Friday, May 4, 2018

Μῦθοι Αἰσώπειοι· τκγ', τκδ', τκε'

Ῥόδον καὶ ἀμάραντον


Τὸ μὲν ἀμάραντον αἰσχρὸν ὂν ἐπῄνεσε τὸ τοῦ ῥόδου κάλλος. Τὸ δὲ ῥόδον ὀλιγόβιον ὂν ἐπῆρε τὴν τοῦ ἀμαράντου μακροβιότητα.

Ἀνάγνωσις τοῦ τκγ' μύθου

Ῥοιὰ καὶ μηλέα καὶ ἐλαία καὶ βάτος


Ἔρις ἦν μετὰ τῆς ῥοιᾶς καὶ τῆς μηλέας καὶ τῆς ἐλαίας τίς διδοίη τοὺς ἀρίστους καρπούς. Ἡ δὲ βάτος καίπερ μηδένα καρπὸν διδοῦσα· μὴ ἐπιμένοι, ἔφη, αὕτη ἡ μεθ' ἡμῶν μάχη.

Ἀνάγνωσις τοῦ τκδ' μύθου

Σαλπιγκτής

Trumpeter Taken Prisoner2

Σαλπιγκτής τις ὑπὸ τῶν πολεμίων ἁλοὺς ἐδεήθη τοῦ φείσασθαι ὅτι οὐδένα αὐτῶν ἀποκτείναι. Οἱ δ' οὐ ἐπείσθησαν ὑπὸ αὐτοῦ, καίπερ οὐ μαχομένου, τοὺς ἄλλους εἰς μάχην παρακαλοῦντος.

Ἀνάγνωσις τοῦ τκε' μύθου


Ῥόδον καὶ ἀμάραντον
Ῥόδῳ παραφυὲν ἀμάραντον ἔφη· « Οἷον ἄνθος εὐπρεπὲς εἶ, καὶ ποθητὸν καὶ θεοῖς καὶ ἀνθρώποις· μακαρίζω σε τοῦ κάλλους καὶ τῆς εὐωδίας. » Τὸ δὲ εἶπεν· « Ἐγὼ μέν, ὦ ἀμάραντον, πρὸς ὀλίγον καιρὸν ζῶ, καί, κἂν μηδεὶς ἐκκόψῃ με, τήκομαι· σὺ δὲ ἀνθεῖς καὶ ζῇς ἀεὶ οὕτω νέον. »
Ὅτι κρεῖσσον ὀλιγαρκούμενόν τινα διαμένειν ἢ πρὸς ὀλίγον τρυφήσαντα μεταϐολῆς δυστυχοῦς τυχεῖν ἢ καὶ ἀποθανεῖν.
Ῥοιὰ καὶ μηλέα καὶ ἐλαία καὶ βάτος
Ῥοιὰ καὶ μηλέα καὶ ἐλαία περὶ εὐκαρπίας ἤριζον. Πολλοῦ δὲ τοῦ νείκους ἀναφθέντος, βάτος ἐκ τοῦ πλησίον φραγμοῦ ἀκούσασα εἶπεν· « Ἀλλ’, ὦ φίλαι, παυσώμεθά ποτε μαχόμεναι. »
Οὕτω παρὰ τὰς τῶν ἀμεινόνων στάσεις καὶ οἱ μηδενὸς ἄξιοι πειρῶνται δοκεῖν τι εἶναι.
Σαλπιγκτής
Σαλπιγκτὴς στρατὸν ἐπισυνάγων καὶ κρατηθεὶς ὑπὸ τῶν πολεμίων ἐϐόα· « Μὴ κτείνετέ με, ὦ ἄνδρες, εἰκῆ καὶ μάτην· οὐδένα γὰρ ὑμῶν ἀπέκτεινα· πλὴν γὰρ τοῦ χαλκοῦ τούτου οὐδὲν ἄλλο κτῶμαι. » Οἱ δὲ πρὸς αὐτὸν ἔφασαν· « Διὰ τοῦτο γὰρ μᾶλλον τεθνήξῃ, ὅτι σὺ μὴ δυνάμενος πολεμεῖν τοὺς πάντας πρὸς μάχην ἐγείρεις. »
Ὁ μῦθος δηλοῖ ὅτι πλέον πταίουσιν οἱ τοὺς κακοὺς καὶ βαρεῖς δυνάστας ἐπεγείροντες εἰς τὸ κακοποιεῖν.

No comments:

Post a Comment

Γράψετε μόνον ἑλληνιστί, παρακαλῶ.