Friday, November 17, 2017

Μῦθοι Αἰσώπειοι· σνα', σνβ', σνγ'

Νυκτερὶς καὶ γαλαῖ



Νυκτερίς τις ὑπὸ γαλῆς ἀλοῦσα ἐδεήθη τῆς σωτηρίας. Καὶ τῆς γαλῆς ἀρνηθείσης ὡς  πάντας τοὺς ὄρνιθας μισούσης, εἰποῦσα μῦς εῖναι διἐλύθη. Πάλιν δὲ γαλῆς ἄλλης τινὸς τὴν νυκτερίδα συλλαβούσης καὶ αὐτῆς τοὺς μύας πολεμούσης, ἡ νυκτερὶς προσποιησαμένη ὄρνις εῖναι ἠλευθερώθη.

Ἀνάγνωσις τοῦ σνα' μύθου

Ξύλα καὶ ἐλαία


Τὰ δένδρα βουλόμενα βασιλέα ἔχειν πρῶτον μὲν προσήνεγκε τὴν βασιλείαν τῇ ἐλαίᾳ. Ἡ δ' εἱλουμένη τὸ  πίονας καρποὺς ἐκφέρειν ἀντὶ τοῦ βασιλεύειν ἠρνήσατο. Ἔπειτα δὲ προσελθόντα πρὸς τὴν συκῆν ἤκουσεν αὐτῆς λεγούσης ὅτι μᾶλλον ἀρέσκοι αὐτῇ γλυκέας καρποὺς ἐκφέρειν. Τέλος δὲ ἡ ῥάμνος δεξαμένη τὴν βασιλείαν ἠπείλησεν αὐτοῖς πῦρ καιόμενον.

Ἀνάγνωσις τοῦ σνβ' μύθου

Ξυλευόμενος καὶ Ἑρμῆς


Ξυλοτόμος τις ἀπολέσας τὴν ἀξίνην ἐν τῷ ποτάμῳ πολὺ ἔκλαεν. Ὁ δ' Ἑρμῆς ἐλέησας αὐτὸν καταβὰς εἰς τὸν ποταμὸν ἤνεγκε πέλεκυν χρυσῆν. Τοῦ δὲ Ἑρμοῦ ἐρομένοῦ  εἰ αὕτη εἴη ἡ πέλεκυς αὐτοῦ, ὁ ἐργάτης  ἠρνήσατο. Ἔπειτα δ' ὁ θεὸς πάλιν καταβὰς ἔδωκεν αὐτῷ πέλεκυν ἀργυρῆν. Ἀλλὰ καὶ ταύτην οὐκ ἐδέξατο ὁ ἄνθρωπος. Τέλος δὲ ὁ Ἑρμῆς εὑρὼν τὴν  πέλεκυν αὐτοῦ καὶ ἐπαινῶν τὴν δικαιοσύνην τὰς τρεῖς πελέκεις ἔδωκεν αὐτῷ. Ἄλλος δὲ ξυλοτόμος τις ταῦτα ἀκούσας, ἐλπίζων καὶ αὐτὸς χρυσόν τε καὶ ἄργυρον ἀπὸ τοῦ θεοῦ ληφθήσεσθαι, βαλὼν τὴν πέλεκυν εἰς τὸν ποταμόν, ἔκλαεν. Ὁ μὲν οὖν Ἑρμῆς ἐλέησας καὶ καταβὰς καὶ δείξας πέλεκυν χρυσῆν ἤρετο τοῦτον τὸν ἄνθρωπον εἰ αὕτη εἴη ἡ πέλεκυς αὐτοῦ. Ὁ δὲ ψευδῆς ὢν κατένευσεν. Ὁ δὲ Ἑρμῆς γνοὺς τὴν πονηρὰν φύσιν αὐτοῦ οὐκ ἔδωκεν αὐτῷ οὐδέν.

