Friday, November 3, 2017

Μῦθοι Αἰσώπειοι· σμε', σμϛ', σμζ'

Ναυαγὸς καὶ θάλασσα

Mare et Vox Eius


Ναυαγίαν παθών τις καὶ εἰς νῆσον ἀφιγμένος κατηγόρουν τῆς θαλάσσης, ὡς αὐτὴ τὸ μὲν πρῶτον πραεῖα φαινομένη ἀπατῴη τοὺς ναύτας, ἔπειτα δὲ ὠργισμένη ἀποκτείνοι αὐτούς. Ἡ δὲ θάλασσα γυναικὶ ἐοικυῖα ἐφάνη λέγουσα τοῦτο, αὐτῆς ἀκούσης, διὰ τοὺς ἀνέμους γίγνεσθαι.

Ἀνάγνωσις τοῦ σμε' μύθου

Νεανίσκοι καὶ μάγειρος


Νεανία τινὲ εἰς σκήνην μαγείρου εἰσηλθέτην. Πράγματός τινος τῷ μαγείρῳ μέλοντος, ὁ ἕτερος ἁρπάσας μέρος κρέως ἔκρυψεν αὐτὸ ἐν τῷ θατέρου κόλπῳ. Ἐπειδὴ ὁ μάγειρος γνοὺς τὸν δόλον ᾐτιάθη αὐτούς, ὁ μὲν κλέψας οὐκ ἔφη ἔχειν, ὁ δ' ἔχων ἠρνήσατο κλέψαι. Ὁ οὖν μάγειρος ἐκάλεσε τὴν τῶν πανοπτῶν θεῶν τιμωρίαν ἐπ' αὐτούς.

Ἀνάγνωσις τοῦ σμϛ' μύθου

Νεβρὸς καὶ ἔλαφος

Deer in Phu Khieo Wildlife Sanctuary (9214560817)

Τοῦ νεβροῦ τὸν πατέρα ἐρομένου διὰ τί οὗτος καίπερ θάττων τε τῶν κυνῶν ὢν καὶ κέρατα ἔχων φοβοῖτο αὐτούς, ὁ ἔλαφος ἀπεκρίνατο λέγων ὅτι τοῦτο γίγνοιτο ὥσπερ αὐτοματιζούσης τῆς φύσεως.

Ἀνάγνωσις τοῦ σμζ' μύθου


Ναυαγὸς καὶ θάλασσα
Ναυαγὸς ἐκβρασθεὶς εἰς τὸν αἰγιαλὸν ἐκοιμᾶτο διὰ τὸν κόπον· μετὰ μικρὸν δὲ ἐξαναστάς, ὡς ἐθεάσατο τὴν θάλασσαν, ἐμέμφετο αὐτῇ ὅτι γε δελεάζουσα τοὺς ἀνθρώπους τῇ πραότητι τῆς συνόψεως, ἡνίκα ἂν αὐτοὺς προσδέξηται, ἀπαγριουμένη διαφθείρει. Ἡ δὲ ὁμοιωθεῖσα γυναικὶ ἔφη πρὸς αὐτόν· « Ἀλλ᾿, ὦ οὗτος, μὴ ἐμὲ μέμφου, ἀλλὰ τοὺς ἀνέμους· ἐγὼ μὲν γὰρ φύσει τοιαύτη εἰμὶ ὁποίαν καὶ νῦν με ὁρᾷς· οἱ δὲ αἰφνίδιόν με ἐπέρχονται καὶ κυματοῦσι καὶ ἐξαγριοῦσιν. »
Ἀτὰρ οὖν καὶ ἡμᾶς ἐπὶ τῶν ἀδικημάτων οὐ δεῖ τοὺς δρῶντας αἰτιᾶσθαι, ὅταν ἑτέροις ὑποτεταγμένοι ὦσι, τοὺς δὲ τούτοις ἐπιστατοῦντας.
Νεανίσκοι καὶ μάγειρος
Δύο νεανίσκοι ἐν ταὐτῷ κρέας ὠνοῦντο. Καὶ δὴ τοῦ μαγείρου περισπασθέντος, ὁ ἕτερος ὑφελόμενος ἀκροκώλιον, εἰς τὸν τοῦ ἑτέρου κόλπον καθῆκεν. Ἐπιστραφέντος δὲ αὐτοῦ καὶ ἐπιζητοῦντος, αἰτιωμένου τε ἐκείνους, ὁ μὲν εἰληφὼς ὤμνυε μὴ ἔχειν, ὁ δὲ ἔχων μὴ εἰληφέναι. Καὶ ὁ μάγειρος αἰσθόμενος αὐτῶν τὴν κακοτεχνίαν, εἶπεν· « Ἀλλὰ κἂν ἐμὲ λάθητε ἐπιορκοῦντες, θεοὺς μέντοι γε οὐ λήσετε. »
Ὁ λόγος δηλοῖ ὅτι ἡ αὐτή ἐστιν ἡ ἀσέβεια τῆς ἐπιορκίας, κἂν αὐτήν τις κατασοφίζηται.
Νεβρὸς καὶ ἔλαφος
Νεβρός ποτε πρὸς τὸν ἔλαφον εἶπε· « Πάτερ, σὺ καὶ μείζων καὶ ταχύτερος κυνῶν πέφυκας, καὶ κέρατα πρὸς τούτοις ὑπερφυᾶ φέρεις εἰς ἄμυναν. Τί δή ποτ᾿ οὖν οὕτω τούτους φοβῇ; » Κἀκεῖνος γελῶν εἶπεν· « Ἀληθῆ μὲν ταῦτα φῇς, τέκνον· ἓν δ᾿ οἶδα, ὡς, ἐπειδὰν κυνὸς ὑλακὴν ἀκούσω, αὐτίκα πρὸς φυγὴν οὐκ οἶδ᾿ ὅπως ἐκφέρομαι. »
Ὁ μῦθος δηλοῖ ὅτι τοὺς φύσει δειλοὺς οὐδεμία παραίνεσις ῥώννυσιν.

No comments:

Post a Comment

Γράψετε μόνον ἑλληνιστί, παρακαλῶ.