Friday, November 10, 2017

Μῦθοι Αἰσώπειοι· σμη', σμθ', σν'

Νέος ἄσωτος καὶ χελιδών

Iuvenis et Hirundo

Οἱ μὲν πολλοὶ ἴσασιν ὅτι μία χηλιδὼν ἔαρ οὐ ποιεῖ. Νεανίας δέ τις, τὴν τοῦ πατρὸς οὐσίαν διαφθείρας, ἰδὼν χηλιδόνα ἐπώλησε καὶ τὸ ἱμάτιον. Ψυχροῦ δὲ πάλιν γενομένου, ἡ μὲν χηλιδὼν ἀπέθανεν, ὁ δὲ νεανίας ἐμέμφθην αὐτὴν ὥς ἀμφοτέρους  ἀπολέσασαν.

Ἀνάγνωσις τοῦ σμη' μύθου

Νοσῶν καὶ ἰατρός

Aegrotus, Amicus et Medicus 

Ἰατρός τις ἤρετο ἀρρωστοῦντά τινα πῶς ἔχοι. Ἀποκρινομένου δὲ αὐτοῦ ὅτι πολὺ ἵδρωκεν, ὁ ἰατρός εἶπε τοῦτο ἀγαθὸν εἶναι. Παλὶν δὲ τοῦ ἰατροῦ ταὐτὸ ἐρομένου, ὁ νοσῶν εἶπεν ὅτι συνεχῶς σέσεικεν. Ἀλλὰ τοῦτο ἀγαθὸν, ἔφη ὁ ἰατρός. Ἔπειτα δὲ τῷ ἰατρῷ βουλομένῳ περὶ αὐτοῦ εἰδέναι ὁ ἀσθηνῶν ἀπεκρίνατο λέγων ὅτι διάρροιαν πέπονθεν. Ἀλλὰ καὶ τοῦτο ἤρεσεν τῷ ἰατρῷ. Διὸ δὴ ὁ ταλαίπωρος ἀνὴρ τῷ δούλῳ περὶ τοῦ δεσπότου φροντίζοντι εἶπεν ὑπὸ τῶν ἀγαθῶν ἀπολωλέναι.

Ἀνάγνωσις τοῦ σμθ' μύθου

Νυκτερὶς καὶ βάτος καὶ αἴθυια

1207 Vespertilio, Mergus et Rubus

Νυκτερὶς, ἥτις ἐστὶ μῦς πετόμενος, καὶ βάτος, ἥτις ἐστὶ φυτὸν ἀκανθινόν, καὶ αἴθυια, ἥτις ἐστὶν ὄρνις θαλασσία, ἐμπορικὴν κοινωνὶαν ποιησάμεναι ἐπὶ ναῦν ἐπέβησαν. Ἡ μὲν νυκτερὶς  εἶχε νομίσματα δεδανεισμένα, ἡ δὲ βάτος ἱμάτια, ἡ δὲ αἴθυια χαλκόν. Χειμῶνος δὲ γενομένου, νεναυαγηκυῖαι καὶ πάντα ἀπολωλεκυῖαι ἐσώθησαν εἰς τὴν ἤπειρον. Ἀπὸ δὲ τούτου ἡ μὲν νυκτερὶς  φοβοῦσα τοὺς τραπεζίτας μόνον νυκτὸς οἴκοθεν ἐξέρχεται, ἡ δὲ βάτος ζητοῦσα τὰ ἑαυτῆς ἱμάτια διαφθέρει τὰ τῶν λοιπῶν, ἡ αἴθυια παραμένει παρὰ τοὺς ἀγιαλοὺς ἐλπίζουσα τὴν θάλασσαν ἀποδώσειν τὸν χαλκὸν αὐτῆς.

