Friday, April 29, 2016

Μῦθοι Αἰσώπειοι· ι', ια', ιβ'

Ἀθηναῖος χρεωφειλέτης

"Ohl Little Dancer" (a Registered Red Wattle Hog) and her 13 piglets.


Χρὴ ὀφειλέτην τινὰ τὴν ὗν αὐτοῦ πωλεῖν ἱνα τὰ χρήματα τῷ δανειστῇ ἀποδιδῷ. Διόπερ ὑπισχνεῖται τὰ ἀδύνατα ὠνητῇ τινι.


Αἰθίοψ

Image from page 279 of "Omnia Andreae Alciati v.c. emblemata, cum commentariis, quibus emblematum aperta origine mens auctoris explicatur, & obscura omnia, dubiáque illustrantur Adiectae ad calcem Notae posteriores" (1589)

Οὐτε τὸ τοῦ δέρματος χρῶμα οὐτε τὴν φύσιν δυνατόν ἐστι μεταβάλλειν. Νῦν δὲ οἱ πολλοὶ νομίζουσι τοῦτο ἐξεῖναι.  


Αἴλουρος καὶ ἀλεκτρυών


Ὁ αἴλουρος ὑποκριτὴς ὢν βούλεται δίκαιος φαίνεσθαι πρὶν ἂν ἐσθίῃ τὸν ἀλεκτρυόνα. Ὁ μὲν κακῶς κατηγορεῖ, ὁ δὲ καλῶς ἀπολογεῖται. Τέλος δὲ ὁ αἴλουρος κατεσθίει τὸν ἀλεκτρυόνα. 




Ἀθηναῖος χρεωφειλέτης
Ἀθήνησι χρεωφειλέτης ἀνὴρ ἀπαιτούμενος ὑπὸ τοῦ δανειστοῦ τὸ χρέος τὸ μὲν πρῶτον παρεκάλει ἀναβολὴν αὐτῷ δοῦναι, ἀπορεῖν φάσκων. Ὡς δὲ οὐκ ἔπειθε, προσαγαγὼν ὗν ἣν εἶχε μόνην, παρόντος αὐτοῦ ἐπώλει. Ὠνητοῦ δὲ προσελθόντος καὶ διερωτῶντος εἰ τοκὰς ἡ ὗς εἴη, ἐκεῖνος ἔφη μὴ μόνον αὐτὴν τίκτειν, ἀλλὰ καὶ παραδόξως. Τοῖς μὲν γὰρ μυστηρίοις θήλεα ἀποκύειν, τοῖς δὲ Παναθηναίοις ἄρσενα. Τοῦ δὲ ἐκπλαγέντος πρὸς τὸν λόγον, ὁ δανειστὴς εἶπεν « Ἀλλὰ μὴ θαύμαζε. Αὕτη γάρ σοι καὶ Διονυσίοις ἐρίφους τέξεται. »
Ὁ λόγος δηλοῖ ὅτι πολλοὶ διὰ τὸ ἴδιον κέρδος οὐκ ὀκνοῦσιν οὐδὲ τοῖς ἀδυνάτοις ψευδομαρτυρεῖν.
Αἰθίοψ
Αἰθίοπά τις ὠνήσατο τοιοῦτον αὐτῷ τὸ χρῶμα εἶναι δοκῶν ἀμελείᾳ τοῦ πρότερον ἔχοντος. Καὶ παραλαβὼν οἴκαδε, πάντα μὲν αὐτῷ προσῆγε τὰ ῥύμματα, πᾶσι δὲ λούτροις ἐπειρᾶτο καθαίρειν. Καὶ τὸ μὲν χρῶμα μεταβάλλειν οὐκ εἶχε, νοσεῖν δὲ τῷ πονεῖν παρεσκεύασεν.
Ὁ μῦθος δηλοῖ ὅτι μένουσιν αἱ φύσεις ὡς προῆλθον τὴν ἀρχήν.
Πρὸς ἄνδρα αἰσχροκερδῆ μηδὲ θεῶν πεφροντικότα ὁ λόγος εὔκαιρος.
Αἴλουρος καὶ ἀλεκτρυών
Αἴλουρος, συλλαβὼν ἀλεκτρυόνα, μετ' εὐλόγου τοῦτον αἰτίας ἠβουλήθη καταφαγεῖν. Καὶ δὴ κατηγόρει αὐτοῦ ὡς ὀχληρὸς εἴη τοῖς ἀνθρώποις νύκτωρ κεκραγὼς καὶ μὴ συγχωρῶν ὕπνου τυγχάνειν. Τοῦ δ' ἀπολογουμένου ἐπὶ τῇ ἐκείνων ὠφελείᾳ τοῦτο ποιεῖν, ὡς ἐπὶ τὰ συνήθη τῶν ἔργων ἐγείρεσθαι, πάλιν ὁ αἴλουρος αἰτίαν ἐπέφερεν ὡς ἀσεβὴς εἴη περὶ τὴν φύσιν, μητρὶ καὶ ἀδελφαῖς συμμιγνύμενος. Τοῦ δὲ καὶ τοῦτο πρὸς ὠφέλειαν τῶν δεσποτῶν πράττειν φήσαντος, πολλῶν αὐτοῖς ἐντεῦθεν ὠῶν τικτομένων, ὁ αἴλουρος εἰπών· « Ἀλλ' εἰ σύ γε πολλῶν εὐπορεῖς εὐπροσώπων ἀπολογιῶν, ἔγωγε μέντοι ἄτροφος οὐ μενῶ », τοῦτον κατεθοινήσατο.
Ὁ μῦθος δηλοῖ ὅτι ἡ πονηρὰ φύσις πλημμελεῖν αἱρουμένη, εἰ μὴ μετ' εὐλόγου δυνηθείη προσχήματος, ἀπαρακαλύπτως γε μὴν πονηρεύεται.

