Sunday, March 27, 2016

Ἡ πρὸς Τίτον ἐπιστολή

Ὁ ἀπόστολος Παῦλος ἐπὶ ᾠῷ γεγραμμένος.


Χριστὸς ἀνέστη. Πολλάκις μὲν ὁ Μᾶρκος  ᾔτησέ με ἠχωγραφὴν ποιῆσαι ἐκ βίβλου τινὸς τῆς καινῆς διαθήκης. Τέλος δὲ, τοῦ πάσχα τοῦ Κυρίου ὄντος, δῶρον ἔχω αὐτῷ ᾠόν τι, ὡς εἰπεῖν. Ἀνέγνων γὰρ φωνῇ μεγάλῃ τὴν πρὸς Τίτον ἐπιστολήν. Ἀπολαύσατε, ὦ φίλοι.

Saturday, March 26, 2016

Σημεῖα ὑπὲρ τῶν νῦν

Le Chateau d'eau and plaza, Exposition Universal, 1900, Paris, France
 Παρίσιοι ἐν τῷ ἔτει ͵αϡʹ
Ἐν τῷ ἑξηκοστῷ ἕκτῳ διδάγματι, τῷ μακρῷ ὄντι, ἀκούομεν πολλοὺς καὶ χρηστοὺς λογοὺς ἵνα πολλὰ τοῦ νῦν χρόνου σημαίνωνεν.

Ἀνάγνωσις τοῦ ξϛ' διδάγματος


ἡ βουλή.
ὁ βουλευτής.
ὁ στρατός.
ὁ δήμαρχος.
τὸ γραφεῖον.
τὸ δικαστήριον.
τὸ κόμμα.
συντηρητικός.
φιλελεύθερος.
ὁ ὑπόψηφος.
ὁ ὑπουργός.
τὸ ὑπουργεῖον* τῶν ἐξωτερικῶν. τῶν ἐσωτερικῶν. τῶν οἰκονομικῶν. τῆς δικαιοσύνης. τῶν στρατιωτικῶν. τῶν ἐκκλησιαστικῶν. τῆς δημοσίας ἐκπαιδεύσεως.
ὁ ἔπαρχος.
ὁ πρόεδρος.
ἡ κυβέρνησις.
τὸ κυβερνητικὸν κόμμα.
ἡ ἐφημερίς.
οἱ Καιροί.
τὸ ζήτημα τὸ ἀνατολικόν.

τὸ ἀτμόπλοιον.*
τὸ ἱστιοφόρον.
ὁ σταθμός.
ἡ ἁμαξοστοιχία.*
ὁ σιδηρόδρομος.*
τὸ ξενοδοχεῑον.
τὸ λεωφορεῖον.*
τὸ δρομολόγιον.*

ὁ φαρμακοπώλης.
ὁ ἐργάτης.
ἡ ἀπεργία.*
ὁ κουρεύς.
ὁ ἀρχιτέκτων.
ὁ γραμματοφόρος.
ὁ βιβλιοδέτης.*
ὁ τυπογράφος.*
ὁ βιβλιοπώλης.
ὁ ἀμαξηλάτης.*
ὁ τεχνίτης.
ὁ μηχανικός.
ὁ ἐφημεριδογράφος.*
ὁ παντοπώλης.
ὁ διδάσκαλος.
ὁ ἀξιωματικός.
ὁ φωτογράφος.*
ὁ καθηγητής.
ὁ συντάκτης.*
ὁ δικαστής.
ὁ στοιχειοθέτης.*
ὁ καθαριστής.
ὁ φοιτητής.
ὁ καπνοπώλης.*
ὁ ὡρολογοποιός.*

