ἑαυτὸν παιδευόμενος

ἑαυτὸν παιδευόμενος

Monday, November 5, 2018

Ἆρα λέγεις Ἀττικιστί;




Αὕτη ἐστὶν ἔκδοσις τοῦ βιβλίου συντεταγμένου ὕπὸ Ἐδουάρδου Ἰωαννίδου ὑπομνήμασι καὶ εἰκόσι κεκοσμημένη. Ἥνπερ μὲν δωρεὰν δίδωμι ὑμἶν, ὦ φίλοι ἀναγνῶσται. Ἐὰν δὲ θέλητε βιβλίον ἐκ παπύρου πρίασθαι, ἐνταῦθα εὑρίσκεται.
$25

ιγ' - Παραδείγματα τοῦ τοῖς συμμαθηταῖς συλλαλεῖν. Μέρος β'



Friday, July 27, 2018

Τῆς ὁμιλίας ῥῆτραι

Νεωστὶ ἐποίησα τάσδε τὰς κινηματογραφὰς ἀναγιγνώσκων τὰς ἐν τῷ τοῦ Φρανμοραρίου βιβλίῳ Ἑλληνικὰς ῥήτρας. Ἀπολαύετε ἄρα, ὦ φίλοι.





$5

Wednesday, July 25, 2018

Τὸ περιώνυμον λυχνάριον τοῦ Ἀλαντίν

$13
Ἔξεστιν ὑμῖν, ὦ φιλέλληνες, καὶ τὸν μῦθον δωρεὰν ἀναγιγνώσκειν καὶ ὠνεῖσθαι βιβλίον.

 

Friday, July 20, 2018

Πάντες οἱ Αἰσώπειοι μῦθοι

Velázquez - Esopo (Museo del Prado, 1639-41)


Μῦθοι Αἰσώπειοι· τνϛ', τνζ', τνη'

Ψύλλα καὶ ἀθλητής


Ψύλλα καθίσασα ἐπὶ τὸν πόδα ἀθλητοῦ ἀσθενοῦντός τινος, ἔδακεν. Ὁ μὲν ὀργισθεὶς  ἐπειράσατο συλλαβεῖν αὐτήν. Ἡ δὲ ἔφυγεν. Ὁ οὖν ἀθλητὴς ἐμέμψατο τὸν Ἡρακλεᾶ λέγων ὅτι εἰ οὕτω βοηθεῖ ἐπὶ ψύλλαν, πῶς ἐπὶ ἀνταγωνιστήν;

Ἀνάγνωσις τοῦ τνϛ' μύθου

Ψύλλα καὶ ἄνθρωπος

Pulex et Homo

Ψύλλα τις ἔδακνεν ἄνθρωπον. Ὁ δὲ τέλος συλλαβὼν αὐτὴν ἤρετο τίς εἴη ὥστε τρέφεσθαι ἀπ' αὐτοῦ. Αὐτῆς δὲ λεγούσης ὅτι τοῦτο μικρὸν κάκον εἴη τοσούτῳ ἀνθρώπῳ, οὗτος· οὐ πρέπει, ἔφη, τῷ κακῷ μήτε μεγάλῳ μήτε μικρῷ ὄντι ὑπάρχειν. Καὶ ἀπέκτεινεν αὐτήν.

Ἀνάγνωσις τοῦ τνζ' μύθου

Ψύλλα καὶ βοῦς


Διὰ τί, ἤρετο ἡ ψύλλα, ὦ βοῦς, τοσοῦτος ὤν, δουλεύεις τοῖς ἀνθρώποις, ὧνπερ τῷ αἵματι ἔγωγε τρέφομαι; Ὁ δὲ βοῦς ἀποκρινάμενος, χάριν οἶδα, ἔφη, αὐτοῖς, τοὶς ἐμὲ φιλοῦσί τε καὶ τὸ δέρμα μου τρίβουσιν. Ἀλλ' ὦ οὗτος, εἶπεν ἡ ψύλλα, ἐγὼ ἀποθανοῦμαι διὰ τὴν τρῖψιν.

