Friday, September 8, 2017

Μῦθοι Αἰσώπειοι· σκα', σκβ', σκγ'

Λύκος καὶ ἀρήν

Lupus et Agnus

Λύκος τις ἰδὼν ἄρνα κατωτέρω τοῦ ποταμοῦ πίνοντα ἐβούλετο φαγεῖν αὐτόν. Καὶ αἰτίαν  κατὰ αὐτοῦ ζητῶν κατεῖπεν αὐτοῦ ῥυπᾶν τὁ ὕδωρ. Ὁ δὲ ἀπεκρίνατο λέγων ὅτι οὐ μονον  τοῖς ἄκροις χείλεσιν πίνοι ἀλλὰ καὶ κατωτέρω εἴη. Ὁ μὲν οὖν λύκος εἶπεν ὅτι ὁ ἄρην  πέρυσι λοιδορήσαι τὸν τοῦ λύκου πατέρα. Ὁ δὲ ἄρην οὔπω ἓν ἔτος ἐγεγόνει. Ὁ μέντοι λύκος ἔτι ἐβούλετο φαγεῖν τὸν ἄρνα.

Ἀνάγνωσις τοῦ σκα' μύθου

Λύκος καὶ ἀρνίον <εἰς ἱερὸν καταφυγόν>


Ἀρνίον τι ἀπὸ λύκου φυγῶν εἰς ναὸν εἰσῆλθεν. Ἔξελθε, ἔφη ὁ λύκος, ἵνα μὴ τῷ θεῷ θυσιασθῇ. Τὸ δὲ ἀρνίον εἴλετο θυσία τῷ θεῷ ἢ σῖτον τῷ λύκῳ γενήσεσθαι.

Ἀνάγνωσις τοῦ σκβ' μύθου

Λύκος καὶ γραῦς

Lupus et Nutrix

Λύκος τις περιπατῶν ἦλθε πρὸς οἶκον, ὅπου γραῦς καὶ παιδίον παρῆσαν. Ἀκούοντος δὲ τοῦ λύκου, ἡ γραῦς ἠπείλησε τῷ παιδίῳ παραδοῦναι αὐτὸ τῷ λύκῳ. Διὸ ὁ  λύκος ἔμενε προσδοκῶν εἰς τὴν ἑσπέραν. Ἐσπέρας δὲ γενομένης ἡ γραῦς εἶπεν ὅτι ἀποκτείναιεν ἂν τὸν λύκον εἰ οὗτος ἔλθοι. Διὰ τοῦτο ὁ λύκος ἠπόρησεν.

