Friday, June 2, 2017

Μῦθοι Αἰσώπειοι· ρπα', ρπβ', ρπγ'

Κύων καὶ κόχλος

Ostrea edulis Marennes p1050140 

Ὁ κύων καταπιὼν  κόχλον ἔμαθε τόδε· οὐ πάντα τὰ στρογγύλα ἐστὶν ᾠά.

Ἀνάγνωσις τοῦ ρπα' μύθου

Κύων καὶ λαγωός

Ceiling panel with a dog pursuing a hare - Google Art Project

Ὦ κύον, ἔφη ὁ λαγώς, συνέλαβές με. Νῦν διατί  ποτε μὲν δάκνεις με, ποτὲ δὲ τὰ χείλη μου λάχεις; Ἆρα ἐχθρὸς ἢ φίλος εἶ;

Ἀνάγνωσις τοῦ ρπβ' μύθου

Κύων καὶ μάγειρος

Canis et Coquus


Μάγειρός τις, ᾧ κύων κάρδιαν ἐκεκλόφει, τῷ κυνὶ εἶπεν ἐκεῖνον οὐ μὲν εἰληφέναι κάρδιαν ἀπ' αὐτοῦ, δῶναι δὲ καρδίαν, τοῦτ' ἔστι μνημοσύνη,  ὥστε αὐτὸν ἀεὶ φυλάξεσθαι ἐκεῖνον.

Ἀνάγνωσις τοῦ ρπγ' μύθου


Κύων καὶ κόχλος
Ὠά τις κύων καταπίνειν εἰθισμένος, ἰδών τινα κόχλον, χάνας τὸ στόμα αὐτοῦ, μεγίστῃ συνολκῇ καταπέπωκε τοῦτον, οἰηθεὶς ὠὸν εἶναι. Βαρούμενος δὲ τὰ σπλάγχνα καὶ ὀδυνώμενος ἔλεγε· « Δίκαια ἔγωγε πέπονθα, εἴγε πάντα περιφερῆ ὠὰ πεπίστευκα. »
Διδάσκει ἡμᾶς ὁ λόγος ὅτι οἱ ἀδικάστως πρᾶγμα προσιόντες λανθάνουσιν ἑαυτοὺς περιπείροντες ἀτόποις.
Κύων καὶ λαγωός
Κύων θηρευτικὸς λαγωὸν συλλαβών, τοῦτον ποτὲ μὲν ἔδακνε, ποτὲ δὲ αυ̣τοῦ τὰ χείλη περιέλειχεν. Ὁ δὲ ἀπαυδήσας ἔφη πρὸς αὐτόν· « Ἀλλ᾿, ὦ οὗτος, παῦσαί με καταδάκνων ἢ καταφιλῶν, ἵνα γνῶ πότερον ἐχθρὸς ἢ φίλος μου καθέστηκας. »
Πρὸς ἄνδρα ἀμφίβολον ὁ λόγος εὔκαιρος.
Κύων καὶ μάγειρος
Κύων εἰσπηδήσας εἰς μαγειρεῖον καὶ, τοῦ μαγείρου ἀσχολουμένου, καρδίαν ἁρπάσας, ἔφυγεν. Ὁ δὲ μάγειρος ἐπιστραφείς, ὡς εἶδεν αὐτὸν φεύγοντα, εῖπεν· « Ὦ οὗτος, ἴσθι ὡς, ὅπουπερ ἂν ᾖς, φυλάξομαί σε· οὐ γὰρ ἀπ᾿ ἐμοῦ καρδίαν εἴληφας, ἀλλ᾿ ἐμοὶ καρδίαν ἔδωκας. »
Ὁ μῦθος δηλοῖ ὅτι πολλάκις τὰ παθήματα τοῖς ἀνθρώποις μαθήματα γίνονται.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.