Friday, April 22, 2016

Μῦθοι Αἰσώπειοι· ζ', η', θ'

Ἀετὸς τοξευθείς

Girodet savage nature

Ὁ ἀετὸς ὑπὸ τοξότου τινὸς τοξευθεὶς λυπεῖται ὁρῶν τὴν τοῦ βέλεος γλυφίδα ἐκ πτερῶν αἐτοῦ πεποιημένην. 


Ἀηδὼν καὶ ἱέραξ

Herrick Hawk

Ἡ μὲν ἀηδὼν μικρά ἐστι τῷ ἱέρακι. Πρόχειρος δέ. Διὰ τοῦτο ὁ ἵεραξ ἔδεται αὐτήν.


Ἀηδὼν καὶ χελιδών


Διὰ τί ἡ ἀηδὼν οὐ βούλεται συνοικεῖν τοῖς ἀνθρώποις ὡς ἡ χελιδών ποιεῖ; Ὅτι πολλὰ καὶ κακὰ μετ' αὐτῶν πέπονθεν. Ἔστι γὰρ ἄλλος δεινὸς μῦθος περὶ τούτων τῶν ὀρνίθων πάλαι ἀδελφῶν οὐσῶν.  


Ἀετὸς <τοξευθείς>
Ὑπεράνωθεν πέτρας ἀετὸς ἐκαθέζετο λαγωοὺς θηρεῦσαι ζητῶν. Τοῦτον δέ τις ἔβαλε τοξεύσας, καὶ τὸ μὲν βέλος ἔσω εἰσῆλθεν· ἡ δὲ γλυφὶς σὺν τοῖς πτεροῖς πρὸ τῶν ὀφθαλμῶν εἱστήκει. Ὁ δὲ ἰδὼν ἔφη· « Καὶ τοῦτό μοι ἑτέρα λύπη, τὸ τοῖς ἐμοῖς πτεροῖς ἀποθνῄσκειν. »
Ὅτι τὸ κέντρον τῆς λύπης δεινότερόν ἐστιν, ὅταν τις ἐκ τῶν οἰκείων κινδυνεύσῃ.
Ἀηδὼν καὶ ἱέραξ
Ἀηδὼν ἐπί τινος ὑψηλῆς δρυὸς καθημένη κατὰ τὸ σύνηθες ᾖδεν. Ἱέραξ δὲ αὐτὴν θεασάμενος, ὡς ἠπόρει τροφῆς, ἐπιπτὰς συνέλαβεν. Ἡ δὲ μέλλουσα ἀναιρεῖσθαι ἐδέετο αὐτοῦ μεθεῖναι αὐτήν, λέγουσα ὡς οὐχ ἱκανή ἐστιν ἱέρακος αὐτὴ γαστέρα πληρῶσαι. δεῖ δὲ αὐτόν, εἰ τροφῆς ἀπορεῖ, ἐπὶ τὰ μείζονα τῶν ὀρνέων τρέπεσθαι. Καὶ ὅς ὑποτυχὼν εἶπεν· « Ἀλλ' ἔγωγε ἀπόπληκτος ἂν εἴην, εἰ τὴν ἐν χερσὶν ἑτοίμην βορὰν παρεὶς τὰ μηδέπω φαινόμενα διώκοιμι. »
