Friday, October 6, 2017

Μῦθοι Αἰσώπειοι· σλγ', σλδ', σλε'

Μάντις

Vates et Fur

Μάντις τις προεφήτευεν ἐν τῇ ἀγορᾷ. Ἀκούσας δὲ ὅτι κλέπται πάντα τὰ αὐτοῦ κλέψαιεν, οἴκαδε ἔδραμεν. Οὗτος ὁ προφήτης, ἔφη τις, οὐ δυνάμενος περὶ ἑαυτοῦ  μαντεύεσθαι πῶς ἂν περὶ ἄλλων προόρῳ;

Ἀνάγνωσις τοῦ σλγ' μύθου
Μέλισσαι καὶ Ζεύς


Αἱ μέλιτται ὀργισθεῖσαι ὅτι οἱ ἄνθρωποι τὸ μέλι ἀπ' αὐτῶν ἀπολαμβάνοιεν προσελθοῦσαι πρὸς τὸν Δία ἐδεήθησαν αὐτοῦ τρόπον τινὰ ἵνα ἀμύνοισθε αὐτούς. Ὁ δὲ Ζεὺς τοὺς ἀνθρώπους φιλῶν ἔδωκε μὲν αὐταῖς τὸ κέντρον εἴασε δὲ αὐτὰς μόνον ἅπαξ χρῆσθαι αὐτῷ.

Ἀνάγνωσις τοῦ σλδ' μύθου

Μελισσουργός


Μελισσέως τινὸς ἀπόντος, κλέπτης ἔκλεψε τό τε μέλι καὶ τὰ κηρία. Ὁ δ' ἐπανελθὼν καὶ ἐπισκοπήσας ὑπὸ τῶν μελιττῶν ἐπαίσθη. Διὰ τοῦτο ἐμέμψατο τὰ ζῷα.

Ἀνάγνωσις τοῦ σλε' μύθου


Μάντις
Μάντις ἐπὶ τῆς ἀγορᾶς καθεζόμενος ἠργυρολόγει. Ἐλθόντος δέ τινος αἰφνίδιον πρὸς αὐτὸν καὶ ἀπαγγείλαντος ὡς τῆς οἰκίας αὐτοῦ αἱ θύραι ἀνεσπασμέναι εἰσὶ καὶ πάντα τὰ ἔνδον ἐκπεφορημένα, ἐκταραχθεὶς ἀνεπήδησε καὶ στενάξας ᾔει δρόμῳ τὸ γεγονὸς ὀψόμενος. Τῶν δὲ παρατυχόντων τις θεασάμενος εἶπεν· « Ὦ οὗτος, σὺ τὰ ἀλλότρια πράγματα προειδέναι ἐπαγγελλόμενος τὰ σαυτοῦ οὐ προεμαντεύου; »
Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἐκείνους τοὺς ἀνθρώπους τοὺς τὸν ἑαυτῶν βίον φαύλως διοικοῦντας καὶ τῶν μηδὲν προσηκόντων προνοεῖσθαι πειρωμένους.
Μέλισσαι καὶ Ζεύς
Μέλισσαι φθονήσασαι ἀνθρώποις τοῦ ἰδίου μέλιτος ἧκον πρὸς τὸν Δία καὶ τούτου ἐδέοντο ὅπως αὐταῖς ἰσχὺν παράσχηται παιούσαις τοῖς κέντροις τοὺς προσιόντας τοῖς κηρίοις ἀναιρεῖν. Καὶ ὁ Ζεὺς ἀγανακτήσας κατ᾿ αὐτῶν διὰ τὴν βασκανίαν παρεσκεύασεν αὐτάς, ἡνίκα ἂν τύπτωσί τινα, τὸ κέντρον ἀποβαλεῖν, μετὰ δὲ τοῦτο καὶ τῆς σωτηρίας στερίσκεσθαι.
Οὗτος ὁ λόγος ἁρμόσειεν ἂν πρὸς ἄνδρας βασκάνους οἳ καὶ αὐτοὶ βλάπτεσθαι ὑπομένουσιν.
Μελισσουργός
Εἰς μελισσουργοῦ τις εἰσελθών, ἐκείνου ἀπόντος, τό τε μέλι καὶ τὰ κηρία ὑφείλετο. Ὁ δὲ ἐπανελθών, ἐπειδὴ ἐθεάσατο ἐρήμους τὰς κυψέλας, εἱστήκει ταύτας διερευνῶν. Αἱ δὲ μέλισσαι ἐπανελθοῦσαι ἀπὸ τῆς νομῆς, ὡς κατέλαβον αὐτόν, παίουσαι τοῖς κέντροις, τὰ πάνδεινα διετίθεσαν. Κἀκεῖνος ἔφη πρὸς αὐτάς· « Ὦ κάκιστα ζῷα, ὑμεῖς τὸν μὲν κλέψαντα ὑμῶν τὰ κηρία ἀθῷον ἀφήκατε, ἐμὲ δὲ τὸν ἐπιμελούμενον ὑμῶν δεινῶς τύπτετε. »
Οὕτως ἔνιοι τῶν ἀνθρώπων δι᾿ ἄγνοιαν τοὺς ἐχθροὺς μὴ φυλαττόμενοι, τοὺς φίλους ὡς ἐπιβούλους ἀπωθοῦνται.

No comments:

Post a Comment

Γράψετε μόνον ἑλληνιστί, παρακαλῶ.