Friday, May 26, 2017

Μῦθοι Αἰσώπειοι· ροη', ροθ', ρπ'

Κύων <ἑστιώμενος> ἢ Ἄνθρωπος καὶ κύων

Canis et Coquus

Κύων τις ἐκάλεσεν ἄλλον κύνα πρὸς δεῖπνον ὑπὲρ τοῦ ἑαυτοῦ δεσπότου παρεσκευασμένον. Ὁ οὖν κεκλημένος ἰδὼν τοσαύτην καὶ τοιαύτην τροφὴν πολὺ ἐχάρην. Ὁ δὲ μάγειρος λαβὼν αὐτὸν διὰ τῆς θυρίδος ἐξέβαλεν ἐκ τῆς οἰκίας. Τῶν δὲ ἄλλων κυνῶν αὐτὸν περὶ τοῦ δείπνου ἐρομένων, οὗτος ἀπεκρίνατο λέγων ὅτι οὕτω μεθυσθείη ὥστε μὴ εἰδέναι ὅθεν ἐξέλθοι.

Ἀνάγνωσις τοῦ ροη' μύθου

Κύων <θηρευτικὸς καὶ κύνες>


Διὰ τί φεύγεις, ἤροντο οἱ παρὰ τὴν ὅδον κύνες, ἐκ τῆς οἰκίας σου, ὦ κύον; Ἆρα οὐκ ἰκανῶς τρέφει σε ὁ θηρευτής, ὁ δεσπότης σου; Πάνυ γε, ἔφη ὁ κύων, ἀλλὰ δεῖ με ἀεὶ μαχέσθαι λέουσι καὶ ἄρκτοις. Ὑμεῖς δὲ καίπερ ἧσσον ἐσθίοντες ἀσφαλεῖς ἐστε.

Ἀνάγνωσις τοῦ ροθ' μύθου

Κύων καὶ ἀλεκτρυὼν καὶ ἀλώπηξ


Ἀλεκτρυὼν καὶ κύων φίλοι ὄντες ἐβάδιζον. Ὀψίας δὲ γενομένης, ὁ μὲν ἀλεκτρυὼν ἐκάθισεν ἐπὶ κλάδῳ δέδρου κοιλίαν ἔχοντος. Ὀ δὲ κύων κατῆλθεν εἰς τὴν κολίαν.  Ἀλώπηξ δὲ προσῆλθεν ἐπιθυμοῦσα μὲν καταφαγεῖν τὸν ἀλεκτρυόνα λέγουσα δὲ ὅτι βούλεται τὴν φωνὴν ἀκοῦσαι. Πεμψάντος δὲ τοῦ ἀλεκτρύονος τὴν ἀλώπεκα πρὸς τὸν κύονα ὡς θυρωρὸν ὄντα, οὗτος ἀπέκτεινεν αὐτήν.