τὸ φαρμακοπωλεῖον.
τὸ καφενεῖον.*
ἡ ἅμαξα.
τὸ κοιμητήριον.
ἡ λέσχη.
τὸ ἀναγνωστήριον.
ἡ συμφωνία.
τὰ ἀνάκτορα.
ἡ ἔπαυλις.
τὸ πεζοδρόμιον.*
τὸ ταχυδρομεῖον.*
τὸ γραμματόσημον.*
τὸ ἐπιστολικὸν δελτάριον.
ὁ περίπατος.
τὸ δημαρχεῖον.*
ἡ ὁδός.
τὸ προάστειον.
τὸ πανεπιστήμιον.*
τὸ γραμματοκιβώτιον.*
τὸ στυπόχαρτον.*
τὸ τηλεγράφημα.*
τηλεγραφικῶς.*
τὸ μέλαν.
τὸ μελανοδοχεῖον.
τὸ περικάλυμμα.

ἡ ψήκτρα.
ὁ κάδος.
τὸ παραθύριον.
τὸ κωδώνιον.
κωδωνίζειν.
ξύλα, ἄνθρακες.
τὰ ἔπιπλα.
ἡ ἑστία.
τὸ κλειδοκύμβαλον.*
ἡ αἴθουσα.
ὁ κοιτών.
ἡ σκευοθήκη.
ἡ ἱματιοθήκη.
τὸ γραφεῖον.
τὰ θειαφοκέρια.*
ὁ σήπων (σάπων).
τὸ ἀνάκλιντρον.
ἡ κλῖμαξ, τὸ ἀνάβαθρον.
τὸ παραπέτασμα.
ἡ λεκάνη. ἡ κόγχη.
ὁ νιπτήρ.
τὸ δωμάτιον.
τὸ κλειδίον.
ἡ ὀδοντογλυφίς.*

(ἡ) κυριακή.
ἡ δευτέρα.
ἡ τρίτη.
ἡ τετάρτη.
ἡ πέμπτη.
(ἡ) παρασκευή.
(τὸ) σάββατον.

ὁ αὐτοκράτωρ.
Γερμανία.
οἱ Γερμανοί.
Αὐστρία.*
Οὐγγαρία.*
Ἀγγλία.*
οἱ Ἄγγλοι.*
Ῥωσία.*
οἱ Ῥῶσοι.*
Γαλλία.
οἱ Γάλλοι.
Δανία.*
Ἰταλία.
Ἱσπανία.
Τουρκία.*
Βερόλινον.*
Βιέννη.*
Πετρούπολις.*
Παρίσιοι.*
Λόνδινον.
τὸ συνέδριον.
ὁ πρίγκιψ Βίσμαρκ.
οἱ νέοι τῆς Γερμανίας ζήτωσαν καὶ χαιρέτωσαν καὶ ἐρρώσθωσαν!

Friday, March 18, 2016

Παροιμίαι

SNGCop 039
Τετράδραχμον τῶν Ἀθηνῶν ἔχον τὴν θεόν τε καὶ τὴν γλαῦκα.
Παράφρασις τῶν παροιμιῶν, τῶν ἐν τῷ ἑξηκοστῷ καὶ πέμπτῳ διδάγματι.
Μὴ ὀργίσθῃς.
Μαχομένοιν δυοῖν ἀκούσας, κρίνον.
Πολλαὶ γὰρ αἱ ἐν ταῖς Ἀθήναις γλαῦκες, ἰεραὶ τῇ θεῷ οὖσαι.
Φυλασσώμεθα ἵνα σῳζώμεθα.
Μὴ φροντίζει περὶ τῶν ἐμῶν.
Οὗτος οὕτω μισεῖ τοὺς ἀνθρώπους ὥστε ἔοικε τῷ Τιμῶνι, τῷ ἐν Ἀθήναις μισανθρώπῳ.
Μανθάνομεν διὰ τῆς δυστυχίας.
Οὕτως ἀσθενὴς καὶ μαλακὸς ὡς οἱ Μυσοί.
Ὁ Ἀριστοφάνης ἐνόμιζε τοὺς ἀγαθοὺς ὀλίγους εἶναι.
Ὁμοία παροιμία λέγει ὅτι ἀεὶ τὸν ὅμοιον ἄγει θεὸς πρὸς  ὅμοιον.
Πολλοὶ φίλοι δοκοῦσιν εἶναι τῷ πλουσίῳ.
Μὴ πειράσῃ δεινότατόν τι.
Οὕτω κακός ἐστιν ὁ ἄνθρωπος ὡς δραχμὴ οὐκ ὀρθῶς κεκομμένη. Εὑρίσκεται δ'ἐν Πλούτῳ.
Μεγάλη μὲν ἡ ὑπόσχεσις, μικρὸν δὲ τοὔργον.
Ἄχρηστον τοὔργον. Εὑρίσκεται δ'ἐν τῇ κωμῳδίᾳ τῶν Σφεκῶν.
Ἡ ἀρχὴ τοῦ ἔργου ἐστὶ πλεῖστον.