Οὕτως καὶ τῶν ἀνθρώπων ἀλόγιστοί εἰσιν οἷ δι' ἐλπίδα μειζόνων [πραγμάτων] τὰ ἐν χερσὶν ὄντα προΐενται.
Ἀηδὼν καὶ χελιδών
Ἀηδόνι συνεβούλευε χελιδὼν τοῖς ἀνθρώποις εἶναι ὁμόροφον καὶ σύνοικον ὡς αὐτή. Ἡ δὲ εἶπεν· « Οὐ θέλω τὴν λύπην τῶν παλαιῶν μου συμφορῶν μεμνῆσθαι, καὶ διὰ τοῦτο τὰς ἐρήμους οἰκῶ. »
[Ὅτι] τὸν λυπηθέντα ἔκ τινος τύχης καὶ τὸν τόπον φεύγειν ἐθέλειν ἔνθα ἡ λύπη συνέβη..

Friday, April 15, 2016

Μῦθοι Αἰσώπειοι· δ', ε', ϛ'

Ἀετὸς καὶ κάνθαρος

Μικρὸς μὲν ὁ κάνθαρος, μεγάλη δ' ἡ ὀργὴ αὐτοῦ ἡ πρὸς τὸν αἐτόν, ὃς τὸν ἱκέτὴν αὐτοῦ τὸν λαγωὸν κατέφαγεν. Οὐδὲ γὰρ ὁ Ζεὺς οἷος τ' ἐστὶ σῶσαι τὰ τοῦ αἐτοῦ ᾠὰ ἐκ τοῦ κανθάρου.


Ἀετὸς καὶ κολοιὸς καὶ ποιμήν

Ὡς ὑπερήφανος ὁ κολοιὸς βουλόμενος τῷ αἐτῷ ὅμοιος εἶναι. Ἐπὶ γὰρ κριόν τινα καταβὰς ὁ κολοιὸς ἁλίσκεται ἀπὸ τοῦ ποιμένος.  Οὖτος δὲ καταγελᾷ αὐτῷ.


Ἀετὸς <τὰ πτερὰ τιλθείς> καὶ ἀλώπηξ

 Ὁ μὲν πρῶτος τοῦ ἀετοῦ κύριος σκληρός ἐστι πρὸς τὸν ὄρνιν. Ὁ δὲ δεύτορος μαλακός. Διόπερ ὁ αἐτὸς ἀσμένως θηρεύει ὑπὲρ τοῦ ἀγαθοῦ κυρίου ἑαυτοῦ. Ἀλλ' ἡ ἀλώπηξ φθονοῦσά φησιν ἄμεινον ἡμῖν εἶναι δῶρα τοῖς πονηροῖς ἢ τοῖς ἀγαθοῖς διδοῦναι. 