Ἀνάγνωσις τοῦ ρπ' μύθου


Κύων <ἑστιώμενος.> ἢ Ἄνθρωπος καὶ κύων
Ἄνθρωπός τις ἡτοίμαζε δεῖπνον, ἑστιάσων τινὰ τῶν φίλων αὐτῷ καὶ οἰκείων. Ὁ δὲ κύων αὐτοῦ ἄλλον κύνα ἐκάλει, λέγων· « Ὦ φίλε, δεῦρο συνδείπνησόν μοι. » Ὁ δὲ προσελθὼν χαίρων ἵστατο, βλέπων τὸ μέγα δεῖπνον, βοῶν ἐν τῇ καρδίᾳ· « Βαβαί, πόση μοι χαρὰ ἄρτι ἐξαπιναίως ἐφάνη· τραφήσομαί τε γὰρ καὶ εἰς κόρον δειπνήσω, ὥστε με αὔριον μηδαμῆ γε πεινᾶσαι. » Ταῦτα καθ᾿ ἑαυτὸν λέγοντος τοῦ κυνὸς καὶ ἅμα σείοντος τὴν κέρκον, ὡς δὴ εἰς τὸν φίλον θαρροῦντος, ὁ μάγειρος, ὡς εἶδε τοῦτον ὧδε κἀκεῖσε τὴν κέρκον περιστρέφοντα, κατασχὼν τὰ σκέλη αὐτοῦ ἔρριψε παραχρῆμα ἔξωθεν τῶν θυρίδων. Ὁ δὲ κατιὼν ἀπῄει μεγάλως κράζων. Τῶν τις δὲ κυνῶν, τῶν καθ᾿ ὁδὸν αὐτῷ σαναντώντων, ἐπηρώτα· « Πῶς ἐδείπνησας, φίλος; » Ὁ δὲ πρὸς αὐτὸν ὑπολαβὼν ἔφη· « Ἐκ τῆς πολλῆς πόσεως μεθυσθεὶς ὑπὲρ κόρον οὐδὲ τὴν ὁδὸν αὐτὴν ὅθεν ἐξῆλθον οἶδα. »
Ὁ μῦθος δηλοῖ ὅτι οὐ δεῖ θαρρεῖν τοῖς ἐξ ἀλλοτρίων εὖ ποιεῖν ἐπαγγελλομένοις.
Κύων <θηρευτικὸς καὶ κύνες>
Κύων τρεφόμενος ἐν οἴκῳ, θηρσὶν εἰδὼς μάχεσθαι, ἰδὼν πολλοὺς ἐν τάξει ἱσταμένους, ῥήξας τὸν κλοιὸν τοῦ τραχήλου, ἔφευγε διὰ τῶν ἀμφόδων. Κύνες δὲ ἄλλοι τοῦτον ἰδόντες εὐτραφῆ οἷα ταῦρον εἶπον· « Τί φεύγεις; » Ὁ δὲ εἶπεν· « Ὅτι μὲν τροφῇ συζῶ περισσῇ οἶδα καὶ σῶμα τὸ ἐμὸν εὐφραίνω· ἀεὶ δὲ πλησίον εἰμὶ θανάτου, ἄρκοις καὶ λέουσι μαχόμενος. » Οἱ δὲ πρὸς ἀλλήλους εἶπον· « Καλὸν βίον ἡμεῖς, εἰ καὶ πενιχρόν, ζῶμεν, οἵτινες οὔτε λέουσι οὔτε ἄρκοις μαχόμεθα. »
Ὅτι οὐ δεῖ κινδύνους ἑαυτῷ ἐπιφέρειν διὰ τρυφὴν καὶ ματαίαν δόξαν, ἀλλὰ τούτους ἐκφεύγειν.
Κύων καὶ ἀλεκτρυὼν καὶ ἀλώπηξ
Κύων καὶ ἀλεκτρυὼν ἑταιρείαν ποιησάμενοι ὥδευον. Ἑσπέρας δὲ καταλαβούσης, ὁ μὲν ἀλεκτρυὼν ἐπὶ δένδρου ἐκάθευδεν ἀναβάς, ὁ δὲ κύων πρὸς τῇ ῥίζῃ τοῦ δένδρου κοίλωμα ἔχοντος. Τοῦ δὲ ἀλεκτρυόνος κατὰ τὸ εἰωθὸς νύκτωρ φωνήσαντος, ἀλώπηξ ἀκούσασα πρὸς αὐτὸν ἔδραμε καὶ στᾶσα κάτωθεν πρὸς ἑαυτὴν κατελθεῖν ἠξίου· ἐπιθυμεῖν γὰρ ἀγαθὴν οὕτω φωνὴν ζῷον ἔχον ἀσπάσασθαι. Τοῦ δὲ εἰπόντος τὸν θυρωρὸν πρότερον διυπνίσαι ὑπὸ τὴν ῥίζαν καθεύδοντα, ὡς, ἐκείνου ἀνοίξαντος, κατελθεῖν, κἀκείνης ζητούσης αὐτὸν φωνῆσαι, ὁ κύων αἴφνης πηδήσας αὐτὴν διεσπάραξεν.
Ὁ μῦθος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ἀνθρώπων τοὺς ἐχθροὺς ἐπελθόντας πρὸς ἰσχυροτέρους πέμπουσι παραλογιζόμενοι.

Friday, May 19, 2017

Μῦθοι Αἰσώπειοι· ροε', ροϛ', ροζ'

Κύνες δύο

Canes Duo, Domesticus et Venaticus

Δυοῖν κυνοῖν  ὁ μὲν ἕτερος ἐθήρευε μετὰ τοῦ δεσπότου, ὁ δὲ ἕτερος οἴκοι μένων ἐφύλασσεν. Ἔριδος δὲ περὶ  τοῦ σίτου γενομένης, οὗτος ἐκείνῳ· μὴ οργισθῇς εμοί, φη, ἀλλὰ τῷ δεσπότῃ, ὅς γε περὶ ἡμῶν οὕτως ἐπέταξεν.