Ἀνάγνωσις τοῦ ξε' διδάγματος


μὴ σεαυτὸν ἔσθιε, ὦ 'γαθέ!
πρὶν ἂν ἀμφοῖν μῦθον ἀκούσῃς, οὐκ ἂν δικάσαις.
τίς γλαῦκ' Ἀθήναζε ἤγαγεν;
ἡ (γὰρ) εὐλάβεια πάντα σῴζει.
μία χελιδὼν ἔαρ οὐ ποιεῖ.
μὴ τὸν ἐμὸν οἴκει οἶκον!
Τίμων καθαρός!
ὁ Διὸς Κόρινθος!
ἰδοὺ ἡ Ῥόδος, ἰδοὺ καὶ τὸ πήδημα!
Μυσῶν ἔσχατος!
ὀλίγον τὸ χρηστόν ἐστιν.
ἧλιξ ἥλικα τέρπει.
οὔτε θέομεν οὔτ' ἐλαύνομεν.
ἅπαντα (γὰρ) τῷ πλουτεῖν ὑπήκοα.
ζεῖ χύτρα, ζῇ φιλία.
μή ἐπιχειρήσῃς λέοντα ξυρεῖν.
παθὼν δέ τε νήπιος ἔγνω. - παθήματα μαθήματα.
πάλαι ποτ' ἦσαν ἄλκιμοι Μιλήσιοι.
πατρὶς γάρ ἐστι πᾶσ' , ἵν' ἂν πράττῃ τις εὖ.
ἐστὶ τοῦ πονηροῦ κόμματος.
ὤδινεν ὄρος, εἶτα μῦν ἀπέτεκεν.
λίθον ἕψεις.
πλέον θάτερον ποιεῖν.
σπεῦδε βραδέως!
πλέον ἥμισυ παντός!

Παμμέγιστον.

Josef Wagner-Höhenberg Die Skatpartie
Τρεῖς Γερμανοὶ παίζουσι παιδιάν.
Τὸ παμμέγιστόν ἐστι τρόπος τοῦ τὴν παιδειὰν παίζειν. Ἡμεῖς δὲ διὰ τοῦτο μανθάνομεν ἄλλας χρηστὰς φράσεις. Ἀκούωμεν οὖν τὸ ἑξηκοστὸν καὶ τετάρτον δίδαγμα.

