Friday, July 7, 2017

Μῦθοι Αἰσώπειοι· ρϙϛ', ρϙζ', ρϙη'

Λέων <γηράσας> καὶ ἀλώπηξ

Vulpes et Leo in Spelunca


Παλαιὸς λέων τις, οὐχ οἷός τ' ὢν θηρεύειν, παρεκάλει τὰ ζῷα εἰσελθεῖν εἰς τὸ σπήλαιον αὐτοῦ λέγων ὅτι ἀσθενὴς εἴη, ὡς ἐδόμενος αὐτά. Ἡ δ' ἀλώπηξ ἰδοῦσα τὰ ἴχνη μόνον εἰσερχόμενα οὖσα, οὐκ ἐπείσθη τῷ λέοντι.

Ἀνάγνωσις τοῦ ρϙϛ' μύθου

Λέων <ἐγκλεισθεὶς> καὶ γεωργός

Italian - Lion Attacking a Bull - Walters 2713

Ἡ τοῦ γεωργοῦ γύνη εἶπε τῷ ἀνδρὶ τῷ κλείσαντι λέοντα ἐν τῇ αὐλῇ ὅπου οὗτος τὰ πρόβατα ἀπέκτεινεν  ὅτι τοῦτο δικαίως γένοιτο αὐτῷ. Δέοι γὰρ τὸν γεωργὸν φυγεῖν τὸν  λέοντα, μηδὲ κλεῖσαι.

Ἀνάγνωσις τοῦ ρϙζ' μύθου

Λέων <ἐρασθεὶς> καὶ γεωργός

Λέων τις ἤρατο τῆς θυγατρὸς τοῦ γεωργοῦ. Ὁ οὖν γεωργὸς φοβούμενος μὲν αὐτόν, οὐδὲ βουλόμενος τὴν θυγατέρα δοῦναι τῷ θηρίῳ, ἔπεισε τὸν λέοντα ἀποστερεῖσθαι τῶν τε ὀδόντων καὶ τῶν ὀνύχων ἵνα ἄξιος γένοιτο τῆς κόρης. Τούτων δὲ γενομένων, ὁ γεωργὸς θαρσήσας βίᾳ ἐξέβαλε τὸν λέοντα.

Ἀνάγνωσις τοῦ ρϙη' μύθου


Λέων <γηράσας> καὶ ἀλώπηξ
Λέων γηράσας καὶ μὴ δυνάμενος δι᾿ ἀλκῆς ἑαυτῷ τροφὴν πορίζειν ἔγνω δεῖν δι᾿ ἐπινοίας τοῦτο πρᾶξαι. Καὶ δὴ παραγενόμενος εἴς τι σπήλαιον καὶ ἐνταῦθα κατακλιθεὶς προσεποιεῖτο νοσεῖν· καὶ οὕτω τὰ παραγενόμενα πρὸς αὐτὸν ἐπὶ τὴν ἐπίσκεψιν ζῷα συνλαμβάνων κατήσθιε. Πολλῶν δὲ θηρίων καταναλωθέντων, ἀλώπηξ τὸ τέχνασμα αὐτοῦ συνεῖσα παρεγένετο, καὶ στᾶσα ἄποθεν τοῦ σπηλαίου ἐπυνθάνετο αὐτοῦ πῶς ἔχοι. Τοῦ δὲ εἰπόντος· « Κακῶς, » καὶ τὴν αἰτίαν ἐρομένου δι᾿ ἣν οὐκ εἴσεισιν, ἔφη· « Ἀλλ᾿ ἔγωγε εἰσῆλθον ἄν, εἰ μὴ ἑώρων πολλῶν εἰσιόντων ἴχνη, ἐξιόντος δὲ οὐδενός. »
Οὕτως οἱ φρόνιμοι τῶν ἀνθρώπων ἐκ τεκμηρίων προορώμενοι τοὺς κινδύνους ἐκφεύγουσιν.
Λέων <ἐγκλεισθεὶς> καὶ γεωργός
Λέων εἰς γεωργοῦ ἔπαυλιν εἰσῆλθεν. Ὁ δὲ συλλαβεῖν βουλόμενος τὴν αὐλείαν θύραν ἔκλεισε. Καὶ ὃς ἐξελθεῖν μὴ δυνάμενος πρῶτον μὲν τὰ ποίμνια διέφθειρεν, ἔπειτα δὲ καὶ ἐπὶ τοὺς βόας ἐτράπη. Καὶ ὁ γεωργὸς φοβηθεὶς περὶ αὑτοῦ τὴν θύραν ἀνέῳξεν. Ἀπαλλαγέντος δὲ τοῦ λέοντος, ἡ γυνὴ θεασαμένη αὐτὸν στένοντα εἶπεν· « Ἀλλὰ σύ γε δίκαια πέπονθας· τί γὰρ τοῦτον συγκλεῖσαι ἐβούλου ὃν καὶ μακρόθεν σε ἔδει φεύγειν; »
Οὕτως οἱ τοὺς ἰσχυροτέρους διερεθίζοντες εἰκότως τὰς ἐξ αὑτῶν πλημμελείας ὑπομένουσιν.
Λέων <ἐρασθεὶς> καὶ γεωργός
Λέων ἐρασθεὶς γεωργοῦ θυγατρός, ταύτην ἐμνηστεύσατο. Ὁ δὲ μὴ ἐκδοῦναι θηρίῳ τὴν θυγατέρα ὑπομένων, μηδὲ ἀρνήσασθαι διὰ φόβον δυνάμενος τοιοῦτόν τι ἐπενόησεν. Ἐπειδὴ συνεχῶς αὐτῷ ὁ λέων ἐπέκειτο, ἔλεγεν ὡς νυμφίον μὲν αὐτὸν ἄξιον τῆς θυγατρὸς δοκιμάζει· μὴ ἄλλως δὲ αὐτῷ δύνασθαι ἐκδοῦναι, ἐὰν μὴ τούς τε ὀδόντας ἐξέλῃ καὶ τοὺς ὄνυχας ἐκτέμῃ· τούτους γὰρ δεδοικέναι τὴν κόρην. Τοῦ δὲ ῥᾳδίως διὰ τὸν ἔρωτα ἑκάτερα ὑπομείναντος, ὁ γεωργὸς καταφρονήσας αὐτοῦ, ὡς παρεγένετο πρὸς αὐτόν, ῥοπάλοις αὐτὸν παίων ἐξήλασεν.
Ὁ λόγος δηλοῖ ὅτι οἱ ῥᾳδίως τοῖς πέλας πιστεύοντες, ὅταν τῶν ἰδίων πλεονεκτημάτων ἑαυτοὺς ἀπογυμνώσωσιν, εὐάλωτοι τούτοις γίνονται οἷς πρότερον φοβεροὶ καθεστήκεσαν.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.