Friday, June 23, 2017

Μῦθοι Αἰσώπειοι· ρϙ', ρϙα', ρϙβ'

Λαγωοὶ καὶ ἀλώπεκες


Οἱ λαγωοὶ πολεμοῦντες τοῖς ἀετοῖς ᾔτησαν  τὰς ἀλώπεκας  συμμάχους γενέσθαι ἐπ' αὐτούς. Αἱ δὲ ἀλώπεκες οὐκ εὐμενῶς ἔχουσαι πρὸς τοὺς λαγωοὺς ἠρνήσαντο.

Ἀνάγνωσις τοῦ ρϙ' μύθου

Λαγωοὶ καὶ βάτραχοι

Lepores et Ranae


Οἱ λαγωοὶ δοκοῦντες ταλαίπωροι εἶναι ἐβουλεύσαντο αὐτοχειρὶ ἀποθανεῖν ὡς εἰς λίμνην πηδησόμενοι. Οἱ δὲ βάτραχοι ἰδόντες τοσούτους  λαγωοὺς εἰς τὴν λίμνην ἔσπευσαν. Εἷς δὲ τῶν λαγωῶν φρονιμώτερος ὢν εἶπεν ὅτι δέοι στῆναι. Ἄλλους γὰρ εἶναι ταλαιπωροτέρους τῶν λαγωῶν.

Ἀνάγνωσις τοῦ ρϙα' μύθου

Λαγωὸς καὶ ἀλώπηξ

Harefox

Λαγωός τις βουλόμενος εἰδέναι πότερον ἡ ἀλώπηξ ὄντως κερδαλέα εἴη, εἰς δεῖπνον κληθείς,  ἔμαθεν αὐτὸς ὢν τῇ ἀλώπεκι δεῖπνον.

Ἀνάγνωσις τοῦ ρϙβ' μύθου


Λαγωοὶ καὶ ἀλώπεκες
Λαγωοί ποτε πολεμοῦντες ἀετοῖς παρεκάλουν εἰς συμμαχίαν ἀλώπεκας. Αἱ δὲ ἔφησαν· « Ἐβοηθήσαμεν ἂν ὑμῖν, εἰ μὴ ᾔδειμεν τίνες ἐστὲ καὶ τίσι πολεμεῖτε. »
Ὁ λόγος δηλοῖ ὅτι οἱ φιλονεικοῦντες τοῖς κρείττοσι τῆς ἑαυτῶν σωτηρίας καταφρονοῦσι.
Λαγωοὶ καὶ βάτραχοι
Οἱ λαγωοί ποτε συνελθόντες τὸν ἑαυτῶν πρὸς ἀλλήλους ἀπεκλαίοντο βίον ὡς ἐπισφαλὴς εἴη καὶ δειλίας πλέως· καὶ γὰρ καὶ ὑπ᾿ ἀνθρώπων καὶ κυνῶν καὶ ἀετῶν καὶ ἄλλων πολλῶν ἀναλίσκονται· βέλτιον οὖν εἶναι θανεῖν ἅπαξ ἢ διὰ βίου τρέμειν. Τοῦτο τοίνυν κυρώσαντες, ὥρμησαν κατὰ ταὐτὸν εἰς τὴν λίμνην, ὡς εἰς αὐτὴν ἐμπεσούμενοι καὶ ἀποπνιγησόμενοι. Τῶν δὲ καθημένων κύκλῳ τῆς λίμνης βατράχων, ὡς τὸν τοῦ δρόμου κτύπον ᾔσθοντο, εὐθὺς εἰς ταύτην εἰσπηδησάντων, τῶν λαγωῶν τις ἀγχινούστερος εἶναι δοκῶν τῶν ἄλλων ἔφη· « Στῆτε, ἑταῖροι, μηδὲν δεινὸν ὑμᾶς αὐτοὺς διαπράξησθε· ἤδη γάρ, ὡς ὁρᾶτε, καὶ ἡμῶν ἕτερ᾿ ἐστὶ ζῷα δειλότερα. »
Ὁ μῦθος δηλοῖ ὅτι οἱ δυστυχοῦντες ἐξ ἑτέρων χείρονα πασχόντων παραμυθοῦνται.
Λαγωὸς καὶ ἀλώπηξ
Ὁ λαγωὸς τῇ ἀλώπεκι· « Ὄντως πολλὰ κερδαίνεις ἢ ἔχεις ὅτι ὄνομά σοι κερδώ ἐστιν; » Ἡ δὲ ἀλώπηξ· « Εἰ ἀπιστεῖς, ἔφη, δεῦρο· ἐγὼ ἑστιῶ σε. » Ὁ δὲ ἠκολούθει καὶ ἦν ἔνδον οὐδὲν ἢ ὁ λαγωὸς δεῖπνος τῇ ἀλώπεκι. Ὁ δὲ λαγωὸς ἔφη· « Σὺν κακῷ μέν, ἀλλ᾿ ἔμαθόν σου τὸ ὄνομα πόθεν ἐστί, οὐκ ἀπὸ τοῦ κερδαίνειν, ἀλλ᾿ ἀπὸ τοῦ δολοῦν. »
Ὅτι τοῖς περιέργοις πολλάκις μέγιστον κακὸν συνέβη κακῶς τῇ περιεργείᾳ χρωμένοις.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.