Ἀνάγνωσις τοῦ τνη' μύθου


Ψύλλα καὶ ἀθλητής
Ψύλλα ποτὲ πηδήσασα ἐκάθισεν ἐπὶ ταρσοῦ ποδὸς ἀνδρὸς ἀθλητοῦ νοσοῦντος καὶ ἐνῆκε δῆγμα. Ὁ δ᾽ ἀκροχολήσας εὐτρεπίσας τοὺς ὄνυχας οἷός τε ἦν συνθλάσαι τὴν ψύλλαν. Ἡ δὲ ὑφ᾽ ὁρμῆς φυσικὸν πήδημα λαϐοῦσα ἀπέδρα τοῦ θανεῖν ἀπαλλαγεῖσα. Καὶ ὃς στενάξας εἶπεν· « Ὦ Ἡράκλεις, ὅταν πρὸς ψύλλαν οὕτω <συμμαχῇς>, πῶς ἐπὶ τοὺς ἀνταγωνιστὰς συνεργὸς ἔσῃ ; »
Ἀτὰρ οὖν καὶ ἡμᾶς ὁ λόγος διδάσκει μὴ δεῖν ἐπὶ τὰ ἐλάχιστα καὶ ἀκίνδυνα πράγματα ἐπευθὺς τοὺς θεοὺς ἀνακαλεῖν, ἀλλ᾽ ἐπὶ τὰς μείζους ἀνάγκας.
Ψύλλα καὶ ἄνθρωπος
Ψύλλα δὲ ποτέ τινι πολλὰ ἠνώχλει.
Καὶ δὴ συλλαϐών· « Τίς εἶ σύ, ἀνεϐόα,
ὅτι πάντα μου μέλη κατεϐοσκήσω
εἰκῆ καὶ μάτην ἐμὲ καταναλίσκων ; »
Ἡ δὲ ἐϐόα· « Οὕτως ζῶμεν, μὴ κτείνῃς·
μέγα γὰρ κακὸν οὐ δύναμαι ποιῆσαι. »
Ὁ δὲ γελάσας πρὸς αὐτὴν οὕτως ἔφη·
« Ἄρτι τεθνήξῃ χερσί σου ταῖς ἰδίαις·
ἅπαν γὰρ κακόν, οὐ μικρόν, οὐδὲ μέγα
οὐδ᾽ ὅλως πρέπει καθόλου φυῆναι. »
Ὁ μῦθος δηλοῖ ὅτι ὁ κακὸς οὐ πρέπει ἐλεηθῆναι, κἂν μέγας ᾖ, κἂν μικρός.
Ψύλλα καὶ βοῦς
Ψύλλα δέ ποτε τὸν βοῦν οὕτως ἠρώτα·
« Τί δὴ [παθὼν] ἀνθρώποις ὁσημέραι δουλεύεις,
καὶ ταῦτα ὑπερμεγέθης καὶ ἀνδρεῖος [τυγχάνων],
μοῦ σάρκας αὐτῶν οἰκτίστως διασπώσης
καὶ τὸ αἷμα <αὐτῶν> χανδόθεν πινούσης; »
Ὁ δ᾽· « Οὐκ ἄχαρίς εἰμι μερόπων γένει·
στέργομαι γὰρ παρὰ αὐτῶν καὶ φιλοῦμαι [ἐκτόπως],
τρίϐομαί τε συχνῶς μέτωπόν [τε] καὶ ὤμους. »
Ἡ δέ· « Ἀλλ᾽ ἐμοὶ γοῦν τέως τῇ δειλαίᾳ
ἡ σοὶ φίλη τρίψις οἴκτιστος <δὴ> μόρος,
ὅτε καὶ τύχῃ συμϐαίνει <μοι ἁλῶναι>. »
Ὅτι οἱ διὰ τοῦ λόγου ἀλαζόνες καὶ ὑπὸ τοῦ εὐτελοῦς ἡττῶνται.