Ἀνάγνωσις τοῦ σν' μύθου


Νέος ἄσωτος καὶ χελιδών
Νέος ἄσωτος καταφαγὼν τὰ πατρῷα, ἱματίου αὐτῷ μόνου περιλειφθέντος, ὡς ἐθεάσατο χελιδόνα παρὰ καιρὸν ἐλθοῦσαν, οἰόμενος ἤδη θέρος εἶναι, ὡς μηκέτι δεόμενος τοῦ ἱματίου, καὶ τοῦτο φέρων ἀπημπόλησεν. Ὕστερον δὲ χειμῶνος ἐπιλανόντος καὶ σφοδροῦ τοῦ κρύους γενομένου, περιιών, ἐπειδὴ εἶδε τὴν χελιδόνα νεκρὰν ἐρριγωμένην, ἔφη πρὸς αὐτήν· « Ὦ αὕτη, σὺ κἀμὲ καὶ σὲ ἀπώλεσας. »
Ὁ λόγος δηλοῖ ὅτι πάντα τὰ παρὰ καιρὸν δρώμενα ἐπισφαλῆ τυγχάνουσιν.
Νοσῶν καὶ ἰατρός
Νοσῶν τις καὶ ἐπερωτώμενος ὑπὸ τοῦ ἰατροῦ πῶς διετέθη, ἔλεγε πλέον τοῦ δέοντος ἱδρωκέναι. Ὁ δὲ ἔφη· Ἀγαθὸν τοῦτο. Ἐκ δευτέρου δὲ ἐρωτώμενος πῶς ἔχοι, ἔφη φρίκῃ συνεχόμενος διατετινάχθαι. Ὁ δέ· « Καὶ τοῦτο, ἔφη, ἀγαθόν. » Τὸ δὲ τρίτον ὡς παρεγένετο καὶ ἐπηρώτα αὐτὸν περὶ τῆς νόσου, διαρροίᾳ περιπεπτωκέναι ἔφασκε. Κἀκεῖνος ἀγαθὸν καὶ τοῦτο φήσας ἀπηλλάγη. Τῶν δὲ οἰκείων τινὸς παραγενομένου πρὸς αὐτὸν καὶ πυνθανομένου πῶς ἔχοι, ἔφη πρὸς αὐτόν· « Ἐγώ σοι ὑπὸ τῶν ἀγαθῶν ἀπόλωλα. »
Οὕτω πολλοὶ τῶν ἀνθρώπων ἐπὶ τούτοις ὑπὸ τῶν πέλας μακαρίζονται τῇ ἔξωθεν οἰήσει, ἐφ᾿ οἷς αὐτοὶ παρ᾿ ἑαυτοῖς τὰ μάλιστα δυσφοροῦσιν.
Νυκτερὶς καὶ βάτος καὶ αἴθυια
Νυκτερὶς καὶ βάτος καὶ αἴθυια ἑταιρείαν ποιησάμεναι, ἐμπορικὸν διέγνωσαν βίον ζῆν. Ἡ μὲν οὖν νυκτερὶς ἀργύριον δανεισαμένη καθῆκεν εἰς τὸ μέσον, ἡ δὲ βάτος ἐσθῆτα μετ᾿ ἑαυτῆς ἔλαβεν, ἡ δὲ αἴθυια τρίτη χαλκόν· καὶ ἀπέπλευσαν. Χειμῶνος δὲ σφοδροῦ γενομένου καὶ τῆς νεὼς περιτραπείσης, πάντα ἀπολέσασαι αὐταὶ ἐπὶ τὴν γῆν διεσώθησαν. Ἐξ ἐκείνου τοίνυν ἡ μὲν αἴθυια τοῖς αἰγιαλοῖς ἀεὶ παρεδρεύει, μή που τὸν χαλκὸν ἐκβάλλῃ ἡ θάλαττα· ἡ δὲ νυκτερὶς τοὺς δανειστὰς φοβουμένη, τῆς μὲν ἡμέρας οὐ φαίνεται, νύκτωρ δ᾿ ἐπὶ νομὴν ἔξεισιν· ἡ δὲ βάτος τῆς τῶν παριόντων ἐσθῆτος ἐπιλαμβάνεται, εἴ που τὴν οἰκείαν ἐπιγνοίη ζητοῦσα.
Ὁ μῦθος δηλοῖ ὅτι περὶ ἃ σπουδάζομεν, τούτοις ἐς ὕστερον περιπίπτομεν.

No comments:

Post a Comment

Γράψετε μόνον ἑλληνιστί, παρακαλῶ.