ὅτι κἀγὼ ἄν σε ἐφοβήθην, εἰ μὴ ᾔδειν σε ὄνον ὄντα. »
Οὕτως οἱ παρὰ τοῖς εἰδόσιν ἀλαζονευόμενοι εἰκότως γέλωτα ὀφλισκάνουσιν.