Friday, October 27, 2017

Μῦθοι Αἰσώπειοι· σμβ', σμγ', σμδ'

Μύρμηξ καὶ περιστερά


Μύρμηξ τις πιεῖν ἐκ κρήνης βουλόμενος, πεσὼν ἔμελλεν ἀποπνίγεσθαι. Περιστερὰ δέ  ἰδοῦσα  ἔβαλε πρὸς αὐτὸν καρφὸς ἵνα ὁ μύρμηξ ἐπ' αὐτῷ σωθείη. Τοῦτο μὲν τότε ἐγένετο, ἐπεῖτα δὲ ὁ μύρμηξ ἀπέδωκε τῇ περιστερᾷ.  Ὁ γὰρ δακὼν τὸν πόδα ἰξευτοῦ τινος πειρησαμένου λαβεῖν τὴν περιστεράν, ἠλευθέρωσεν αὐτήν.

Ἀνάγνωσις τοῦ σμβ' μύθου

Μῦς ἀρουραῖος καὶ μῦς ἀστικός

Rackham town mouse and country mouse

Μῦς τις ἐν τῷ ἄστει οἰκῶν προσελθὼν παρὰ μῦν ἐν τῇ ἀρούρᾳ ἐκεῖ διέτριβεν. Καὶ τῆς τροφῆς φαύλης οὔσης, ὁ ἐκ τῆς πόλεως παρῄνεσε τῷ ἐκ τῶν ἀγρῶν ἰέναι εἰς τὸ ἄστυ μετ' αὐτοῦ. Ὁ γὰρ σῖτος ἐν τῇ πόλει πολὺς καὶ ἡδύς  ἐστιν. Ἐκεῖ μέντοι εἰσὶ καὶ πολλοὶ καὶ φοβούντες κίνδυνοι. Διὸ οὕτερος μῦς ἐπανῆλθεν οἴκαδε.

Ἀνάγνωσις τοῦ σμγ' μύθου

Μῦς καὶ βάτραχος

0411 Rana et Mus

Μῦς ἐκ τῆς χέρσου καὶ βάτραχος φίλω ἐγενέσθην. Καὶ δεσμοῦ μεταξὺ τῶν ποδῶν δεθέντος, συνεδείπνησαν ἐπὶ τῆς γῆς. Ἔπειτα δὲ προσῆλθον εἰς τὸ ὕδωρ. Ἐνταῦθα δ' ὁ μὲν βάτραχος εἰς τὸ βάθος ἔνευσεν, ὁ δὲ μῦς ἀπεπνίχθη. Ἰκτῖνος δὲ ἰδὼν τὸ πτῶμα ἥρπασε καὶ τὸν δεδεμένον βάτραχον.