Ἀνάγνωσις τοῦ ξδ' διδάγματος


τὸ παμμέγιστον.
A. τίς ὁ διαδώσων;
B. αὐτὸς σύ.
Γ. ὁ ἀεὶ ἐρωτῶν.
B. δός τι δῆτ' ἐμοί· οὐδὲν γαρ πώποτ' ἔλαβον ἔγωγε τῇδε τῇ ἑσπέρᾳ!
Γ. ἐμὸν τὸ ἐρωτᾶν. τὰ φυλλεῖα αὐτὰ καθ' αὐτά!
B. ἔχω ἔγωγε!
Γ. τὸ μηδέν;
B. καὶ τοῦτό γε.
Γ. παραχωρῶ ἔγωγε.
A. κἀγώ.
B. τὸ παμμέγιστον.
B. ἐμὸν τὸ ἐξάρχειν. ἰδού. ἀπόδοτε δὴ τοὺς κρατίστους!
Γ. οὐ δυνατὸς ἐγὼ μὰ Δία ὑπὲρ τοῦτον.
A. τί φῄς;
B. βαβαιάξ! ἀπόκειται ὁ παγκράτιστος! ἰδού!
Γ. ἐς κόρακας!
A. Ἄπολλον ἀποτρόπαιει!
Γ. οἴμοι κακοδαίμων!
A. ὦ Ζεῦ βασιλεῦ! οὐκ ἄρ' ἔχεις οὐδέν;
Γ. ἀλλὰ τοῦτό γε γίγνεται ἡμῖν. νῦν δ' ὁ καιρὸς ἐπιδοῦναι!
B. μὴ δῆτα - οὐ γὰρ ἔστι λαλεῖν τῷ παίζοντι.
Γ. ἰδοὺ καὶ τοῦτο ἡμῖν!
τὸ μέσον καλῶς τετμήκαμεν!
A. ἕξομεν ἔτι πολλῷ πλέον, ὦ τάν.
B. οὐκ ἄλλ' οὐδὲ ἕν. ἐμὰ γὰρ τὰ λοιπά!
A καὶ Γ. οὐδὲν λέγεις! - μὰ τὸν Δί' οὐ τοίνυν!
A. πῶς ἄρ' οὖν ἐπὶ ταῦτα ἦλθες; ἐμέλλομεν γάρ τοι σφοδρῶς ὑπερέχειν!
ἐγὼ δὲ κάθημαι οὕτω πάντα τὰ φυλλεῖα ἔχων.
Γ. ἄληθες; τί δὴ παθὼν οὐχ ὑπερέβαλες σύ; εὖ γὰρ ἐποίησα ἔγωγε. - σὺ δὲ τούτου αἴτιος!
B. παμμέγιστον τοῦτ' ἦν μετὰ τεττάρων! ἑξήκοντα. τίς ὁ διαδώσων;

Friday, March 11, 2016

Φράσεις διὰ τῆς παιδιᾶς.

Wyżnik winny z wzoru wuntemburskiegoWyżnik czerwienny z wzoru wuntemburskiegoWyżnik dzwonkowy z wzoru wuntemburskiegoWyżnik żołędny z wzoru wuntemburskiego

Σχεδαὶ παικτικαὶ τῶν Γερμανῶν ἔχουσαι τοὺς τέτταρας ἱππεῖς·
τὸν τῶν  φυλλείων καὶ τὸν τῶν ἐρυθρῶν καὶ τὸν τῶν  κροτάλων καὶ τὸν τῶν βαλανίων.


Διὰ ταύτης τῆς παιδιᾶς φράσεις χρησταὶ ἀκούονται. Οὑ δὴ Ἑλληνικὴ ἡ παιδιά ἀλλὰ Γερμανική. Ἀπολαύσατε ἄρα τοῦ ἑξηκοστοῦ καὶ τρίτου διδάγματος.

