Friday, November 24, 2017

Μῦθοι Αἰσώπειοι· σνδ', σνε', σνϛ'

Ὁδοιπόροι καὶ ἄρκτος

The Bear and the Travelers

Ἄρκτος ἐπεφάνη φίλοιν ἅμα βαδιζόντοιν. Ὁ μὲν ἕτερος φυγὼν ἀνὰ δένδρον ἀνέβη. Ὁ δ' ἕτερος χαμαὶ πεσὼν προσεποιεῖτο τεθνηκέναι ὅτι οἱ ἄρκτοι οὐκ ἐσθίουσι τοὺς νεκρούς. Ἡ οὖν ἄρκτος ὀσφρανθεῖσα περὶ τὸ ὠτάριον αὐτοῦ ἀπῆλθεν.  Ὁ δὲ πρῶτος  ἐκ δένδρου καταβὰς ἤρετο τί εἴποι ἡ ἄρκτος. Ὁ δὲ δεύτερος ἀποκρινάμενος εἶπεν ὅτι δέοι συμπορεύσεσθαι μετὰ φίλων μὴ καταλιπόντων αὐτὸν ἐν κινδύνοις.

Ἀνάγνωσις τοῦ σνδ' μύθου

Ὁδοιπόροι καὶ κόραξ

Head of Raven

Οἰδοπόροι τινὲς εἶδον κόρακα μονόφθαλμον. Εἷς δ' αὐτῶν εἶπε τοῦτο σημαίνειν αὐτοῖς ἐπανιτέον. Ἄλλος δὲ ὑπολαβών· οὗτος ὁ ὄρνις, ἔφη, οὔτε τὴν ἑαυτοῦ συμφορὰν προεῖδεν οὔτε τὰ μέλλοντα ἡμῖν προορᾷ.

Ἀνάγνωσις τοῦ σνε' μύθου

Ὁδοιπόροι καὶ πέλεκυς

Viatores et Securis

Συμπορευομένων δύο ὁδοιπόρων εἷς εὗρεν ἀξίνην. Ὁ δὲ δεύτερος εἶπεν ἀμφοτέρους εὑρηκέναι. Ὁ δὲ πρῶτος ἀρνηθεὶς εἶπεν αὐτὸς μόνος εὑρηκέναι. Ἔπειτα δὲ οἱ τὴν ἀξίνην  ἀποβεβληκότες παραγενόμενοι ἐδιόκον τὸν πρῶτον τὸν ἔχοντα αὐτήν. Ὁ μὲν πρῶτος ἀποτρέχων ἐκρασεν ἀμφοτέρους ἀπολωλέναι. Ὁ δὲ δεύτερος εἶπεν αὐτὸν μόνον ἀπολωλέναι.

Ἀνάγνωσις τοῦ σνϛ' μύθου


Ὁδοιπόροι καὶ ἄρκτος
Δύο φίλοι τὴν αὐτὴν ὁδὸν ἐβάδιζον. Ἄρκτου δὲ αὐτοῖς ἐπιφανείσης, ὁ μὲν ἕτερος φθάσας ἀνέβη ἐπί τι δένδρον καὶ ἐνταῦθα ἐκρύπτετο, ὁ δὲ ἕτερος μέλλων περικατάληπτος γίνεσθαι, πεσὼν κατὰ τοῦ ἐδάφους τὸν νεκρὸν προσεποιεῖτο. Τῆς δὲ ἄρκτου προσενεγκούσης αὐτῷ τὸ ῥύγχος καὶ περιοσφραινομένης τὰς ἀναπνοὰς συνεῖχε· φασὶ γὰρ νεκροῦ μὴ ἅπτεσθαι τὸ ζῷον. Ὑποχωρησάσης δέ, ὁ ἀπὸ τοῦ δένδρου καταβὰς ἐπυνθάνετο αὐτοῦ τί ἡ ἄρκτος πρὸς τὸ οὖς εἴρηκεν. Ὁ δὲ εἶπε· « Τοῦ λοιποῦ τοιούτοις μὴ συνοδοιπορεῖν φίλοις οἳ ἐν κινδύνοις οὐ παραμένουσιν. »
Ὁ λόγος δηλοῖ ὅτι τοὺς γνησίους τῶν φίλων αἱ συμφοραὶ δοκιμάζουσιν.
Ὁδοιπόροι καὶ κόραξ
Πορευομένοις τισὶν ἐπὶ πρᾶξίν τινα κόραξ ὑπήντησε τὸν ἕτερον τῶν ὀφθαλμῶν πεπηρωμένος. Ἐπιστραφέντων δὲ αὐτῶν καί τινος ὑποστρέψαι παραινοῦντος, τοῦτο γὰρ σημαίνειν τὸν οἰωνόν, ἕτερος ὑποτυχὼν εἶπε· « Καὶ πῶς οὗτος ἡμῖν δύναται τὰ μέλλοντα μαντεύεσθαι, ὃς οὐδὲ τὴν ἰδίαν πήρωσιν προεῖδεν, ἵνα φυλάξηται; »
Οὕτω καὶ τῶν ἀνθρώπων οἱ ἐν τοῖς ἰδίοις ἄβουλοι καὶ εἰς τὰς τῶν πέλας συμβουλίας ἀδόκιμοί εἰσιν.
Ὁδοιπόροι καὶ πέλεκυς
Δύο ἐν ταὐτῷ ὡδοιπόρουν. Ἑτέρου δὲ πέλεκυν εὑρόντος, ὁ ἕτερος ἔλεγεν· « Εὑρήκαμεν. » Ὁ δὲ ἕτερος παρῄνει μὴ λέγειν « Εὑρήκαμεν, » ἀλλ᾿ « Εὕρηκας. » Μετὰ μικρὸν δὲ ἐπελθόντων αὐτοῖς τῶν ἀποβεβληκότων τὸν πέλεκυν, ὁ ἔχων αὐτὸν διωκόμενος ἔλεγε πρὸς τὸν συνοδοιπόρον· « Ἀπολώλαμεν. » Ἐκεῖνος δὲ ἔφη· « ‹Μὴ ἀπολώλαμεν εἴπῃς›, ἀλλ᾿ ἀπόλωλα· οὐδὲ γὰρ, ὅτε τὸν πέλεκυν εὗρες, ἐμοὶ αὐτὸν ἀνεκοινώσω. »
Ὁ λόγος δηλοῖ ὅτι οἱ μὴ μεταλαβόντες τῶν εὐτυχημάτων οὐδὲ ἐν ταῖς συμφοραῖς βέβαιοί εἰσι φίλοι.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.