Λάρος καὶ ἰκτῖνος
Λάρος οὐ δυνάμενος μείζονα ἰχθὺν καταφαγεῖν ἀπέθανεν. Ἰκτῖνος δὲ θεασάμενος εἶπεν ὅτι τοῦτο ἐπιπρέποι τῷ μὲν πετομένῳ τρεφομένῳ δὲ ἐπὶ τῆς θαλάσσης.
Ἀνάγνωσις τοῦ ρϙγ' μύθου
Λέαινα καὶ ἀλώπηξ
Ὦ ἀλώπηξ, ἔφη ἡ λέαινα, ἓν μὲν τέκνον τίκτω, λέοντα δ' ὄν.
Ἀνάγνωσις τοῦ ρϙδ' μύθου
Λέοντος βασιλεία
Ἐν τῇ τοῦ ἀγαθοῦ λέοντος βασιλείᾳ εἰρήνη καὶ δικαιοσύνη ἦσαν. Ἔδει γὰρ τὰ ζῷα ἀθροισθῆναι ἵνα τὰ βίαια δίκην δοίη τοῖς εὐτελέσιν. Διόπερ ἐχάρη ὁ πτώξ, τοῦτ' ἔστι λαγωός.
Ἀνάγνωσις τοῦ ρϙε' μύθου
Λάρος καὶ ἰκτῖνος
Λάρος ἰχθὺν καταπιών, διαρραγέντος αὐτῷ τοῦ φάρυγγος, ἐπὶ τῆς ἠϊόνος νεκρὸς ἔκειτο. Ἰκτῖνος δὲ αὐτὸν θεασάμενος ἔφη· « Ἄξια σύ γε πέπονθας, ὅτι πτηνὸν γεννηθεὶς ἐπὶ θαλάσσης τὴν δίαιταν ἐποιοῦ. »
Οὕτως οἱ τὰ οἰκεῖα ἐπιτηδεύματα καταλιπόντες καὶ τοῖς μηδὲν προσήκουσιν ἐπιβαλλόμεμοι εἰκότως δυστυχοῦσιν.
Λέαινα καὶ ἀλώπηξ
Λέαινα ὀνειδιζομένη ὑπὸ ἀλώπεκος ἐπὶ τῷ διὰ παντὸς ἕνα τίκτειν· « Ἕνα, ἔφη, ἀλλὰ λέοντα. »
Ὅτι τὸ καλὸν οὐκ ἐν πλήθει δεῖ μετρεῖν, ἀλλὰ πρὸς ἀρετὴν ἀφορᾶν.
Λέοντος βασιλεία
Λέων τις ἐβασίλευσεν οὐχὶ θυμώδης, οὐδὲ ὠμός, οὐδὲ βίαιος, ἀλλὰ πρᾷος καὶ δίκαιος, ὥσπερ ἄνθρωπος. Ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας συναθροισμὸς ἐγένετο πάντων τῶν ζῴων δοῦναι δίκας καὶ λαβεῖν πρὸς ἄλληλα, ὁ λύκος μὲν προβάτῳ, πάρδαλις δὲ αἰγάγρῳ, ἐλάφῳ δὲ τίγρις, κύων δὲ λαγωῷ. Ὁ πτὼξ δὲ ἔφη· « Πολλὰ ηὐχόμην ἰδεῖν τὴν ἡμέραν ταύτην, ἵνα τοῖς βιαίοις φοβερὰ τὰ εὐτελῆ φανῶσιν. »
Ὅτι δικαιοσύνης ἐν πόλει οὔσης καὶ δικαίως πάντων δικαζόντων, καὶ οἱ εὐτελεῖς ἀταράχως βιοῦσιν.
No comments:
Post a Comment
Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.