Ἀνάγνωσις τοῦ σμδ' μύθου


Μύρμηξ καὶ περιστερά
Μύρμηξ διψήσας, κατελθὼν εἰς πηγήν, παρασυρεὶς ὑπὸ τοῦ ῥεύματος ἀπεπνίγετο. Περιστερὰ δὲ τοῦτο θεασαμένη κλῶνα δένδρου περιελοῦσα εἰς τὴν πηγὴν ἔρριψεν, ἐφ᾿ οὗ καὶ καθίσας ὁ μύρμηξ διεσώθη. Ἰξευτὴς δέ τις μετὰ τοῦτο τοὺς καλάμους συνθεὶς ἐπὶ τὸ τὴν περιστερὰν συλλαβεῖν ᾔει. Τοῦτο δ᾿ ὁ μύρμηξ ἑωρακὼς τὸν τοῦ ἰξευτοῦ πόδα ἔδακεν. Ὁ δὲ ἀλγήσας τούς τε καλάμους ἔρριψε καὶ τὴν περιστερὰν αὐτίκα φυγεῖν ἐποίησεν.
Ὁ μῦθος δηλοῖ ὅτι δεῖ τοῖς εὐεργέταις χάριν ἀποδιδόναι.
Μῦς ἀρουραῖος καὶ μῦς ἀστικός
Μῦς ἀρουραῖος τὸν ἐν οἴκῳ ἐφίλει.
Ὁ δὲ τοῦ οἴκου κληθεὶς ὑπὸ τοῦ φίλου
ἦλθεν εὐθέως δειπνήσων εἰς ἀρούρας.
Ὁ δὲ ἐσθίων κριθὰς καὶ σῖτον ἔφη·
« Γίνωσκε, φίλε, μυρμήκων ζῇς τὸν βίον·
ἐπείπερ δ᾿ ἐμοὶ ἀγαθῶν ἐστι πλῆθος,
ἐμοὶ σύνελθε καὶ ἀπολαύσεις πάντων. »
Καὶ παραχρῆμα ἀπῄεσαν οἱ δύο.
Καὶ ὃς ὑπεδείκνυ ὄσπρια καὶ σῖτον,
φοίνικας ἅμα, τυρόν, μέλι ὁπώρας.
Ὁ δ᾿ αὖ θαυμάζων αὐτὸν ηὐλόγει σφόδρα
καὶ τὴν ἑαυτοῦ κατεμέμφετο τύχην.
Βουλομένων δὲ ἀπάρξασθαι ἐσθίειν,
ᾔνοιξεν εὐθὺς ἄνθρωπός τις τὴν θύραν.
Φοβηθέντες δὲ οἱ δειλαῖοι τὸν κτύπον
εἰσεπήδησαν οἱ μῦς εἰς τὰς ῥαγάδας.
Ὡς δὲ ἤθελον πάλιν ἰσχάδας ἆραι,
ἧκεν ἕτερος τοῦ λαβεῖν τι τῶν ἔνδον.
Οἱ δὲ καὶ πάλιν θεασάμενοι τοῦτον
εἰσεπήδησαν κρυβέντες ἐπὶ τρώγλης.
Ὁ δ᾿ ἀρουραῖος ὀλιγωρῶν τῇ πείνῃ
ἀνεστέναξε καὶ πρὸς τὸν ἄλλον ἔφη·
« Χαῖρε σύ, φίλε, κατεσθίων εἰς κόρον
ἐπαπολαύων αὐτὰ μετ᾿ εὐφροσύνης
καὶ τοῦ κινδύνου καὶ τοῦ πολλοῦ τοῦ φόβου·
ἐγὼ δ᾿ ὁ τάλας κριθὴν καὶ σῖτον τρώγων
ζήσω ἀφόβως μηδένα ὑποπτεύων. »
Ὁ μῦθος δηλοῖ ὅτι
τὸ λιτῶς διάγειν καὶ ζῆν ἀταράχως
ὑπὲρ τὸ τρυφᾶν ἐν φόβῳ μετ᾿ ὀδύνης.

Μῦς καὶ βάτραχος
Χερσαῖος μῦς κακῇ μοίρᾳ βατράχῳ ἐφιλιώθη. Ὁ δὲ βάτραχος κακῶς βουλευσάμενος τὸν πόδα τοῦ μυὸς τῷ ἑαυτοῦ ποδὶ συνέδησε. Καὶ πρῶτον μὲν ἐπὶ τῆς χώρας ἦλθον σῖτον δειπνήσοντες· ἔπειτα δὲ τῷ χείλει τῆς λίμνης πλησιάσαντες, ὁ μὲν βάτραχος τὸν μῦν εἰς τὸ βάθος κατῆγεν, αὐτὸς βρυάζων τῷ ὕδατι καὶ τὸ βρεκεκεκὲξ ἀνακράζων. Ὁ δὲ ἄθλιος μῦς τῷ ὕδατι φυσηθεὶς ἐτεθνήκει· ἐπέπλει δὲ τῷ ποδὶ τοῦ βατράχου συνδεδεμένος. Ἰκτῖνος δὲ τοῦτον ἰδὼν τοῖς ὄνυξιν ἥρπασεν· βάτραχος δὲ δεσμώτης ἐπηκολούθει, δεῖπνον καὶ αὐτὸς τῷ ἰκτίνῳ γενόμενος.
Ὅτι, κἂν νεκρὸς ᾖ τις ἰσχύει πρὸς ἄμυναν· ἡ γὰρ θεία δίκη ἐφορᾷ πάντα καὶ τὸ ἴσον ἀποδίδωσι ζυγοστατοῦσα.

No comments:

Post a Comment

Γράψετε μόνον ἑλληνιστί, παρακαλῶ.