Ἀνάγνωσις τοῦ ξγ' διδάγματος


βούλεσθε παιδιὰν παίζωμεν;
οὐδὲν κωλύει.
παιδιὰν τίνα;
(σκατιούμεθα).
τίς ὁ διαδώσων;
ἐμὸν τὸ ἐρωτᾶν.
τὰ βαλάνια, τὰ φυλλεῖα, τὰ ἐρυθρά, τὰ κρόταλα.
κρατεῖ τὰ βαλάνια.
ἀπόδος φυλλεῖα!
ἐγώ;
σὺ μέντοι!
τί κερδανῶ;
ὡς δυστυχής εἰμι!
μὴ δέδιθι!
εὐλαβοῦ, μὴ ἐκφύγῃ σε τῶν ἐρυθρῶν ὁ κράτιστος!
σὸν ἔργον φροντίζειν, ὅπως κρατήσομεν.
νῦν ὁ καιρός!
νῦν ἔχεται μέσος!
παῖε, παῖε τὸν πανοῦργον!
οὔ τοι μὰ Δία χαιρήσεις, ὁτιὴ τοῦτ’ ἔδρασας.
οἴμοι, διαρραγήσομαι!
τοὺς τρόπους σου ἐπίσταμαι.
εὖ γε ξυνέβαλες!
ἐθαύμασας;
ταύτῃ κράτιστός εἰμι.
ἀδικεῖς!
τὸ πραττόμενόν σε λέληθεν.
τί λέγεις;
σύγγνωθί μοι!
ἅπτε, παῖ, λύχνον!
τί δὴ μαθὼν τοῦτο ποιεῖς;
ἡ ἀνάγκη με πιέζει.
οἴμοι, τί δράσω;
χρηστόν τι συμβούλευσον.
ἐθέλει οὗτος κρατῆσαι.
λίθον ἕψεις!
Ἄπολλον ἀποτρόπαιε!
ἒ ἔ, παρὰ νῷν στενάζειν!
τοῦτ’ αὐτὸ γὰρ καὶ βούλομαι!
λόγισαι!
ἀπολώλαμεν ἡμεῖς.
ἀπότισον δῆτα!
φροῦδα τά χρὴματα!
φαῦλόν ἐστι τὸ ἐμὸν πρᾶγμα.
ἀθλίως πεπράγαμεν.

Ὁ τοῦ δήμου σύλλογος

Germanische-ratsversammlung 1-1250x715
Ὁ σύλλογος τῶν Γερμανῶν ἐπὶ τῆς κίονος τοῦ Τραϊανοῦ.
Ἐν τῷ ἑξηκοστῷ καὶ δευτέρῳ διδάγματι ὁ ἔνδοξος ῥήτωρ  δημηγορεῖ πρὸς τὸν σύλλογον. Ἔπειτα, ἐκείνου ἤδη  ἀγορεύσαντος, καὶ ἄλλοι βούλονται λέγειν.

Ἀνάγνωσις τοῦ ξβ' διδάγματος


ὦ ἄνδρες ! (ὦνδρες!)
ὦνδρες δημόται!
ἀσπάζομαι, ὅτι προθύμως ἥκετε.
πάνυ ῥαδίως οἶμαι τήμερον ἀποδείξειν τοὺς ἄρχοντας ἅπαντα ἁμαρτάνοντας.
τί πλέον ἐστὶν ἕξω ἐποικεῖν;
νῦν ἔργον εὐτελείας!
οὐ δεόμεθα καινῶν δασμῶν!
καινῶν δασμῶν οὐ δεόμεθα!
τοῦθ' ἡμᾶς ἐπιτρίψει!
ἅπαντα γὰρ γίγνεται τέλεσι δήμου.
τί κέρδος;
τί κερδανοῦμεν;
πῶς ξυνοίσει ταῦτα;
τοῦτο μ’ οὐκ ἀρέσκει!
ἔστιν ἐνταῦθά τι κακόν!
οἶδα τὸν νοῦν!
ἀλλ’ εἶναί τις μοι δοκεῖ μέση τούτων ὁδός.
Βίσμαρκ ἐρρέτω!
εὖγε! εὖγε!
ὡς ἀγαθὸν τοιοῦτον ἔχειν βουλευτήν!
οὐδὲν λέγεις!
πάνυ μοι ἤδη ταῦτ’ ἐστὶ χολή.
πολλὰ λέξας οὐδὲν ἂν πλέον λάβοι.
σίγα!
παραμενῶ, ἕως ἂν διαπραχθῇ.
τίς ἀγορεύειν βούλεται;
ἐγώ.
ἔσθ’ ὅστις ἕτερος βούλεται λέγειν;
οὐδεὶς ἀντιχειροτονήσειεν ἄν.
ἐγὼ τἀναντία ψηφίζομαι.
καλῶς γε ποιῶν.
ποίει, ὅτι ἂν σοι δοκῇ.
τί βεβούλευται τήμερον;
τί δῆτ ἔδοξεν;
οὐδέν πω · ἴσαι γὰρ ἐγένοντο.
τοιοῦτον σύλλογον οὔπω ὄπωπα (ἑώρακα).

