Friday, May 18, 2018

Μῦθοι Αἰσώπειοι· τκθ', τλ', τλα'

Σῦς καὶ κύων <ἀλλήλαις λοιδορούμεναι>

Sus et Canis

Ἔρις ἦν μετὰ ὑὸς καὶ κύνος. Ἡ μὲν ὑς ὅρκος κατὰ Ἀφροδίτης ἐποίησεν ἀπολεῖν τὴν κύνα. Ἡ δὲ κύων καταγελᾶσα αὐτῆς εἶπεν οὐκ ἐξεῖναι τοὶς τὰ ὑϊκὰ φαγοῦσι τὸν τῆς θεοῦ ναὸν εἰσιέναι ὡς ἀκαθάρτοις οὖσιν. Ἀλλὰ ὦ κακὴ κεφαλή, ἔφη ἡ ὗς, διὰ τόδε ἡ θεὸς φιλεῖ με ὅτι ἐκ τοῦ ἱεροῦ ἐκβάλλει τοὺς μισοῦντάς με.

Ἀνάγνωσις τοῦ τκθ' μύθου

Σφῆκες καὶ πέρδικες καὶ γεωργός


Σφῆκες  καὶ πέρδικες διψῶντες ἦλθον παρὰ γεωργὸν ἵνα ὕδωρ αἰτήσαιεν. Ἀντὶ γὰρ τούτου οἱ μὲν σφῆκες φυλάξονται τὸν ἀμπελῶνα αὐτοῦ οἱ δὲ πέρδικες σκάψουσι τὸν ἀγρόν. Ἀλλὰ ὁ γεωργὸς εἵλετο τὸ ὕδωρ τοῖς βουσίν.

Ἀνάγνωσις τοῦ τλ' μύθου

Σφὴξ καὶ ὄφις


Ὄφις τις οὕτως ἤλγει διὰ σφῆκος κεντοῦντος τὴν κεφαλὴν ὥστε θεὶς αὐτὴν ὑπὸ τροχοῦ ἁμάξης σὺν τῷ ἐχθρῷ ἀπέθανεν.

Ἀνάγνωσις τοῦ τλα' μύθου


Σῦς καὶ κύων <ἀλλήλαις λοιδορούμεναι>
Σῦς καὶ κύων ἀλλήλαις διελοιδοροῦντο. Καὶ ἡ μὲν σῦς ὤμνυε κατὰ τῆς Ἀφροδίτης ἦ μὴν τοῖς ὀδοῦσιν ἀναρρήξειν τὴν κύνα. Ἡ δὲ κύων πρὸς ταῦτα εἰρωνικῶς εἶπε· « Καλῶς κατὰ τῆς Ἀφροδίτης ἡμῖν ὀμνύεις· δηλοῖς γὰρ ὑπ’ αὐτῆς ὅτι μάλιστα φιλεῖσθαι, ἣ τὸν τῶν σῶν ἀκαθάρτων σαρκῶν γευόμενον οὐδ’ ὅλως εἰς ἱερὸν προσίεται. » Καὶ ἡ σῦς· « Διὰ τοῦτο μὲν οὖν μᾶλλον δήλη ἐστὶν ἡ θεὸς στέργουσά με· τὸν γὰρ κτείναντα ἢ ἄλλως λυμαινόμενον παντάπασιν ἀποστρέφεται· σὺ μέντοι κακῶς ὄζεις καὶ ζῶσα καὶ τεθνηκυῖα. »
Ὁ μῦθος δηλοῖ ὅτι οἱ φρόνιμοι τῶν ῥητόρων τὰ ὑπὸ τῶν ἐχθρῶν ὀνείδη εὐμεθόδως εἰς ἔπαινον μετασχηματίζουσιν.
Σφῆκες καὶ πέρδικες καὶ γεωργός
Σφῆκες καὶ πέρδικες δίψῃ συνεχόμενοι πρὸς γεωργὸν ἦλθον παρ’ αὐτοῦ αἰτοῦντες πιεῖν, ἐπαγγελλόμενοι ἀντὶ τοῦ ὕδατος ταύτην τὴν χάριν ἀποδώσειν· οἱ μὲν πέρδικες σκάπτειν τὰς ἀμπέλους, οἱ δὲ σφῆκες κύκλῳ περιιόντες τοῖς κέντροις ἀποσοϐεῖν τοὺς κλέπτας. Ὁ δὲ γεωργὸς ἔφη· « Ἀλλ’ ἔμοιγέ εἰσι δύο βόες, οἳ μηδὲν ἐπαγγελλόμενοι πάντα ποιοῦσιν· ἄμεινον οὖν ἐστιν ἐκείνοις δοῦναι ἤπερ ὑμῖν. »
Ὁ μῦθος πρὸς ἄνδρας ἐξώλεις ὠφελεῖν μὲν ἐπαγγελλομένους, βλάπτοντας δὲ μεγάλα.
Σφὴξ καὶ ὄφις
Σφὴξ ἐπὶ κεφαλὴν ὄφεως καθίσας καὶ συνεχῶς τῷ κέντρῳ πλήττων ἐχείμαζε. Ὁ δὲ περιώδυνος γενόμενος καὶ τὸν ἐχθρὸν οὐκ ἔχων ἀμύνασθαι, τὴν κεφαλὴν ἁμάξης τρόχῳ ὑπέθηκε, καὶ οὕτω τῷ σφηκὶ συναπέθανεν.
Ὁ λόγος δηλοῖ ὅτι τινὲς τοῖς ἐχθροῖς αἱροῦνται συναποθνῄσκειν.

No comments:

Post a Comment

Γράψατε μόνον ἑλληνιστί, παρακαλῶ.