Ἀνάγνωσις τοῦ σνγ' μύθου


Νυκτερὶς καὶ γαλαῖ
Νυκτερὶς ἐπὶ γῆς πεσοῦσα ὑπὸ γαλῆς συνελήφθη, καὶ μέλλουσα ἀναιρεῖσθαι περὶ σωτηρίας ἐδεῖτο. Τῆς δὲ φαμένης μὴ δύνασθαι αὐτὴν ἀπολῦσαι, φύσει γὰρ πᾶσι τοῖς πτηνοῖς πολεμεῖν, αὐτὴ ἔλεγεν οὐκ ὄρνις, ἀλλὰ μῦς εἶναι, καὶ οὕτως ἀφείθη. Ὕστερον δὲ πάλιν πεσοῦσα καὶ ὑφ᾿ ἑτέρας συλληφθεῖσα γαλῆς μὴ βρωθῆναι ἐδεῖτο. Τῆς δὲ εἰπούσης ἅπασιν ἐχθραίνειν μυσίν, αὐτὴ μὴ μῦς, ἀλλὰ νυκτερὶς ἔλεγεν εἶναι, καὶ πάλιν ἀπελύθη. Καὶ οὕτω συνέβη δὶς αὐτὴν ἀλλαξαμένην τὸ ὄνομα σωτηρίας τυχεῖν.
Ὁ μῦθος δηλοῖ ὅτι δεῖ καὶ ἡμᾶς μὴ τοῖς αὐτοῖς ἀεὶ ἐπιμένειν, λογιζομένους ὡς οἱ τοῖς καιροῖς συμμετασχηματιζόμενοι πολλάκις τοὺς κινδύνους ἐκφεύγουσιν.
Ξύλα καὶ ἐλαία
Ξύλα ποτὲ ἐπορεύθη τοῦ χειροτονῆσαι ἐφ᾿ ἑαυτῶν βασιλέα καὶ εἶπαν τῇ ἐλαίᾳ· « Βασίλευσον ἐφ᾿ ἡμῶν. » Καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία· « Ἀφεῖσα τὴν πιότητά μου ἣν ἐδόξασεν ἐν ἐμοὶ ὁ θεὸς καὶ οἱ ἄνθρωποι, πορευθῶ ἄρχειν τῶν ξύλων; » Καὶ εἶπαν τὰ ξύλα τῇ συκῇ· « Δεῦρο, βασίλευσον ἐφ᾿ ἡμῶν. » Καὶ εἶπεν αὐτὴ ἡ συκῆ· « Ἀφεῖσα τὴν γλυκύτητά μου καὶ τὸ γέννημά μου τὸ ἀγαθόν, πορευθῶ τοῦ ἄρχειν τῶν ξύλων; » Καὶ εἶπαν τὰ ξύλα πρὸς τὴν ῥάμνον· « Δεῦρο, βασίλευσον ἐφ᾿ ἡμῶν. » Καὶ εἶπεν ἡ ῥάμνος ⟨πρὸς⟩ τὰ ξύλα· « Εἰ ἐν ἀληθείᾳ ὑμεῖς χρίετέ με εἰς βασιλέα ἐφ᾿ ὑμῶν, δεῦτε ὑπόστητε ἐν τῇ σκέπῃ μου· καὶ εἰ μή, ἐξέλθοι πῦρ ἐκ τῆς ῥάμνου καὶ καταφάγοι τὰς κέδρους τοῦ Λιβάνου. »
Ξυλευόμενος καὶ Ἑρμῆς
Ξυλευόμενός τις παρὰ ποταμῷ τὸν οἰκεῖον ἀπέβαλε πέλεκυν. Ἀμηχανῶν τοίνυν παρὰ τὴν ὄχθην καθίσας ὠδύρετο. Ἑρμῆς δὲ μαθὼν τὴν αἰτίαν καὶ οἰκτείρας τὸν ἄνθρωπον, καταδὺς εἰς τὸν ποταμὸν χρυσοῦν ἀνήνεγκε πέλεκυν, καὶ εἰ οὗτός ἐστιν ὃν ἀπώλεσεν ἤρετο. Τοῦ δὲ μὴ τοῦτον εἶναι φαμένου, αὖθις καταβὰς ἀργυροῦν ἀνεκόμισε. Τοῦ δὲ μηδὲ τοῦτον εἶναι τὸν οἰκεῖον εἰπόντος, ἐκ τρίτου καταβὰς ἐκεῖνον τὸν οἰκεῖον ἀνήνεγκε. Τοῦ δὲ τοῦτον ἀληθῶς εἶναι τὸν ἀπολωλότα φαμένου, Ἑρμῆς ἀποδεξάμενος αὐτοῦ τὴν δικαιοσύνην, πάντας αὐτῷ ἐδωρήσατο. Ὁ δὲ παραγενόμενος πρὸς τοὺς ἑταίρους τὰ συμβάντα αὐτοῖς διεξελήλυθεν· ὧν εἷς τις τὰ ἴσα διαπράξασθαι ἐβουλεύσατο, καὶ παρὰ τὸν ποταμὸν ἐλθὼν καὶ τὴν οἰκείαν ἀξίνην ἐξεπίτηδες ἀφεὶς εἰς τὸ ῥεῦμα κλαίων ἐκάθητο. Ἐπιφανεὶς οὖν ὁ Ἑρμῆς κἀκείνῳ καὶ τὴν αἰτίαν μαθὼν τοῦ θρήνου, καταβὰς ὁμοίως χρυσῆν ἀξίνην ἐξήνεγκε καὶ ἤρετο εἰ ταύτην ἀπέβαλε. Τοῦ δὲ σὺν ἡδονῇ· « Ναὶ ἀληθῶς ἥδ᾿ ἐστί » φήσαντος, μισήσας ὁ θεὸς τὴν τοσαύτην ἀναίδειαν, οὐ μόνον ἐκείνην κατέσχεν, ἀλλ᾿ οὐδὲ τὴν οἰκείαν ἀπέδωκεν.
Ὁ μῦθος δηλοῖ ὅτι, ὅσον τοῖς δικαίοις τὸ θεῖον συναίρεται, τοσοῦτον τοῖς ἀδίκοις ἐναντιοῦται.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.