Τὸ στασιάζειν

Joseph-Marie Vien - The Oath of Catiline
Ἡ τοῦ  Κατιλίνα στάσις

Νῦν ἐν τῷ ἑξηκοστῷ καὶ πρώτῳ διδάγματι ἀκούομεν περὶ τῶν στάσεων. Τήμερον μέντοι οὐ πᾶσαι αἱ στάσεις τοιαῦταί εἰσιν ὥσπερ ἐν τῷ πάλαι χρόνῳ.

Ἀνάγνωσις τοῦ ξα' διδάγματος


ὁ Εὐγενὴς ἐπιδεδήμηκεν;
τρίτην ἤδη ἡμέραν.
οὐκοῦν δημηγορήσει;
εὖ ἴσθ' ὅτι εἰς ἑσπέραν.
περὶ τοῦ; περὶ ἁπάντων πραγμάτων.
ἄξω σε μετ’ ἐμαυτοῦ εἰς τὸν σύλλογον.
καλῶς· ἀλλ' οἷδα τὴν ὁδόν.
ἀλλ' ὅπως παρέσει καὶ αὐτὸς καὶ ἄλλους ἄξεις!
οἱ καινοτομοῦντες.
οἱ συντηρητικοί. *
οἱ δημοκρατικοί.
ἡ βουλή.
οἱ ἐπίτροποι.
ὁ βουλευτής.
ὁ ὑπόψηφος.
οἱ πλείονες.
οἱ μείονες.
τίς ἐπιστατεῖ;
ὁ πρόεδρος.
τίνι πλεῖσται (ἐλάχισται) γεγόνασιν;
βουλευτής ἐστιν, ᾧ ἂν πλεῖσται γένωνται.
πότερον Ἀ. ᾑρέθη; (ἢ ἀπέτυχεν;)
εἰ γὰρ ὤφελεν!

Friday, March 4, 2016

Ἡ παιδεία

Die Gartenlaube (1873) 257
Ὁ πατὴρ μέλλει πλῆξαι πληγαῖς τὸ παιδίον.
Διὰ τὸν θόρυβον ὀργισθείς, ὁ πατὴρ πρῶτον μὲν ἐρωτᾷ τὰ παιδία. Ἔπειτα δὲ παιδεύει ἓν ἄξιον ὂν πληγὰς λαβεῖν. Ἀκούσατε οὖν τὸ ἑξηκοστὸν δίδαγμα.

Ἀνάγνωσις τοῦ ξ' διδάγματος


τίς οὗτος ὁ ἔνδον θόρυβος;
μὴ βοᾶτε! -- μὴ βοᾶτε μηδαμῶς! -- μὴ κεκράγατε!
οὐκ ἀκούσεσθε ἐτεόν;
κατερῶ, κατερῶ!
τί ἔστιν;
τί τὸ πρᾶγμα;
τίς ὁ βοῶν με;
εἴπω;
κάτειπέ μοι.
Κάρολος πληγὰς ἡμῖν ἐνέβαλλεν.
τί φής;
ἡ δ’ αἰτία τίς ἦν;
τιή;
ὡς ὀξύθυμος!
οὗτος ὁ τρόπος πανταχοῦ!
οὐκ ἐγὼ τούτων αἴτιος.
νὴ ∆ία, κἀμὲ τοῦτ’ ἔδρασε ταὐτόν.
ἀρνεῖ;
μὴ γρύξῃς!
ὅπως ἐρεῖς μηδὲν ψεῦδος!
ἄξιος εἶ πληγὰς λαβεῖν.
ἐπίσχες, οὗτος! ποῖ θεῖς;
μηδὲν ἀγανάκτει, ὦ πάτερ.
οἴμοι, διαρραγήσομαι.

