Friday, September 29, 2017

Μῦθοι Αἰσώπειοι· σλ', σλα', σλβ'

Λύκος <κεκορεσμένος> καὶ πρόβατον

CapitelO3

Λύκος τις πολὺ ἐδηδὼς, λαβὼν ἄρνα χαμαὶ κείμενον, ἔφη αὐτῷ· ἐὰν τρία ἀληθῆ εἴπῃς, ἀπολύσω σε. Ὁ δὲ οἶς ἀπεκρίνατο λέγων ὅτι οὐ βουλόμενος ἀπαντῆσαι αὐτῷ καὶ ἁμάρτοι καὶ εὔχοιτο θάνατον πᾶσιν τοῖς λύκοις. Ὁ οὖν λύκος ἠλευθέρωσεν αὐτόν.

Ἀνάγνωσις τοῦ σλ' μύθου
Λύκος <τετρωμένος> καὶ πρόβατον

A sheep bleating at an exhausted, hunted wolf. Etching by W- Wellcome V0021602

Λύκος τις διωχθεὶς καὶ διψῶν ἐδεήθη προβάτου παρατυχόντος ὕδωρ ἐκ τοῦ ῥοῦ ἐνεγκεῖν. Αὐτὸν γὰρ τὴν τροφὴν εὑρήσεσθαι. Τὸ δὲ πρόβατον συνῆκεν αὐτὸ τροφὴ τῷ λύκῳ γενησόμενον ἐὰν τὸ αἰτούμενον ποιήσῃ.

Ἀνάγνωσις τοῦ σλα' μύθου

Λύχνος

Llàntia grega de vernís negre, meitat del segle IV aC, Museu de la Ciutat (València)

Λύχνος τις ὑπερήφανος ὢν ἐνόμιζε λαμπρότερος τοῦ ἡλίου εἶναι. Σβεσθέντος δὲ τῷ ἰσχυρῷ ἀνέμῳ αὐτοῦ, πάλιν τις ἁψάμενος  ἐμέμφθη αὐτὸν λέγων δεῖν αὐτὸν σιγᾶν.  Οἱ γὰρ  ἀστέρες οὔποτε σβέννυνται.

Ἀνάγνωσις τοῦ σλβ' μύθου


Λύκος <κεκορεσμένος> καὶ πρόβατον
Λύκος τροφῆς κεκορεσμένος, ἐπειδὴ ἐθεάσατο πρόβατον ἐπὶ γῆς βεβλημένον, αἰσθόμενος ὅτι διὰ τὸν ἑαυτοῦ φόβον πέπτωκε, προσελθὼν παρεθάρσυνεν αὐτό, λέγων ὡς, ἐὰν αὐτῷ τρεῖς λόγους ἀληθεῖς εἴπῃ, ἀπολύσει αὐτό. <Τὸ> δὲ ἀρξάμενον ἔλεγε πρῶτον μὲν μὴ βεβουλῆσθαι αὐτῷ περιτυχεῖν, δεύτερον δέ, εἰ ἄρα τοῦτο ἥμαρτε, τυφλῷ, τρίτον δὲ ὅτι « κακοὶ κακῶς ἀπόλοισθε πάντες οἱ λύκοι, ὅτι μηδὲν παθόντες ὑφ᾿ ἡμῶν κακῶς πολεμεῖτε ἡμᾶς. » Καὶ ὁ λύκος ἀποδεξάμενος αὐτοῦ τὸ ἀψευδὲς ἀπέλυσεν αὐτό.
Ὁ λόγος δηλοῖ ὅτι πολλάκις ἀλήθεια καὶ παρὰ πολεμίοις ἰσχύει.
Λύκος <τετρωμένος> καὶ πρόβατον
Λύκος ὑπὸ κυνῶν δηχθεὶς καὶ κακῶς διατεθεὶς ἐβέβλητο τροφὴν ἑαυτῷ περιποιεῖσθαι μὴ δυνάμενος· καὶ δὴ θεασάμενος πρόβατον, τούτου ἐδεήθη ποτὸν αὐτῷ ὀρέξαι ἐκ τοῦ παραρρέοντος ποταμοῦ· « Ἐὰν γὰρ σύ μοι ποτὸν δῷς, ἐγὼ τὴν τροφὴν ἐμαυτῷ εὑρήσω. » Τὸ δὲ ὑποτυχὸν ἔφη· « Ἐὰν ποτόν σοι ἐπιδώσω ἐγώ, σὺ καὶ τροφῇ μοι χρήσῃ. »
Πρὸς ἄνδρα κακοῦργον δι᾿ ὑποκρίσεως ἐνεδρεύοντα ὁ λόγος εὔκαιρος.
Λύχνος
Μεθύων λύχνος ἐλαίῳ καὶ φέγγων ἐκαυχᾶτο ὡς ὑπὲρ ἥλιον πλέον λάμπει. Ἀνέμου δὲ πνοῆς συρισάσης, εὐθὺς ἐσβέσθη. Ἐκ δευτέρου δὲ ἅπτων τις εἶπεν αὐτῷ· « Φαῖνει, λύχνε, καὶ σίγα· τῶν ἀστέρων τὸ φέγγος οὔποτε ἐκλείπει. »
Ὅτι οὐ δεῖ τινα ἐν ταῖς δόξαις καὶ τοῖς λαμπροῖς τοῦ βίου τυφοῦσθαι· ὅσα γὰρ ἂν κτήσηταί τις, ξένα τυγχάνει.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.