Ἀνάγνωσις τοῦ ροε' μύθου

Κύνες λιμώττουσαι

Canes et Corium

Μῶραι κύνες ἰδοῦσαι δέρμα ἐπὶ ποταμῷ φερόμενον καὶ βουλόμεναι λαβεῖν αὐτό, ἐπειράσαντο ἐκπιεῖν πᾶν τὸ ὕδωρ. Καὶ διὰ τοῦτο διαρραγεῖσαι ἀπέθανον.

Ἀνάγνωσις τοῦ ροϛ' μύθου

Κυνόδηκτος



Ἄνθρωπός τις κυνὶ δηχθεὶς ἴασιν ἐζήτει. Δεῖ σε, ἔφη τις, ἄρτῳ τὸ αἷμα ἐκμάξαι καὶ βαλεῖν αὐτὸν πρὸς ἐκεῖνον τὸν κύνα. Ὁ δὲ ἀποκρινάμενος εἶπεν ὅτι εἰ τοῦτο ποιήσαιμι, πάντες  οἱ κύνες δάκνοιεν ἄν με.

Ἀνάγνωσις τοῦ ροζ' μύθου


Κύνες δύο
Ἔχων τις δύο κύνας, τὸν μὲν θηρεύειν ἐδίδασκε, τὸν δὲ οἰκουρὸν ἐποίησε. Καὶ δή, εἴ ποτε ὁ θηρευτὴς ἐξιὼν ἐπ᾿ ἄγραν συνελάμβανέ τι, ἐκ τούτου μέρος καὶ τῷ ἑτέρῳ παρέβαλλεν. Ἀγανακτοῦντος δὲ τοῦ θηρευτικοῦ καὶ τὸν ἕτερον ὀνειδίζοντος, εἴ γε αὐτὸς μὲν ἐξιὼν παρ᾿ ἕκαστα μοχθεῖ, ὁ δὲ οὐδὲν ποιῶν τοῖς αὐτοῦ πόνοις ἐντρυφᾷ, ἐκεῖνος ἔφη πρὸς αὐτόν· « Ἀλλὰ μὴ ἐμὲ μέμφου, ἀλλὰ τὸν δεσπότην, ὃς οὐ πονεῖν με ἐδίδαξεν, ἀλλοτρίους δὲ πόνους κατεσθίειν. »
Οὕτω καὶ τῶν παίδων οἱ ῥᾴθυμοι οὐ μεμπτέοι εἰσίν, ὅταν αὐτοὺς οἱ γονεῖς οὕτως ἄγωσιν.
Κύνες λιμώττουσαι
Κύνες λιμώττουσαι, ὡς ἐθεάσαντο ἔν τινι ποταμῷ βύρσας βρεχομένας, μὴ δυνάμεναι αὐτῶν ἐφικέσθαι, συνέθεντο ἀλλήλαις ὅπως πρῶτον τὸ ὕδωρ ἐκπίωσι, εἶθ᾿ οὕτως ἐπὶ τὰς βύρσας παραγένωνται. Συνέβη δὲ αὐταῖς πινούσαις διαρραγῆναι πρὶν ἢ τῶν βυρσῶν ἐφικέσθαι.
Οὕτως ἔνιοι τῶν ἀνθρώπων δι᾿ ἐλπίδα κέρδους ἐπισφαλεῖς μόχθους ὑφιστάμενοι φθάνουσι πρότερον καταναλισκόμενοι ἢ ὧν βούλονται περιγενόμενοι.
Κυνόδηκτος
Δηχθείς τις ὑπὸ κυνὸς περιῄει ζητῶν τὸν ἰασόμενον. Εἰπόντος δέ τινος οὕτως ὡς ἄρα δέοι αὐτὸν ἄρτῳ τὸ αἷμα ἐκμάξαντα τῷ δακόντι κυνὶ βαλεῖν, ὑποτυχὼν ἔφη· « Ἀλλ᾿ ἐὰν τοῦτο πράξω, δεήσει με ὑπὸ πάντων τῶν ἐν τῇ πόλει κυνῶν δάκνεσθαι. »
Οὕτω καὶ ἡ τῶν ἀνθρώπων πονηρία δελεαζομένη ἔτι μᾶλλον ἀδικεῖν παροξύνεται.

Friday, May 12, 2017

Μῦθοι Αἰσώπειοι· ροβ', ρογ', ροδ'

Κοχλίαι


Γεωργοῦ υἱὸς ὀπτῶν κοχλίας ἀκούσας  τὸν ψόφον, ἐμέμψατο αὐτὰς ὅτι ᾄδοιεν καίπερ τῶν οἰκιῶν καιομένων.