Ἀετὸς καὶ κάνθαρος
Ἀετὸς λαγωὸν ἐδίωκεν· ὁ δὲ ἐν ἐρημίᾳ τῶν βοηθησόντων ὑπάρχων, ὅν μόνον ὁ καιρὸς παρέσχε, κάνθαρον ἰδών, τοῦτον ἱκέτευεν. Ὁ δὲ παραθαρσύνας αὐτόν, ὡς ἐγγὺς ἐλθόντα τὸν ἀετὸν ἐθεάσατο, παρεκάλει μὴ ἀπάγειν αὐτοῦ τὸν ἱκέτην. Κἀκεῖνος ὑπεριδὼν τὴν μικρότητα ἐν ὄψει τοῦ κανθάρου τὸν λαγωὸν κατεθοινήσατο. Ὁ δὲ ἀπ' ἐκείνου μνησικακῶν διετέλει παρατηρούμενος τοῦ ἀετοῦ τὰς καλιὰς καί, εἴ ποτε ἐκεῖνος ἔτικτε, μετάρσιος αἰρόμενος ἐκύλιε τὰ ὠὰ καὶ κατέασσε, μέχρις οὗ πανταχόθεν ἐλαυνόμενος ὁ ἀετὸς ἐπὶ τὸν Δία κατέφυγεν (ἔστι δὲ τοῦ θεοῦ ἱερὸς ὁ ὄρνις), καὶ αὐτοῦ ἐδεήθη τόπον αὐτῷ πρὸς νεοττοποιίαν ἀσφαλῆ παρασχεῖν. Τοῦ δὲ Διὸς ἐν τοῖς ἐαυτοῦ κόλποις τίκτειν ἐπιτρέψαντος αὐτῷ, ὁ κάνθαρος τοῦτου ἑωρακώς, κόπρου σφαῖραν ποιήσας, ἀνέπτη καὶ γενόμενος κατὰ τοὺς τοῦ Διὸς κόλπους ἐνταῦθα καθῆκεν. Ὁ δὲ Ζεὺς ἀποσείσασθαι τὴν κόπρον βουλόμενος, ὡς διανέστη, ἔλαθεν τὰ ὠὰ ἀποῤῥίψας. Ἀπ' ἐκείνου τέ φασι περὶ ὃν καιρὸν οἱ κάνθαροι γίνονται μὴ νεοττεύειν τοὺς ἀετούς.
Ὁ λόγος διδάσκει μηδενὸς καταφρονεῖν λογιζομένους ὅτι οὐδεὶς οὕτως ἐστὶν ἀδύνατος ὡς προπηλακισθεὶς μὴ δύνασθαί ποτε ἑαυτὸν ἐκδικῆσαι.
Ἀετὸς καὶ κολοιὸς καὶ ποιμήν
Ἀετὸς καταπτὰς ἀπό τινος ὑψηλῆς πέτρας ἄρνα ἥρπασε· κολοιὸς δὲ τοῦτο θεασάμενος διὰ ζῆλον τοῦτον μιμήσασθαι ἠθέλησε· καὶ δὴ καθεὶς ἑαυτὸν μετὰ πολλοῦ ῥοίζου ἐπὶ κριὸν ἠνέχθη. Ἐμπαρέντων δὲ αὐτοῦ τῶν ὀνύχων τοῖς μάλλοις, ἐξαρθῆναι μὴ δυνάμενος ἐπτερύσσετο ἕως ὁ ποιμήν, τὸ γεγονὸς αἰσθόμενος, προσδραμὼν συνέλαβεν αὐτὸν καὶ περικόψας αὐτοῦ τὰ ὀξυπτερά, ὡς ἑσπέρα κατέλαβε, τοῖς ἑαυτοῦ παισὶν ἐκόμισε. Τῶν δὲ πυνθανομένων τί εἴη τὸ ὄρνεον, ἔφη· « Ὡς μὲν ἐγὼ σαφῶς οἶδα, κολοιός, ὡς δὲ αὐτὸς βούλεται, ἀετός. »
Οὕτως ἡ πρὸς τοὺς ὑπερέχοντας ἅμιλλα, πρὸς τῷ μηδὲν ἀνύειν, καὶ ἐπὶ συμφοραῖς προσκτᾶται γέλωτα.
Ἀετὸς <τὰ πτερὰ τιλθεὶς> καὶ ἀλώπηξ
Ποτὲ ἀετὸς ἑάλω ὑπ' ἀνθρώπου. Τούτου δὲ τὰ πτερὰ ὁ ἄνθρωπος κόψας ἀφῆκε μετὰ τῶν ὀρνίθων ἐν οἴκῳ εἶναι. Ὁ δὲ ἦν κατηφὴς καὶ οὐδεν ἤσθιεν ἐκ τῆς λύπης, ὅμοιος δὲ ἦν βασιλεῖ δεσμώτῃ. Ἕτερος δὲ τις τοῦτον ὠνησάμενος καὶ τὰ πτερὰ ἀνασπάσας καὶ μύρῳ χρίσας ἐποίησε πτερῶσαι. Ὁ δὲ πετασθεὶς καὶ τοῖς ὄνυξι λαγωὸν ἁρπάσας ἤνεγκεν αὐτῷ δῶρον. Ἀλώπηξ δὲ ἰδοῦσα εἶπεν· « Μὴ τούτῳ δίδου, ἀλλὰ τῷ πρώτῳ, ὅτι ὁ μὲν φύσει ἀγαθός ἐστιν· ἐκεῖνον δὲ μᾶλλον ἐξευμενίζου, μή πως πάλιν λαβών σε τῶν πτερῶν ἐρημώσῃ. »
Ὅτι δεῖ χρηστὰς ἀμοιβὰς τοῖς εὐεργέταις παρέχειν, τοὺς πονηροὺς δὲ φρονίμως τροποῦσθαι.