Ὁ τῶν παιδίων θόρυβος

Sarcophagus nuts Chiaramonti Inv1304
Τὰ μὲν παιδία παίζει, τὰ δὲ θορυβεῖ.
Οἴμοι, τὰ παιδία ἀλλήλα φλαῦρα ἐργάζεται. Ἀκούσατε οὖν τὸν θόρυβον ἐν τῷ πεντηκοστῷ καὶ ἐνάτῳ διδάγματι.

Ἀνάγνωσις τοῦ νθ' διδάγματος


ταῦτ’ οὐκ ὀρθῶς ποιεῖς.
ἀδικεῖς γέ με τοῦτο ποιῶν.
ἤν τι λυπῇς με, οὐ χαιρήσεις!
ἀλλ’ ἀπόδος αὐτό!
ἢ τἀπὶ τούτοις δρῶ.
τὴν γνάθον βούλει θένω;
οὐ μὰ ∆ία σὺ καταπροίξει τοῦτο λέγων!
τί μέλλεις δρᾶν;
κλαύσει μακρά.
διαρραγείης!
οὑτοσί σοι κόνδυλος!
ἐς κόρακας!
παῖε παῖε!
οἰμώξει μακρά!
μὴ πρόσιτε!
ἀλαλαί! νῦν ἔχεται μέσος!
οὐχὶ σοῦσθε;
οὐδὲν ἄν με φλαῦρον ἔτι ἐργάσαισθε.

Γυνὴ καὶ παιδία

NAMA Gynécée 1
 Ἀπονενιμμένον ἐστι τὸ παιδίον, ὦ δέσποινα.
Λήκυθος ἐν τῇ Ἐρετρίᾳ πεποιημένος μεταξὺ τοῦ υο' ἔτους καὶ τοῦ  υξ' πρὸ Χριστοῦ. 
Ἐν τῷ πεντηκοστῷ καὶ ὀγδόῳ διδάγματι περὶ τῆς γυναικός τε καὶ τῶν παιδίων μανθάνομεν. Ὁ δὲ οἰκοδεσπότης πολὺ φιλεῖ αὐτούς.

Ἀνάγνωσις τοῦ νη' διδάγματος


ἄρρεν ἔτεκε παιδίον.
βόσκει μικρὰ πολλὰ παιδία.
πολλοὶ οἱ παῖδες οἱ ἐξ ἐκείνου.
ποῦ τὰ παιδία;
ποῖ ἡ γυνὴ φρούδη ’στίν;
τίς ἂν φράσειε, ποῦ ’στι ἡ γυνή·
οὐκ ἔχω φράσαι.
λούει καὶ ψωμίζει τὸ παιδίον.
ἀπονενιμμένα ἐστὶ τὰ παιδία.
κατακλίνει τὰ παιδία.
καιρὸς δέ.
ἱκανὸν χρόνον ἐπαίζετε.
κυβεύουσιν -- περὶ τοῦ;
κοσμίως ἔχε!
μηδαμῶς τοῦτ’ἐργάσῃ!
ἰδού· θέασαι!
ὁ θεῖος ἥκει φέρων δῶρα χαρίεντα.
Λουίσιον τὼ χεῖρ’ ἀνακροτεῖ ὑφ’ ἡδονῆς.
ἡ δὲ γυνὴ οὐ φαίνεται.
μῶν ἐμὲ ζητεῖς;
δεῦρό νυν, ὦ χρυσίον.