Friday, May 25, 2018

Μῦθοι Αἰσώπειοι· τλβ', τλγ', τλδ'

Ταῦρος καὶ αἶγες ἄγριαι

Taurus Leonem Fugiens et Hircus 

Ταῦρός τις λέοντα φυγὼν εἰς σπήλαιον εἰσῆλθεν ὅπου αἶγες ἦσαν. Αἱ μὲν ἐπετίθεντο αὐτῷ, ὁ δὲ τὸν λέοντα δεδοικὼς ὑπέμενεν αὐτάς.

Ἀνάγνωσις τοῦ τλβ' μύθου

Ταὼν καὶ γέρανος

The Peacock and the Crane

Ταώς τις κατεφρόνει γεράνου ὡς οὐδὲν καλὸν ἐπὶ τοῖς πτεροῖς ἔχοντος. Ὁ δὲ γέρανος  ἀπεκρίνατο λέγων ὅτι αὐτὸς μὲν πρὸς τὰς ἀστέρας πέτοιτο, ὁ δὲ ταὼς μετὰ τῶν ὀρνίθων μένοι.

Ἀνάγνωσις τοῦ τλγ' μύθου

Ταὼς καὶ κολοιός
104. THE PEACOCK AND PIE

Ὁ ταὼς ὑπερήφανος ὢν ἐβούλετο βασιλεὺς τῶν ὀρνέων γενέσθαι.Ἔφη γὰρ κάλλιστος αὐτῶν εἶναι. Ἀλλ' ὦ τᾶν, ἤρετο ὁ κολοιός, πῶς βασιλεὺς χειροτονηθεὶς σώσεις ἡμᾶς, ἐὰν ὁ ἀετὸς ἐπίῃ ἡμῖν;

Ἀνάγνωσις τοῦ τλδ' μύθου


Ταῦρος καὶ αἶγες ἄγριαι
Ταῦρος διωκόμενος ὑπὸ λέοντος κατέφυγεν εἴς τι σπήλαιον, ἐν ᾧ ἦσαν αἶγες ἄγριαι. Τυπτόμενος δὲ ὑπ’ αὐτῶν καὶ κερατιζόμενος ἔφη· « Ἀλλ’ οὐχ ὑμᾶς φοϐούμενος ἀνέχομαι, τὸν δὲ πρὸ τοῦ στομίου ἑστῶτα [λέοντα]. »
Οὕτω πολλοὶ διὰ φόϐον τῶν κρειττόνων καὶ τὰς ἐκ τῶν ἡττόνων ὕϐρεις ὑπομένουσιν.
Ταὼν καὶ γέρανος
Ταὼν γεράνου κατεγέλα, κωμῳδῶν τὴν χροιὰν αὐτοῦ καὶ λέγων ὡς « ἐγὼ μὲν χρυσὸν καὶ πορφύραν ἐνδέδυμαι, σὺ δὲ οὐδὲν καλὸν φέρεις ἐν πτεροῖς. » Ὁ δέ· « Ἀλλ’ ἐγώ, ἔφη, τῶν ἀστέρων ἔγγιστα φωνῶ, καὶ εἰς τὰ οὐράνια ὕψη ἵπταμαι· σὺ δέ, ὡς ἀλέκτωρ, κάτω μετ’ ὀρνίθων βαίνεις. »
Ὅτι κρεῖττον περίϐλεπτον εἶναί τινα ἐν πενιχρᾷ ἐσθῆτι ἢ ζῆν ἀδόξως πλούτῳ γαυρούμενον.
Ταὼς καὶ κολοιός
Τῶν ὀρνέων βουλευομένων περὶ βασιλείας, ταὼς ἠξίου αὐτὸν χειροτονῆσαι βασιλέα διὰ τὸ κάλλος. Ὡρμημένων δὲ ἐπὶ τοῦτο τῶν ὀρνέων, κολοιὸς εἶπεν· « Ἀλλ’ ἐάν, σοῦ βασιλεύοντος, ἀετὸς ἡμᾶς διώκῃ, πῶς ἡμῖν ἐπαρκέσεις ; »
Ὁ λόγος δηλοῖ ὅτι οὐ μεμπτοὶ ὅσοι προειδότες τοὺς μέλλοντας κινδύνους, πρὶν παθεῖν, φυλάττονται.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.