Friday, April 8, 2016

Μῦθοι Αἰσώπειοι· α', β', γ'

Ἀγαθὰ καὶ κακά

Abilgaard Jupiter



Ὁ Ζεῦς μὲν τὰς ψυχὰς ἵστησιν. Ἐν δὲ τούτῳ τῷ μύθῳ κωλύει τἀγαθὰ πληθύνεσθαι ἐν τοῖς ἀνθρώποις.

Ἀνάγνωσις τοῦ α' μύθου

Ἀγαλματοπώλης

Herm2 - Photo by Giovanni Dall'Orto, Nov 9 2009
Τοῦτό ἐστιν ἄγαλμα ἢ ἑρμῆς. Οἱ μὲν πάλαι Ἕλληνες ἐνόμιζον εὖ τύχην διὰ τῶν ἀγαλμάτων τυγχάνειν. Ὁ δὲ ἐν τῷ μύθῳ πώλης παραπωλεῖ τοῦτο.

Ἀνάγνωσις τοῦ β' μύθου

Ἀετὸς καὶ ἀλώπηξ

Οὗτός ὁ μῦθος δεινός ἐστιν. Ὁ γὰρ μὲν αἐτὸς τὰς σπονδὰς παραβὰς κατεσθίει τὰ τῆς ἀλώπεκος γεννήματα. Ἡ δὲ ἀλώπηξ μᾶλλον ἐπιθυμοῦσα τοῦ τιμωρεῖσθαι ἢ τὰ τεκνία πενθοῦσα  τέλος τὴν δίκην ἔχει.