Ἀνάγνωσις τοῦ ροβ' μύθου

Κύκνος <ἀντὶ χηνὸς ἀπαχθείς>

Cygnus et Coquus

Ἀνήρ τις εἶχε κύκνον μὲν τοῦ ἀκούειν τὴν ᾠδήν, χῆνα δὲ τοῦ ἔδεσθαι αὐτήν. Νύκτωρ δὲ ἔλαβεν τὸν κύκνον ἀντὶ τῆς χηνὸς ἵνα ἀποκτείναι. Ὁ μέντοι κύκνος ᾄσας ἐσώθη.

Ἀνάγνωσις τοῦ ρογ' μύθου

Κύκνος <καὶ δεσπότης>

Gravure door Reinier van Persijn 

Ὁ τοῦ κύκνου δεσπότης ἐβούλετο αὐτὸν ᾄδειν ἔμπροσθεν τῶν εἰς τὸ δεῖπνον κεκλημένων.
Ὁ δὲ πρῶτον μὲν οὐκ ἤθελεν  ᾄδειν, ἔπειτα δὲ νομίζων ἀποθανεῖσθαι ᾖσεν. Ὁ δὲ δεσπότης· ἀλλ' ἔδει με, ἔφη, θάνατον ἀπειλεῖν σοι.

Ἀνάγνωσις τοῦ ροδ' μύθου


Κοχλίαι
Γεωργοῦ παῖς κοχλίας ὤπτα· ἀκούσας δὲ αὐτῶν τριζόντων ἔφη· « Ὦ κάκιστα ζῷα, τῶν οἰκιῶν ὑμῶν ἐμπιπραμένων, αὐτοὶ ᾄδετε. »
Ὁ λόγος δηλοῖ ὅτι πᾶν τὸ παρὰ καιρὸν δρώμενον ἐπονείδιστον.
Κύκνος <ἀντὶ χηνὸς ἀπαχθείς>
Ἀνὴρ εὐπορῶν χῆνά τε ἅμα καὶ κύκνον ἔτρεφεν, οὐκ ἐπὶ τοῖς αὐτοῖς μέντοι· τὸν μὲν γὰρ ᾠδῆς, τὸν δὲ τραπέζης ἕνεκεν. Ἐπεὶ δὲ ἔδει τὸν χῆνα παθεῖν ἐφ᾿ οἷς ἐτρέφετο, νὺξ μὲν ἦν, καὶ διαγινώσκειν ὁ καιρὸς οὐκ ἀφῆκεν ἑκάτερον. Ὁ δὲ κύκνος, ἀντὶ τοῦ χηνὸς ἀπαχθείς, ᾄδει τι μέλος θανάτου προοίμιον, καὶ τῇ μὲν ᾠδῇ μηνύει τὴν φύσιν, τὴν δὲ τελευτὴν διαφεύγει τῷ μέλει.
Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις ἡ μουσικὴ τελευτῆς ἀναβολὴν ἀπεργάζεται.
Κύκνος <καὶ δεσπότης>
Τοὺς κύκνους φασὶ παρὰ τὸν θάνατον ᾄδειν. Καὶ δή τις περιτυχὼν κύκνῳ πωλουμένῳ καὶ ἀκούσας ὅτι εὐμελέστατόν ἐστι ζῷον, ἠγόρασε. Καὶ ἔχων ποτὲ συνδείπνους προσελθὼν παρεκάλει αὐτὸν ᾆσαι ἐν τῷ πότῳ. Τοῦ δὲ τότε μὲν ἡσυχάζοντος, ὕστερον δέ ποτε, ὡς ἐνόησεν ὅτι ἀποθνῄσκειν ἔμελλεν, ἑαυτὸν θρηνοῦντος, ὁ δεσπότης αὐτοῦ ἀκούσας ἔφη· « Ἀλλ᾿ εἰ σὺ οὐκ ἄλλως ᾄδεις, ἐὰν μὴ ἀποθνῄσκῃς, ἐγὼ μάταιος ἦν, ὃς τότε σε παρεκάλουν, ἀλλ᾿ οὐκ ἔθυον. »
Οὕτως ἔνιοι τῶν ἀνθρώπων, ἅ μὴ ἑκόντες χαρίσασθαι βούλονται, ταῦτα ἄκοντες ἐπιτελοῦσιν.