Ἀνάγνωσις τοῦ σκγ' μύθου



Λύκος καὶ ἀρήν
Λύκος θεασάμενος ἄρνα ἀπό τινος ποταμοῦ πίνοντα, τοῦτον ἐβουλήθη μετά τινος εὐλόγου αἰτίας καταθοινήσασθαι. Διόπερ στὰς ἀνωτέρω ᾐτιᾶτο αὐτὸν ὡς θολοῦντα τὸ ὕδωρ καὶ πιεῖν αὐτὸν μὴ ἐῶντα. Τοῦ δὲ λέγοντος ὡς ἄκροις τοῖς χείλεσι πίνει καὶ ἄλλως οὐ δυνατὸν κατωτέρω ἑστῶτα ἐπάνω ταράσσειν τὸ ὕδωρ, ὁ λύκος ἀποτυχὼν ταύτης τῆς αἰτίας ἔφη· « Ἀλλὰ πέρυσι τὸν πατέρα μου ἐλοιδόρησας. » Εἰπόντος δὲ ἐκείνου μηδὲ τότε γεγενῆσθαι, ὁ λύκος ἔφη πρὸς αὐτόν· « Ἐὰν σὺ ἀπολογιῶν εὐπορῇς, ἐγώ σε οὐχ ἧττον κατέδομαι. »
Ὁ λόγος δηλοῖ ὅτι οἷα ἡ πρόθεσίς ἐστιν ἀδικεῖν, παρ᾿ αὐτοῖς οὐδὲ δικαία ἀπολογία ἰσχύει.
Λύκος καὶ ἀρνίον <εἰς ἱερὸν καταφυγόν>
Λύκος ἀρνίον ἐδίωκε· τὸ δὲ εἴς τι ἱερὸν κατέφυγε. Προσκαλουμένου δὲ αὐτὸ τοῦ λύκου καὶ λέγοντος ὅτι θυσιάσει αὐτὸ ὁ ἱερεύς, εἰ καταλάβῃ, τῷ θεῷ, ἐκεῖνο ἔφη· « Ἀλλ᾿ αἱρετώτερόν μοί ἐστι θεοῦ θυσίαν γενέσθαι ἢ ὑπὸ σοῦ διαφθαρῆναι. »
Ὁ λόγος δηλοῖ ὅτι οἷς ἐπίκειται τὸ ἀποθανεῖν κρείττων ἐστὶν ὁ μετὰ δόξης θάνατος.
Λύκος καὶ γραῦς
Λύκος λιμώττων περιῄει ζητῶν τροφήν. Γενόμενος δὲ κατά τινα τόπον, ἤκουσε παιδίου κλαίοντος καὶ γραὸς λεγούσης αὐτῷ· « Παῦσαι τοῦ κλαίειν· εἰ δὲ μή, τῇ ὥρᾳ ταύτῃ ἐπιδώσω σε τῷ λύκῳ. » Οἰόμενος δὲ ὁ λύκος ὅτι ἀληθεύει ἡ γραῦς, ἵστατο πολλὴν ἐκδεχόμενος ὥραν. Ὡς δ᾿ ἑσπέρα κατέλαβεν, ἀκούει πάλιν τῆς γραὸς κολακευούσης τὸ παιδίον καὶ λεγούσης αὐτῷ· « Ἐὰν ἔλθῃ ὁ λύκος δεῦρο, φονεύσομεν, ὦ τέκνον, αὐτόν. » Ταῦτα ἀκούσας ὁ λύκος ἐπορεύετο λέγων· « Ἐν ταύτῃ τῇ ἐπαύλει ἄλλα μὲν λέγουσιν, ἄλλα δὲ πράττουσιν. »
Ὁ μῦθος πρὸς ἀνθρώπους οἵτινες τὰ ἔργα τοῖς λόγοις οὐκ ἔχουσιν ὅμοια.

1 comment:

  1. Χαῖρε,

    Καὶ εἰ οὐ μοι μέλει πολλοῦ τῆς προφορᾶς, ὅμως πράγματά τινα ἐν τῷ πῶς προφέρεις φθόγγους τινάς με ἐνοχλεῖ ὀλίγον, οἷον τὸ σὲ προφέρειν τὸ “σ” μεταξὺ δυοῖν φωνηέντων ὡσπερεὶ Ἰταλιστὶ ἐλάλεις, δηλονότι ὡς [z]. οὐδαμῶς προφέρεται οὕτως τήμερον οὔτε προεφέρετό ποτε, καθ΄ ὅσον ἐμὲ εἰδέναι. Τὸ “φιλοσοφία” καὶ τὸ “φιλοζοφία” (< ζόφος = βαθὺς σκότος) οὐδαμῶς ταὐτό εἰσίν.

    Τὸ δεύτερον, ἐνίοτε, ἀλλὰ ἑκάστοτε ἐν τοῖς αὐτοῖς πράγμασιν, πλημμελῶς τονοῖς λέξεις τινὰς, π.χ. “μετά τινος” ἔχει μόνον ἕνα τόνον, ὡσπερεὶ ἐγράφετο “μετάτινος”, καὶ οὐ δύο.

    Τὸ τρίτον, ὅσον ἔγωγε ἀκούω, τὸ “υ” σου ἀκούεται ὡς “ου” (“ὕδωρ” ἀκούεται “οὕδωρ” hudor), καὶ δέοι ἂν ὡς [y], ἢ ὡς “ι” γε, ὅς ἐγγύτερός ἐστι τῷ ἀληθινῷ φθόγγῳ [y]. Τοῦτο τεκμαίρεσθαί ἐστι καὶ τῇ νῦν προφορᾷ, λέγουσιν γὰρ τὸ “υ”· “ι”.
    Ἴσως ἄρα ἄμεινον ἂν εἴη λέγειν hidor.

    Ἀλλ΄ οὐδαμῶς λοιδορῶ σε, ἐπαινετέος μᾶλλον εἶ τοσούτῳ ἐπωφελεῖ πράγματι ὠφελῶν ἡμᾶς τοὺς μανθάνοντας, ἀλλὰ μόνον παραινῶ ὅπως ἔτι καλλίους γένωνται αἱ φωνητικαὶ ἐγγραφαί σου.

    Ἔρρωσο.

    ReplyDelete

Γράψετε μόνον ἑλληνιστί, παρακαλῶ.