Ἀγαθὰ καὶ κακά
Ὑπὸ τῶν κακῶν τὰ ἀγαθὰ ἐδιώχθη ὡς ἀσθενῆ ὅντα· εἰς οὐρανὸν δὲ ἀνῆλθεν. Τὰ δὲ ἀγαθὰ ἠρώτησαν τὸν Δία πῶς εἶναι μετ'ἀνθρώπων. Ὁ δὲ εἶπεν <μὴ> μετ’ ἀλλήλων πάντα, ἓν δὲ καθ’ ἓν τοῖς ἀνθρώποις ἐπέρχεσθαι. Διὰ τοῦτο τὰ μὲν κακὰ συνεχῆ τοῖς ἀνθρώποις, ὡς πλησίον ὄντα, ἐπέρχεται, τὰ δὲ ἀγαθὰ βράδιον, ἐξ οὐρανοῦ κατιόντα.
Ὅτι ἀγαθῶν μὲν οὐδεὶς ταχέως ἐπιτυγχάνει, ὑπὸ δὲ τῶν κακῶν ἕκαστος καθ’ ἑκάστην πλήττεται.
Ἀγαλματοπώλης
Ξύλινόν τις Ἑρμῆν κατασκευάσας καὶ προσενεγκὼν εἰς ἀγορὰν ἐπώλει· μηδενὸς δὲ ὠνητοῦ προσιόντος, ἐκκαλέσασθαί τινας βουλόμενος, ἐβόα ὡς ἀγαθοποιὸν δαίμονα καὶ κέρδους δωρητικὸν πιπράσκει. Τῶν δὲ παρατυχόντων τινὸς εἰπόντος πρὸς αὐτόν· « Ὦ οὗτος, καὶ τί τοῦτον τοιοῦτον ὄντα πωλεῖς, δέον τῶν παρ' αὐτοῦ ὠφελειῶν ἀπολαύειν ; ἀπεκρίνατο ὅτι ἐγὼ μὲν ταχείας ὠφελείας τινὸς δέομαι, αὐτὸς δὲ βραδέως εἴωθε τὰ κέρδη περιποιεῖν.
Πρὸς ἄνδρα αἰσχροκερδῆ μηδὲ θεῶν πεφροντικότα ὁ λόγος εὔκαιρος.
Ἀετὸς καὶ ἀλώπηξ
Ἀετὸς καὶ ἀλώπηξ φιλίαν πρὸς ἀλλήλους ποιησάμενοι πλησίον ἑαυτῶν οἰκεῖν διέγνωσαν, βεβάωσιν φιλίας τὴν συνήθειαν ποιούμευοι. Καὶ δὴ ὁ μὲν ἀναβὰς ἐπί τι περίμηκες δένδρον ἐνεοττοποιήσατο· ἡ δὲ εἰσελθοῦσα εἰς τὸν ὑποκείμενον θάμνον ἔτεκεν. Ἐξελθούσης δὲ αὐτῆς ποτε ἐπὶ νομήν, ὁ ἀετός, ἀπορῶν τροφῆς, καταπτὰς εἰς τὸν θάμνον καὶ τὰ γενήματα ἀναρπάσας, μετὰ τῶν ἑαυτοῦ νεοττῶν κατεθοινήσατο. Ἡ δὲ ἀλώπηξ ἐπανελθοῦσα, ὡς ἔγνω τὸ πραχθέν, οὐ <τοσοῦτον ἐπὶ τῷ τῶν νεοττῶν θανάτῳ ἐλυπήθη ὅσον ἐπὶ τῇ ἀμύνῃ· χερσαία γὰρ οὖσα πετεινὸν διώκειν ἠδυνάτει. Διόπερ πόῤῥωθεν στᾶσα, ὃ μόνον τοῖς ἀδυνάτοις καὶ ἀσθενέσιν ὑπολείπεται, τῷ ἐχθρῷ κατηρᾶτο. Συνέβη δ' αὐτῷ τῆς εἰς τὴν φιλίαν ἀσεβείας οὐκ εἰς μακρὰν δίκην ὑποσχεῖν· θυόντων γάρ τινων αἶγα ἐπ' ἀγροῦ, καταπτὰς ἀπὸ τοῦ βωμοῦ σπλάγχνον ἔμπυρον ἀνήνεγκεν· οὗ κομισθέντος ἐπὶ τὴν καλιάν, σφοδρὸς ἐμπεσὼν ἄνεμος ἐκ λεπτοῦ καὶ παλαιοῦ κάρφους λαμπρὰν φλόγα ἀνῆψε. Καὶ διὰ τοῦτο καταφλεχθέντες οἱ νεοττοὶ (καὶ γὰρ ἦσαν ἔτι ἀτελεῖς οἱ πτηνοί) ἐπὶ τὴν γῆν κατέπεσον. Καὶ ἡ ἀλώπηξ προσδραμοῦσα ἐν ὄψει τοῦ ἀετοῦ πάντας αὐτοὺς κατέφαγεν.
Ὁ λόγος δηλοῖ ὅτι οἱ φιλίαν παρασπονδοῦντες, κἂν τὴν τῶν ἠδικημένων ἐκφύγωσι κόλασιν δι' ἀσθένειαν, ἀλλ' οὖν γε τὴν ἐκ θεοῦ τιμωρίαν οὐ διακρούονται.

Friday, April 1, 2016

Παραβολαὶ κ.τ.λ.

Inside Knaptom church 23 Jan 2008
Ἐπὶ ταύτης τῆς πηγῆς ἔστι παλίνδρομος  γεγραμμένος.
Ἐν τῷ ἑξηκοστῷ ἑβδόμῳ καὶ ἑσχάτῳ διδάγματι ἀκούομεν ποικίλας παραβολὰς καὶ ἐνδόξους λόγους κ.τ.λ. Τὸ τέλος. Ἔρρωσθε.