Friday, May 5, 2017

Μῦθοι Αἰσώπειοι· ρξθ', ρο', ροα'

Κορυδαλός

Ringing 02 Bird in net

Ὡς δυστυχὴς ἡ κορυδὸς πεπτωκυία εἰς πάγην οὐ διὰ φιλαργυρίαν ἀλλὰ μόνον ὅτι ἐβούλετο ἓν κόκκον πυροῦ λαβεῖν.

Ἀνάγνωσις τοῦ ρξθ' μύθου


Κορώνη καὶ κόραξ


Κορώνη τις ἐφθόνει τοὺς κόρακας ὡς τὸ μέλλον τοῖς ἀνθρώποις μαντευομένους. Ἰδοῦσα οὖν ἑταίρους τινὰς πορευόμενους ἔκραξεν. Οἱ μὲν ἐστράφησαν πρὸς αὐτήν, εἷς δὲ ἐξ αὐτῶν εὐθὺς ἐγνωκὼς αὐτὴν ἀπήγαγε τοὺς ἄλλους.

Ἀνάγνωσις τοῦ ρο' μύθου

Κορώνη καὶ κύων


Διὰ τί, ἤρετο ὁ κύων ὑπὸ τῆς κορώνης εἰς δεῖπνον κληθείς, θύεις τῇ Ἀθηνᾷ καίπερ μισούσῃ σε; Ἀπεκρίνατο δ' ἡ κορώνη λέγουσα ὅτι ἐλπίζοι τὸν νοῦν αὐτῆς ἀλλάξειν.

Ἀνάγνωσις τοῦ ροα' μύθου


Κορυδαλός
Κορυδαλὸς εἰς πάγην ἁλοὺς θρηνῶν ἔλεγεν· « Οἴμοι τῷ ταλαιπώρῳ καὶ δυστήνῳ πτηνῷ· οὐ χρυσὸν ἐνοσφισάμην τινός, οὐκ ἄργυρον, οὐκ ἄλλο τι τῶν τιμίων· κόκκος δὲ σίτου μικρὸς τὸν θάνατόν μοι προὐξένησεν. »
Ὁ μῦθος πρὸς τοὺς διὰ κέρδος εὐτελὲς μέγαν ὑφισταμένους κίνδυνον.
Κορώνη καὶ κόραξ
Κορώνη φθονήσασα κόρακι ἐπὶ τῷ διὰ οἰωνῶν μαντεύεσθαι ἀνθρώποις καὶ τὸ μέλλον προφαίνειν καὶ διὰ τοῦτο ὑπ᾿ αὐτῶν μαρτυρεῖσθαι, ἐβουλήθη τῶν αὐτῶν ἐφικέσθαι· καὶ δὴ θεασαμένη τινὰς ὁδοιπόρους παριόντας ἧκεν ἐπί τινος δένδρου, καὶ στᾶσα μεγάλα ἐκεκράγει. Τῶν δὲ πρὸς τὴν φωνὴν ἐπιστραφέντων καὶ καταπλαγέντων, εἷς τις ὑποτυχὼν ἔφη· « Ἀλλ᾿ ἀπίωμεν, ὦ φίλοι· κορώνη γάρ ἐστιν, ἥτις κεκραγυῖα οἰωνὸν οὐκ ἔχει. »
Οὕτω καὶ τῶν ἀνθρώπων οἱ τοῖς κρείττοσιν ἀνθαμιλλώμενοι πρὸς τῷ τῶν ἴσων μὴ ἐφικέσθαι, καὶ γέλωτα ὀφλισκάνουσιν.
Κορώνη καὶ κύων
Κορώνη Ἀθηνᾷ θύουσα κύνα ἐφ᾿ ἑστίασιν ἐκάλεσεν. Ὁ δὲ ἔφη πρὸς αὐτήν· « Τί μάτην τὰς θυσίας ἀναλίσκεις; ἡ γὰρ δαίμων οὕτως σε μισεῖ ὡς καὶ τῶν σῶν οἰωνῶν τὴν πίστιν περιελέσθαι. » Καὶ ἡ κορώνη ἀπεκρίνατο· « Ἀλλὰ καὶ διὰ τοῦτο αὐτῇ θύω, διότι οἶδα αὐτὴν ἀπεχθῶς διακειμένην, ἵνα διαλλαγῇ . »
Οὕτω πολλοὶ διὰ φόβον τοὺς ἐχθροὺς εὐεργετεῖν οὐκ ὀκνοῦσιν.