Ἀνάγνωσις τοῦ ξζ' καὶ ἑσχάτου διδάγματος



Πᾶσαι αἱ ἠχωγραφαί.


Κλειώ τ' Εὐτέρπη τε Θάλειά τε' Μελπομένη τε
Τερψιχόρη τ' Ἐρατώ τε Πολύμνιά τ' Οὐρανίη τε,
Καλλιόπη θ’· ἡ δὲ προφερεστάτη ἐστὶν ἁπασέων.

Ἀγλαΐη τε καὶ Εὐφροσύνη θαλίη τ' ἐρατεινή.

Κλωθώ τε Λάχεσίς τε καὶ Ἄτροπος, αἵ τε διδοῦσι
θνητοῖς ἀνθρώποισιν ἔχειν ἀγαθόν τε κακόν τε.

Σθεινώ τ' Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα.

ὡς ἀπόλοιτο καὶ ἄλλος, ὅτις τοιαῦτά γε ῥέζοι.

αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων.

εἷς οἰωνὸς ἄριστος, ἀμύνεσθαι περὶ πάτρης.

ἀμφότερον, βασιλεὺς τ' ἀγαθὸς κρατερός τ' αἰχμητής.

ἔσσεται ἦμαρ, ὅτ' ἄν ποτ' ὀλώλῃ Ἴλιος ἱρή,
καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.

Ν Α Π Ο Λ Ε Ω Ν,
Ναπολέων ἀπολέων πόλεων ὁλέων λέων ἑῶν ὤν

Ἑπτὰ σοφῶν, Κλεόβουλε, σὲ μὲν τεκνώσατο Λίνδος·
φατὶ δὲ Σισυφία χθὼν Περίανδρον ἔχειν·
Πιττακὸν ἁ Μυτιλάνα· Βίαντα δὲ δῖα Πριήνη·
Μίλητος δὲ Θαλῆν, ἄκρον ἔρεισμα Δίκας·
ἁ Σπάρτα Χίλωνα· Σόλωνα δὲ Κεκροπὶς αἶα.
πάντας ἀριζάλου σωφροσύνας φύλακας.

γνῶθι σαυτόν!
μηδὲν ἄγαν!
ἐγγύα, πάρα δ' ἄτα!
καιρὸν γνῶθι!
οἱ πλεῖστοι κακοί.
μέτρον ἄριστον.
μελέτη τὸ πᾶν.

ΝΙΨΟΝΑΝΟΜΗΜΑΜΗΜΟΝΑΝΟΨΙΝ
νίψον ἀνόμημα, μὴ μόναν ὄψιν.

οὐδὲν γὰρ ἀνθρώποισιν οἷον ἄργυρος
κακὸν νόμισμ' ἔβλαστε. τοῦτο καὶ πόλεις
πορθεῖ, τόδ' ἄνδρας ἐξανίστησιν δόμων·
τόδ' ἐκδιδάσκει καὶ παραλλάσσει φρένας
χρηστὰς πρὸς αἰσχρὰ πράγμαθ' ἵστασθαι βροτῶν.
πανουργίας δ' ἔδειξεν ἀνθρώποις ἔχειν
καὶ παντὸς ἔργου δυσσέβειαν εἰδέναι.

Σοφὸς Σοφοκλῆς, σοφώτερος δ' Εὐριπίδης,
Ἀνδρῶν δὲ πάντων Σωκράτης σοφώτατος.

Εὕρηκα!
δός μοι ποῦ στῶ καὶ τὰν γᾶν κινασῶ!

- - εἰ δὲ πᾶν ἔχει καλῶς, τῷ παιγνίῳ
Δότε κρότον καὶ πάντες ὑμεῖς μετὰ χαρᾶς προπέμψατε!

Τέκνον, ἢ τὰν ἤ ἔπι τᾶς
Λακαινῶν ἀποφθέγματα.

τὸ σήμερον μέλει μοι,
τὸ δ' αὔριον τίς οἶδεν;

ἓξ ὧραι μόχθοις ἱκανώταται · αἱ δὲ μετ' αὐτὰς
γράμμασι δεικνύμεναι ζῆθι λέγουσι βροτοῖς.
α'. β'. γ'. δ'. ε'. ϛ'. ζ'.η'. θ'. ι'.